Humanitext Reader

盖伦 · 论习惯 §1#3

埃拉西斯特拉托斯论身心活动中的习惯

第 3 段,共 8 段 · 希腊语

内容简介

引用埃拉西斯特拉托斯《论瘫痪》中的论述,指出习惯不仅在身体功能中,在背诵、学习、探求等精神活动中也同样至关重要。作者总结称,习惯的力量基于经验事实而非空洞理论,普通人在饮食和运动等日常习惯中也深有体会。

§1#3Παρὰ μὲν Ἱπποκράτους ἀρκεῖ τὰ δεῦρο τοῦδε γεγραμμένα παραδείγματα περὶ τῆς τῶν ἐθῶν δυνάμεως, Ἐρασίστρατος δ’ ἐν τῷ δευτέρῳ περὶ παραλύσεως ὧδέ πως ἔγραψεν· ,,δεῖ δὲ πολλὴν πάνυ ἐπίσκεψιν ποιήσασθαι περὶ συνηθείας καὶ ἀσυνηθείας καὶ ἀσυνηθείας τὸν μέλλοντα κατὰ τρόπον ἰατρεύειν·
关于希波克拉底,到目前为止所写下的关于习惯力量的例子已经足够了。 而埃拉西斯特拉托斯在《论瘫痪》第二卷中大约是这样写的:“凡是想要以适当方式行医的人,都必须对习惯与不习惯进行极为详尽的考察。
λέγω δὴ τὸ τοιοῦτο· πόνους τοὺς μὲν συνήθεις πολλοὺς πονοῦντες ἄκοποι διατελοῦσιν ὄντες, τοὺς δὲ ἀσυνήθεις ὀλίγους πονήσαντες ὑπόκοποι γίνονται·
也就是说,我是指以下这种情况:人们在从事许多习惯的劳作时能保持不疲倦;但从事了少许不习惯的劳作后,就会变得疲倦。
βρώματά τε ὅσα συνήθη δυσπεπτότερα ὄντα ἔνιοι ῥᾷον πέττουσιν ἢ τὰ ἀσυνήθη εὐπεπτότερα ὄντα·
此外,对于某些人来说,只要是已经习惯的食物,即使它们更难消化,也比不习惯但更容易消化的食物更容易被消化。
ἐκκρίσεις δὲ τὰς συνήθεις, κἂν ἀλυσιτελεῖς ὦσιν, εἰς συνήθειαν δὲ ἥκωσιν, ἐπιζητεῖ τὸ σῶμα καὶ ἀποστερούμενον τούτων εἰς νόσους ἐμπίπτει, οἷον γίνεται περί τε τὰς τῶν αἱμορροΐδων φορὰς καὶ καθάρσεις, ἃς ἔνιοι αὑτοῖς συνήθεις ποιοῦνται, καὶ δὴ ἑλκῶν κατὰ χρόνον ἐκπιπτόντων καὶ ἰχωρροούντων, καὶ ὡς ἐνίοις κατὰ τινας καιροὺς χολέραι γίνονται.
至于习惯性的排泄,即使它们是无益的,但只要已经成为习惯,身体就会寻求它们,一旦被剥夺,身体就会陷入疾病,例如在某些人自己使其成为习惯的痔疮流血和排泄(泻下)中就是如此,还有那些历经时间破溃并流出脓水的溃疡,以及某些人在特定时期发生的霍乱(严重腹泻)。
ἁπάσας γὰρ τὰς τοιαύτας ἐκκρίσεις ἀλυσιτελεῖς οὔσας ἐπιζητεῖ τὸ σῶμα καὶ μὴ γινομένων αὐτῶν κατὰ τοὺς εἰθισμένους καιροὺς εἰς πάθη οὐ σμικρὰ ἐμπίπτουσιν, οἷς συνήθη τὰ τοιαῦτα.
因为身体会寻求所有这些尽管无益的排泄,如果在习惯的时期它们没有发生,那么对这些情况已成习惯的人就会陷入不小的病痛。
φαίνεται δὲ καί τινα τοιαῦτα γινόμενα κατὰ τὰς συνηθείας ὧν ἐπιστάμεθα ἐπῶν ἰάμβων· εἴ τις κελεύσειεν ἡμᾶς εἰπεῖν ἐκ μέσου στίχους δύο ἢ τρεῖς ἀσυνήθεις ὄντας τοῦ τοιούτου, οὐκ ἂν εὐπόρως δυναίμεθα· κατὰ δὲ τὴν ἐφεξῆς ἀρίθμησιν ἐπὶ τοὺς αὐτοὺς τούτους ἐλθόντες στίχους ἐξ ἑτοίμου ῥᾳδίως ἐροῦμεν, συνεθιζόμενοι δὲ καὶ τὸ πρότερον εἰρημένον εὐπόρως ποιοῦμεν.
此外,在我们熟知的叙事诗或雅姆诗的习惯中,似乎也发生着类似的情况:如果有人命令我们从中间背诵两三行对此类做法不习惯的诗句,我们是无法轻易做到的;但如果按照连续的顺序进行到这几行,我们就能立刻轻松地背诵出来,而且通过逐渐习惯,我们也能轻易做到刚才所说的那件事。
συμβαίνει δὲ καὶ τοιοῦτόν τι· οἱ μὲν ἀσυνήθεις τοῦ μανθάνειν βραδέως τε καὶ ὀλίγον μανθάνουσι, συνηθέστεροι δὲ γενόμενοι πολὺ πλεῖον καὶ ῥᾷον τοῦτο ποιοῦσι.
此外也会发生这样的情况:不习惯学习的人学得既慢又少,但变得更习惯之后,他们就能做得更多且更容易。
γίνεται δὲ καὶ περὶ τὰς ζητήσεις ὅμοιον· οἱ μὲν γὰρ ἀσυνήθεις τὸ παράπαν τοῦ ζητῆσαι ἐν ταῖς πρώταις κινήσεσι τῆς διανοίας τυφλοῦνται καὶ ἀποσκοτοῦνται καὶ εὐθέως ἀφίστανται τοῦ ζητεῖν κοπιῶντες τῇ διανοίᾳ καὶ ἐξαδυνατοῦντες οὐχ ἧττον ἢ ὅσοι πρὸς δρόμους ἀσυνήθεις ὄντες προσέρχονται· ὁ δὲ συνήθης τῷ ζητεῖν πάντη διαδυόμενός τε καὶ ζητῶν τῇ διανοίᾳ καὶ μεταφερόμενος ἐπὶ πολλοὺς τόπους οὐκ ἀφίσταται τῆς ζητήσεως, οὐχ ὅτι ἐν μέρει ἡμέρας ἀλλ’ οὐδὲ ἐν παντὶ βίῳ ἀναπαύων τὴν ζήτησιν· καὶ μεταφέρων ἐπ’ ἄλλας ἐννοίας τὴν διάνοιαν οὐκ ἀλλοτρίας τοῦ ζητουμένου προβάλλει ἕως ἐπὶ τὸ προκείμενον ἐλθεῖν.
而在探求中也发生着相似的情况:因为那些完全不习惯探求的人,在思维的最初运作中就会变得盲目和眼前一片漆黑,并且会立刻放弃探求,因为头脑感到疲倦并变得无力,其程度不亚于那些不习惯跑步却去参赛的人;而习惯于探求的人,则会深入到各个角落并用思维去寻找,将思考转移到许多地方,绝不放弃探求,不仅在一天中的某一部分不停止探求,甚至在终生之中也不让探求停息;并且当他把思维转移到其它概念上时,也会提出与被探求之物并非无关的想法,直到达到设定的目标。
οὕτω φαίνεται ἄχρι νῦν τὰ τῆς συνηθείας ἰσχύειν ἐν ἅπασι τοῖς ἡμετέροις πάθεσιν ὁμοίως τοῖς τε ψυχικοῖς καὶ τοῖς σωματικοῖς.
由此可见,直到现在,习惯的影响在我们所有的状态中都显得同样强有力,无论是精神上的还是肉体上的。
περὶ μὲν δὴ τούτων εἰς τὸ παρὸν ἱκανῶς εἰρήσθω· ἐν δὲ τοῖς καθόλου λόγοις ὑπὲρ ἰατρικῆς λεγομένοις ἐπὶ πλέον ἐξηρίθμηται ἀναγκαίαν ἔχοντα τὴν ἐπίσκεψιν, εἰ μέλλοι μὴ πολλὰ τῶν κατ’ ἰατρικὴν χωλεύειν.
关于这些,目前姑且可以说已经讲得足够了;但在为医学而作的通论中,它们已被更详尽地列举,并被视为必须考察的事项,如果医学中的许多事情不至于陷入残缺的话。
“Ταῦτα μὲν οἱ ἐνδοξότατοι τῶν ἰατρῶν, Ἐρασίστρατος καὶ Ἱπποκράτης, εἰρήκασι περὶ δυνάμεως ἐθῶν, οὐ λόγῳ τὴν εὕρεσιν αὐτῶν ἀνατιθέντες, ἀλλ’ ἐκ τῶν ἐναργῶς φαινομένων διδαχθέντες, ὅπερ ἀμέλει καὶ τῶν ἄλλων ἀνθρώπων ὅσοι μὴ καθάπερ ὕες ἢ ὄνοι ζῶσιν, ἀλλὰ παρακολουθοῦσιν ὑφ’ ὧν ὠφελοῦνταί τε καὶ βλάπτονται.
” 最著名的医生埃拉西斯特拉托斯和希波克拉底对于习惯的力量已经说了这些,他们并没有把这些发现归因于理论,而是通过显而易见的事实得到了教导。 当然,这也是其他人类的情况,只要他们不像猪或驴那样活着,而是关注着自己因什么受益、因什么受损。
πάρεστι γοῦν αὐτῶν ἀκούειν ὁσημέραι λεγόντων εἰθίσθαι τῷδε τῷ βρώματι καὶ τῷδε τῷ πόματι καὶ διὰ τοῦτο μὴ δύνασθαι καταλιπεῖν αὐτά· καὶ γὰρ καὶ βλάπτεσθαι κατὰ τὰς μεταβολάς.
无论如何,每天都可以听到他们说自己习惯了这种食物和那种饮料,因此无法放弃它们,而且在改变时确实会受到伤害。
ὁμοίως δὲ καὶ περὶ τῶν ἐπιτηδευμάτων λέγουσιν, οἷον ἀλουσίας λουτρῶν, ἱππασίας κυνηγεσίων, δρόμου πάλης, ἀγρυπνιῶν ὕπνων, ἡλιώσεως ψύξεως, φροντίδων ὅσα τ’ ἄλλα τοιαῦτα.
同样,他们也谈论各种活动,例如不洗澡、洗澡、骑马、狩猎、跑步、摔跤、不眠、睡眠、晒太阳、受冻、忧虑以及所有其它类似的事情。

词汇与语法注释

  1. 10ἀσυνήθεις ὄντας τοῦ τοιούτου — 中性单数属格 `τοῦ τοιούτου` 指代前文所述的“从诗句中间开始背诵”这一行为,由形容词 `ἀσυνήθεις`(不习惯)所支配。分词短语 `ἀσυνήθεις ὄντας` 修饰 `στίχους`(诗句),意为“对于该种(背诵方式)不习惯的诗句”。
  2. 20οὐχ ὅτι ἐν μέρει ἡμέρας ἀλλ’ οὐδὲ ἐν παντὶ βίῳ ἀναπαύων — 句式 `οὐχ ὅ提 ... ἀλλ' οὐδὲ ...` 是一种惯用表达,意为“不仅不……甚至也不……”。在此处表示强烈的递进否定:“不仅在一天之中的某一部分不停止[探求],甚至在终生之中也绝不让探求停息”(即一生都在不断地进行探求)。

引用这一段

盖伦, 论习惯 §1#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg103.humanitext-grc1:1%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。