§2#1Καταφρονήσαντες οὖν καὶ ἡμεῖς τῶν ἤτοι μηδὲν πάνυ ἢ σμικρὸν ἡγουμένων εἰς θεραπείαν συντελεῖν τὸν ἀπὸ τῶν ἐθῶν σκοπὸν ἐπισκεψώμεθα, τίς ποτ’ ἐστὶν ἡ αἰτία τοῦ πολὺ δύνασθαι τὸ ἔθος καὶ εἴτε μία τις ἐστὶν ἢ καὶ καθ’ ἑκάστην ὕλην ἑτέρα.
因此,我们也不去理会那些认为从习惯中得出的观察(考量)对治疗完全没有贡献或贡献甚微的人,让我们来考察一下,习惯拥有巨大力量的原因究竟是什么,以及这种原因到底是单一的,还是根据每种不同的素材而有所不同。
λέγω δ’ ὕλην, ἐφ’ ᾗ συνέστη τὸ ἔθος, οἷον, ὡς ἔφην, ἐδέσματα ἢ πόματα ἢ γυμνάσια ἢ ἕτερόν τι τοιοῦτο.
我所说的“素材”,是指习惯赖以建立的对象,例如,正如我所说过的,食物、饮料、体育锻炼或其它类似的事情。
καὶ γὰρ τήν γ’ ἀρχὴν ἐπὶ τῶν ἐσθιομένων τε καὶ πινομένων ποιησώμεθα.
因为实际上,让我们首先从被吃和被喝的东西开始吧。
τί δή ποτε γὰρ οἱ τῇ τῶν βοείων κρεῶν ἐδωδῇ συνήθως χρώμενοι τινὲς μὲν οὐδ’ ὅλως βλάπτονται, τινὲς δ’ ἧττον ἢ πρόσθεν;
因为究竟为什么,在那些习惯于吃牛肉的人当中,有些人完全不受伤害,而有些人受到的伤害却比以前少呢?
ἢ διὰ τί κατὰ φύσιν τινὲς εὐθὺς ἐξ ἀρχῆς, ὡς αὐτὸς Ἐρασίστρατος ἔγραψε, ῥᾷον πέττουσι τὰ βόεια κρέα τῶν πετραίων ἰχθύων;
或者为什么,正如埃拉西斯特拉托斯自己写道的那样,有些人从一开始就在自然本性上比岩石间的鱼更容易消化牛肉呢?
ἀλλὰ τούτου μὲν ἡ αἰτία λέλεκται κατὰ τὴν τῶν φυσικῶν δυνάμεων ἐπίσκεψιν, εἰρήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον ἐν τῇ τοῦ λόγου κοινωνίᾳ·
不过,关于这件事的原因,在《论自然力》的考察中已经阐明了,而且稍后在本次论述的关联中也会提到。
νυνὶ δ’ ἀπὸ τῶν δι’ ἔθος ἄμεινον πεττόντων ὁτιοῦν ἐδεσμάτων τὴν ἀρχὴν τῆς διδασκαλίας ποιησώμεθα κοινὴν ὑπόθεσιν λαβόντες εἰς ταῦτα πάντα τὰ φύσει τισὶν οἰκεῖά τε καὶ οὐκ οἰκεῖα.
但现在,让我们从那些因习惯而能更好消化某种食物的人开始我们的教学,并在这些对某些人来说天生适合或不适合的事物中设定一个共同的前提。
λέλεκται. μὲν οὖν ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων κατὰ τὴν τῶν φυσικῶν δυνάμεων ἐπίσκεψιν·
事实上,关于所有这些,在《论自然力》的考察中已经有了更详细的阐述。
ἀρξώμεθα δὲ καὶ νῦν τοῦ λόγου τὴν τῆς πέψεως ἔννοιαν προχειρισάμενοι.
不过,现在我们也先准备好“消化”的概念,然后开始我们的论述。
καθάπερ γὰρ ἄρτους οἱ σιτοποιοὶ λέγονται πέττειν οὐκ ἐπειδὰν ἀλοῦντές τε καὶ διάττοντες εἰς λεπτὰ μόρια καταθραύσωσι τοὺς πυρούς, ἀλλ’ ὅταν ἐπὶ τῷ τοιοῦτο πρᾶξαι δεύσαντες ὕδατι ζύμην μίξαντες μαλάξωσιν, εἶτα καλύψαντές τινι τῶν θαλπόντων ἐάσωσιν, ἄχρις ἄν, ὡς αὐτοὶ καλοῦσι, ζυμωθῇ, καὶ μετὰ ταῦτα διὰ κλιβάνων ἢ ἰπνῶν ὀπτήσωσιν, οὕτω κἀπὶ τῶν εἰς γαστέρα καταποθέντων οὐκ ἐπειδὰν ἐν αὐτῇ καταθραυσθῇ καὶ λυθῇ, πεπέφθαι φαμέν, ἀλλ’ ὅταν, ὡς οἱ πεττόμενοι πυροί, κατὰ ποιότητα τὴν μεταβολὴν σχῇ.
因为,正如面包师被说成是在“烹制”(制作)面包,并不是在他们通过磨碎和筛分将小麦粉碎成细小微粒的时候,而是在做了这件事之后,用水将其浸湿,拌入酵母并揉捏,然后用温暖的东西盖住并静置,直到它像他们自己所说的那样发酵,此后再通过烤炉或灶火进行烘烤;同样,对于咽下到胃里的食物,我们也不是在它们在胃里被粉碎和溶解的时候说它们被“消化”了,而是在它们像被烹制的小麦一样,在性质上发生改变的时候。
καθάπερ δ’ ἐπὶ τῶν ἄρτων εἰς τὴν οἰκείαν ἡμῖν τοῖς ἐσθίουσιν ἀχθῆναι χρὴ ποιότητα τὸν πεττόμενον σῖτον, οὕτω κατὰ τὴν κοιλίαν ἔτι καὶ μᾶλλον εἰς οἰκειοτέραν, ὀνομάζω δ’ οἰκειοτέραν ἑτέραν ἑτέρας κατὰ τὴν ὁμοιότητα τοῦ μέλλοντος ἐξ αὐτῆς τρέφεσθαι σώματος.
正如在面包的情况下,被烹制的粮食必须被引导到适合我们这些食用者的性质,同样在胃里,甚至更需要被引导到“更适合”的性质;我发出并称一种性质比另一种“更适合”,是根据它与将要靠其滋养的身体的相似性。
ἄλλο γὰρ ἄλλῳ σώματι τῶν τρεφόντων οἰκεῖόν ἐστι καὶ διὰ τοῦτο τὰ ζῷα πρὸς τὰς οἰκείας ἔρχονται τροφὰς ἀδιδάκτως ὑπὸ τῆς φύσεως ὠθούμενα, τὰ μὲν ὑποζύγια πρός τε τὰς βοτάνας καὶ ἄχυρα καὶ χιλὴν καὶ κριθήν, οἱ λέοντες δὲ πρὸς τὰς σάρκας, ὥσπερ καὶ παρδάλεις καὶ λύκοι.
因为在提供营养的事物中,这一种适合这一种身体,那一种适合那一种身体,并且因此,动物们在自然力量的驱使下,无需教导就会走向适合它们自己的食物——役畜走向草、秸秆、饲料和大麦,而狮子则走向肉类,正如豹子和狼一样。