§2#2καθάπερ οὖν ἐν τοῖς ζῴοις κατὰ γένος οὐ σμικρὰ διαφορὰ τῶν οἰκείων ἑκάστῳ τροφῶν ἐστιν, οὕτω καὶ κατ’ εἶδος ἐν τοῖς γένεσιν εὑρίσκονται διαφοραὶ μεγάλαι τῶν μὲν μηδὲ γεύσασθαι δυναμένων οἴνου, πάμπολυ δ’ ἑτέρων ἀλύπως πινόντων καὶ τῶν μέν, ὡς εἴρηται, τά τε τῶν βοῶν καὶ τράγων καὶ κριῶν κρέα μεθ’ ἡδονῆς μὲν ἐσθιόντων, πεττόντων δ’ ἀλύπως, τῶν δὲ μηδὲ τὴν ὀσμὴν αὐτῶν ὑπομενόντων, μήτι γε τὴν ἐδωδὴν καὶ εἰ δι’ ἀπορίαν ἐδέσματος ἑτέρου, καθάπερ ἐν λιμῷ γίνεται, βιάσαιντο σφᾶς αὐτοὺς προσάρασθαι τὸ τοιοῦτον κρέας, οὔτε πέψαι δυναμένων αὐτὸ χωρὶς βλάβης ἀνατρεπομένων τε τὴν ὄρεξιν ἐπὶ τῇ προσφορᾷ βαρυνομένων τε παραχρῆμα κἂν ἐρυγή τις αὐτοῖς ἐπιγένηται, μηδὲ ταύτης ἀλύπως ἀνεχομένων.
因此,正如在动物中,按“属”的级别,各自适合的食物有着不小的差异,同样,在这些“属”之中按“种”的级别,也发现了巨大的差异——有些人甚至无法尝酒,而另一些人则能毫无痛苦地饮用极多;正如所说,有些人不仅乐于食用牛肉、山羊肉和公羊肉,而且能毫无痛苦地消化,而另一些人甚至连它们的气味都无法忍受,更不用说食用了,如果因为缺少其他食物(如在饥荒中所发生的那样)而强迫自己摄入这种肉,他们不仅无法在免受伤害的情况下消化它,而且其食欲在提供这种食物时就会被颠覆(作呕),并且身体立刻感到沉重,即使他们打嗝,也无法毫无痛苦地忍受它。
ὅτι δὲ ταῦθ’ οὕτως ἔχοντα φαίνεται, πρῶτον μὲν ἐκείνου χρὴ μεμνῆσθαι, τοῦ προσφέρεσθαι τοὺς ἀνθρώπους ἥδιον ἄλλον ἄλλο κατὰ τὴν οἰκειότητα τῆς φύσεως ἔρχεσθαί τε πρὸς τὴν τῶν τοιούτων ἐδωδὴν μᾶλλον, ὥσπερ γε καὶ πρὸς τὴν τῶν εὐπέπτων αὐτοῖς εἶναι φανέντων, ἀποστρέφεσθαι δὲ καὶ φεύγειν ἀπὸ τῶν ἀηδῶν καὶ δυσπέπτων, ὥστε σημεῖον εἶναι τὸ ἔθος οἰκειότητος φυσικῆς.
对于这些事情显而易见是如此这一事实,我们首先必须记住,人类会根据本性的适合性,更愉快地去摄入这一个或那一个,并且更倾向于去食用那些在他们看来易于消化的东西,而背离并逃避那些令人不快且难以消化的东西,因此习惯是自然适合性的标志。
ὅτι δὲ καὶ αἰτία γίνεται πολλάκις, δῆλον ἐκ τῶν ἐν ἀρχῇ μὲν ἀηδῶς ἢ βλαβερῶς ὑπό τινων διατιθεμένων, εἰ δὲ κατὰ βραχὺ τὴν πρὸς αὐτὰ συνήθειαν ὑπομείναιεν, οὔτ’ ἀηδῶς οὔτε βλαβερῶς ἔτι διατιθεμένων.
但是,习惯也常常成为其原因,这从那些最初在某些事物影响下感到不适或受到伤害,但如果逐渐忍受对它们的习惯,便不再感到不适或受到伤害的人身上就可以清楚地看到。
ἡ δ’ αἰτία καὶ τοῦδε τοιαύτη τις ἐστίν· ὥσπερ ἀλλοιοῦται κατὰ ποιότητα τῶν ἐσθιομένων τε καὶ πινομένων ἕκαστον, οὕτω καὶ αὐτὸ διατίθησί πως τὸ ἀλλοιοῦν.
而这件事的原因也是这样的:正如每一个被吃和被喝的东西在性质上发生改变一样,同样地,它本身也以某种方式影响着使其发生改变的主体。
ἔνεστι δὲ καὶ τούτου λαβεῖν ἐναργὲς τεκμήριον ἐκ τῆς τῶν γεννωμένων χυμῶν διαφορᾶς ὑφ’ ἑκάστου τῶν ἐδεσμάτων·
我们也可以从每种食物所产生的体液的差异中,获得这一点的明白证据。
τὰ μὲν γὰρ μελαγχολικὸν αἷμα γεννᾷ, τὰ δὲ φλεγματικὸν ἢ τὴν ὠχράν τε καὶ ξανθὴν ὀνομαζομένην χολὴν οὐκ ὀλίγην ἔχον, ὥσπερ ἔνια καθαρὸν αἷμα·
因为有些食物产生黑胆汁质的血液,而有些则产生粘液质的血液,或者含有不少被称为淡黄色和黄色的胆汁的血液,正如有些食物产生纯净的血液一样。
διαφορὰν οὖν τινα καὶ τοῖς τρεφομένοις μορίοις ἀναγκαῖον γίνεσθαι πρὸς ἄλληλα κατὰ τὴν τοῦ τρέφοντος αἵματος ἰδέαν.
因此,被滋养的(身体)各部分之间,也必然会根据滋养它们的血液的性质而产生某种相互的差异。
ἐναργὲς δὲ τεκμήριον τῆς τῶν τρεφομένων ὁμοιώσεως πρὸς τὸ τρέφον ἡ τῶν φυτῶν τε καὶ σπερμάτων μεταβολὴ μέχρι τοσούτου γινομένη πολλάκις, ὡς τὸ βλαβερώτατον ἐν ἑτέρᾳ γῇ μεταφυτευθὲν εἰς ἑτέραν γῆν οὐ μόνον ἀβλαβὲς ἀλλὰ καὶ χρήσιμον γίνεσθαι.
而被滋养者向滋养者同化的明白证据,是植物和种子的变化,这种变化经常发生到如此程度,以至于最有害的植物被移植到另一种土壤中时,不仅变得无害,而且变得有用。
πολλὴ γὰρ καὶ ἡ τούτων πεῖρα τοῖς τὰ γεωργικά τε καὶ περὶ φυτῶν ὑπομνήματα συνθεῖσι, καθάπερ γε καὶ τοῖς περὶ τῆς τῶν ζῴων ἱστορίας γράψασι τῆς κατὰ τὰ χωρία γινομένης μεταβολῆς.
因为对于那些撰写农业和植物记录的人来说,关于这些事情有着丰富的经验,正如对于那些撰写动物志的人来说,关于根据地域而发生的变化有着丰富的经验一样。
ἐπεὶ τοίνυν οὐ μόνον ἀλλοιοῦται τὸ τρέφον ὑπὸ τοῦ τρεφομένου, ἀλλὰ καὶ αὐτό πως τιν’ ἀλλοιοῖ βραχεῖαν ἀλλοίωσιν, ἀναγκαῖόν ἐστι τὴν βραχεῖαν ταύτην ἀξιόλογον ἐν τῷ χρόνῳ γίνεσθαι, ὥστ’ εἰς ἴσον ἥκειν οἰκειότητι φυσικῇ τὴν ἐκ τῶν πολυχρονίων ἐθῶν.
因此,既然滋养者不仅被被滋养者所改变,而且其本身也以某种方式使[被滋养者]发生微小的改变,那么这种微小的改变随着时间的推移必然会变得显著,从而使长期习惯所带来的适合性达到与自然适合性同等的程度。