Humanitext Reader

柏拉图 · 游叙弗伦篇 §12

作为关照神明的公正部分的虔敬

第 9 段,共 12 段 · 希腊语

内容简介

苏格拉底通过恐惧与羞耻、数字与奇数的比喻,向埃乌叙弗伦说明了“所有虔敬的都是公正的,但并非所有公正的都是虔敬的”这一包含关系,并询问虔敬是公正的哪一部分。对此,埃乌叙弗伦回答说,虔敬是公正中关乎“照料神明”的那一部分。

§12ΣΩ. ἆρʼ οὖν καὶ πᾶν τὸ δίκαιον ὅσιον;
苏格拉底:那么,难道所有公正的事也都是虔敬的吗?
ἢ τὸ μὲν ὅσιον πᾶν δίκαιον, τὸ δὲ δίκαιον οὐ πᾶν ὅσιον, ἀλλὰ τὸ μὲν αὐτοῦ ὅσιον, τὸ δέ τι καὶ ἄλλο;
或者,虽然所有虔敬的事都是公正的,但并非所有公正的事都是虔敬的,而是其中一部分是虔敬的,而另一部分则是别的什么?
ΕΥΘ. οὐχ ἕπομαι, ὦ Σώκρατες, τοῖς λεγομένοις.
游叙弗伦:苏格拉底,我跟不上你所说的话。
ΣΩ. καὶ μὴν νεώτερός γέ μου εἶ οὐκ ἔλαττον ἢ ὅσῳ σοφώτερος· ἀλλʼ, ὃ λέγω, τρυφᾷς ὑπὸ πλούτου τῆς σοφίας.
苏格拉底:然而,你比我年轻,正像你比我更聪明一样;但是,正如我所说,你因为智慧的富有而显得有些懈怠。
ἀλλʼ, ὦ μακάριε, σύντεινε σαυτόν· καὶ γὰρ οὐδὲ χαλεπὸν κατανοῆσαι ὃ λέγω.
但是,我亲爱的朋友,请集中精力;因为要理解我所说的话其实并不难。
λέγω γὰρ δὴ τὸ ἐναντίον ἢ ὁ ποιητὴς ἐποίησεν ὁ ποιήσας— " Ζῆνα δὲ τὸν ἔρξαντα καὶ ὃς τάδε πάντʼ ἐφύτευσεν " " οὐκ ἐθέλει νεικεῖν· ἵνα γὰρ δέος ἔνθα καὶ αἰδώς.
我所说的,正与写下这诗篇的诗人相反: “至于那造作并播种了这一切的宙斯,” “他不想去指责;因为哪里有恐惧,哪里就有羞耻。
" ἐγὼ οὖν τούτῳ διαφέρομαι τῷ ποιητῇ.
” 因此我与这位诗人有分歧。
εἴπω σοι ὅπῃ;
要我告诉你是在哪里吗?
ΕΥΘ. πάνυ γε.
游叙弗伦:当然。
ΣΩ. οὐ δοκεῖ μοι εἶναι ἵνα δέος ἔνθα καὶ αἰδώς πολλοὶ γάρ μοι δοκοῦσι καὶ νόσους καὶ πενίας καὶ ἄλλα πολλὰ τοιαῦτα δεδιότες δεδιέναι μέν, αἰδεῖσθαι δὲ μηδὲν ταῦτα ἃ δεδίασιν·
苏格拉底:在我看来,并不是 “哪里有恐惧,哪里就有羞耻”;因为在我看来,许多人害怕疾病、贫穷以及许多其他类似的事物,他们固然感到恐惧,但对于他们所恐惧的这些事物却毫无羞耻之心。
οὐ καὶ σοὶ δοκεῖ;
你难道不也这样认为吗?
ΕΥΘ. πάνυ γε.
游叙弗伦:当然。
ΣΩ. ἀλλʼ ἵνα γε αἰδὼς ἔνθα καὶ δέος εἶναι· ἐπεὶ ἔστιν ὅστις αἰδούμενός τι πρᾶγμα καὶ αἰσχυνόμενος οὐ πεφόβηταί τε καὶ δέδοικεν ἅμα δόξαν πονηρίας;
苏格拉底:相反,哪里有羞耻,哪里就有恐惧;因为难道有谁在对某件事感到羞耻和尴尬时,不同时害怕并且畏惧恶名吗?
ΕΥΘ. δέδοικε μὲν οὖν.
游叙弗伦:他确实畏惧。
ΣΩ. οὐκ ἄρʼ ὀρθῶς ἔχει λέγειν· ἵνα γὰρ δέος ἔνθα καὶ αἰδώς, ἀλλʼ ἵνα μὲν αἰδὼς ἔνθα καὶ δέος, οὐ μέντοι ἵνα γε δέος πανταχοῦ αἰδώς· ἐπὶ πλέον γὰρ οἶμαι δέος αἰδοῦς.
苏格拉底:所以,这样说是对不的: “因为哪里有恐惧,哪里就有羞耻”,而应当是:哪里有羞耻,哪里就有恐惧,然而并非哪里有恐惧,哪里就都有羞耻;因为我认为恐惧的范围比羞耻更广。
μόριον γὰρ αἰδὼς δέους ὥσπερ ἀριθμοῦ περιττόν, ὥστε οὐχ ἵναπερ ἀριθμὸς ἔνθα καὶ περιττόν, ἵνα δὲ περιττὸν ἔνθα καὶ ἀριθμός.
因为羞耻是恐惧的一部分,就像奇数是数字的一部分一样,所以并不是哪里有数字,哪里就有奇数,而是哪里有奇数,哪里就有数字。
ἕπῃ γάρ που νῦν γε;
我想,你现在跟得上了吧?
ΕΥΘ. πάνυ γε.
游叙弗伦:当然。
ΣΩ. τὸ τοιοῦτον τοίνυν καὶ ἐκεῖ λέγων ἠρώτων· ἆρα ἵνα δίκαιον ἔνθα καὶ ὅσιον;
苏格拉底:那么,我刚才在那里也是这个意思,我问的是:难道哪里有公正,哪里就有虔敬吗?
ἢ ἵνα μὲν ὅσιον ἔνθα καὶ δίκαιον, ἵνα δὲ δίκαιον οὐ πανταχοῦ ὅσιον· μόριον γὰρ τοῦ δικαίου τὸ ὅσιον;
或者,哪里有虔敬,哪里就有公正,但哪里有公正,并不处处都有虔敬;因为虔敬是公正的一部分?
οὕτω φῶμεν ἢ ἄλλως σοι δοκεῖ;
我们要这样说,还是你另有看法?
ΕΥΘ. οὔκ, ἀλλʼ οὕτω.
游叙弗伦:不,就要这样说。
φαίνῃ γάρ μοι ὀρθῶς λέγειν.
因为在我看来,你说的很对。
ΣΩ. ὅρα δὴ τὸ μετὰ τοῦτο.
苏格拉底:那就看接下来的吧。
εἰ γὰρ μέρος τὸ ὅσιον τοῦ δικαίου, δεῖ δὴ ἡμᾶς, ὡς ἔοικεν, ἐξευρεῖν τὸ ποῖον μέρος ἂν εἴη τοῦ δικαίου τὸ ὅσιον.
因为如果虔敬是公正的一部分,那么看来我们必须找出,虔敬会是公正的哪一部分。
εἰ μὲν οὖν σύ με ἠρώτας τι τῶν νυνδή, οἷον ποῖον μέρος ἐστὶν ἀριθμοῦ τὸ ἄρτιον καὶ τίς ὢν τυγχάνει οὗτος ὁ ἀριθμός, εἶπον ἂν ὅτι ὃς ἂν μὴ σκαληνὸς ᾖ ἀλλʼ ἰσοσκελής· ἢ οὐ δοκεῖ σοι;
因此,如果你刚才问我刚才说的那些问题,比如偶数是数字的哪一部分,以及这个数字究竟是什么,我会说,就是那个不是不等边(奇数)而是等腰(偶数)的数字;你不这样认为吗?
ΕΥΘ. ἔμοιγε.
游叙弗伦:我认为是的。
ΣΩ. πειρῶ δὴ καὶ σὺ ἐμὲ οὕτω διδάξαι τὸ ποῖον μέρος τοῦ δικαίου ὅσιόν ἐστιν, ἵνα καὶ Μελήτῳ λέγωμεν μηκέθʼ ἡμᾶς ἀδικεῖν μηδὲ ἀσεβείας γράφεσθαι, ὡς ἱκανῶς ἤδη παρὰ σοῦ μεμαθηκότας τά τε εὐσεβῆ καὶ ὅσια καὶ τὰ μή.
苏格拉底:那么,请你也试着这样教导我,虔敬是公正的哪一部分,好让我们告诉美勒托,不要再冤枉我们,也不要再控告我们不敬,因为我们已经从你那里充分学到了什么是敬神和虔敬,什么不是。
ΕΥΘ. τοῦτο τοίνυν ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, τὸ μέρος τοῦ δικαίου εἶναι εὐσεβές τε καὶ ὅσιον, τὸ περὶ τὴν τῶν θεῶν θεραπείαν, τὸ δὲ περὶ τὴν τῶν ἀνθρώπων τὸ λοιπὸν εἶναι τοῦ δικαίου μέρος.
游叙弗伦:那么,苏格拉底,在我看来,公正中关于照料神明的那一部分,就是敬神和虔敬,而关于照料人类的那一部分,则是公正的其余部分。

词汇与语法注释

  1. 12aαὐτοῦ — 指代前文 `τοῦ δικαίου`(公正的)的部分属格,意为“它(公正)的某一部分”。
  2. 12bὃ λέγω — 带关系代词宾格的插入句,意为“正如我所说”,用于苏格拉底对游叙弗伦态度的提醒。
  3. 12bἵνα — 此处并非表示目的或结果的连词,而是作为表示地点的关系副词(意为“……的地方”),源于诗歌引用的特殊用法,在古典散文中较为罕见。
  4. 12cαἰδοῦς — 由比较级副词短语 `ἐπὶ πλέον`(更广、更大)所支配的比较属格,意为“(恐惧的范围)比羞耻(更广)”。
  5. 12dσκαληνός — 几何学中原意为“不等边(三角形)”,但在古代数论中用来指代不能被2等分的数,即“奇数”;与之相对的 `ἰσοσκελής`(等腰)则指“偶数”。

引用这一段

柏拉图, 游叙弗伦篇 §12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg001.humanitext-grc1:12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。