§1#8"ὁκόσοισι δὲ μὴ ἀνεμέουσι τὰ σιτία, ἢ καὶ κοιλίας ἔχουσιν ὑγρὰς, τουτέοισι πᾶσιν ἐναντίον τουτέου τοῦ τρόπου ξυμφέρει ποιέειν.
“但对于所有不吐出食物、或者肠胃溏泄的人,做与这种方法相反的事对他们所有人都是有益的。
"[q. 1]
Ἐπιτήδειον μὲν ἀνεμεῖν τὰ σιτία τοῖς ἤτοι διαῤῥύψαι βουλομένοις τὴν κοιλίαν, ἢ κένωσιν μετρίαν ποιήσασθαι τοῦ παντός.
” [q.1] 吐出食物适合于那些希望清洗肠胃、或者希望对全身进行适度排空的人。
ἀξιοῖ δὲ τούτους ἐσθίειν τε πολλάκις καὶ ποικίλα καὶ οἴνους πλείονας πίνειν.
他要求这些人多次进食、食物要多样、并饮用较多的葡萄酒。
ἔμπαλιν δὲ τοὺς μήτε ἐμεῖν βουλομένους, ὑγροτέρας τε τοῦ προσήκοντος ἔχοντας κοιλίας, ὡς ἐπισχέσεως δεῖσθαι, μήτε πο-λλάκις ἐσθίειν, μήτε πολυειδῆ σιτία τε καὶ οἴνους προσφέρεσθαι.
相反,对于那些既不愿呕吐、肠胃又比适当情况更为溏泄以至于需要收敛的人,[他要求他们]既不要多次进食,也不要摄入多种类的食物和葡萄酒。
τὸ μὲν γὰρ ἅπαξ φαγεῖν ἕν τι μονοειδὲς ἔνα τε πίνειν οἶνον εἰς τὸ κατα-σχεῖν αὐτὰ τὴν γαστέρα τε καὶ πέψαι συντελεῖ, τὰ δὲ ἐναντία πεφθῆναί τε δυσχερέστερα καὶ μεῖναι κατὰ τὴν γα-στέρα.
因为单次进食一种单一性质的食物并饮用一种葡萄酒,有助于胃部保持并消化它们,而相反的做法则更难消化,且会滞留在胃中。
παρὰ δὲ τὴν ποιότητα τῶν προσενηνεγμένων καὶ τὴν τάξιν τῆς προσφορᾶς, ἤτοι γ᾿ ἐπιπολάζειν αὐτὰ, ἢ ὑπέρ-χεσθαι κάτω συμβαίνει.
然而,根据所摄入之物的性质和摄入的顺序,它们要么会浮在表面,要么会向下溢出。
"Τὰ δὲ παιδία χρὴ τὰ νήπια βρέχειν ἐν θερμῷ ὕδατι που-λὺν χρόνον καὶ πίνειν ὑδαρέστατον τὸν οἶνον διδόναι καὶ μὴ ψυχρὸν παντάπασι.
“至于乳儿,应当让他们在温水中浸泡很长时间,并给予他们饮用兑水极多的葡萄酒,且绝不能是冰凉的。
τοῦτον δὲ διδόναι, ὃς ἥκι-στα τὴν γαστέρα μετεωρέει καὶ φῦσαν παρέξει.
应当给予那种最不易引起胃胀和产生气体的葡萄酒。
ταῦτα δὲ ποιέειν, ὅκως οἴ τε σπασμοὶ ἧσσον ἐπιλαμβάνωσιν καὶ μείζονα γίνηται καὶ εὐχροώτερα.
做这些事,是为了使他们较少发生抽搐,并且使他们长得更大、气色更好。
"[q. 2]
Αὐτὸς εἶπε τοὺς σκοποὺς τῆς εἰρημένης διαίτης. ἵνα γὰρ οἵ τε σπασμοὶ ἧσσον ἐπιλαμβάνωσι καὶ μείζοα γίγνηται καὶ εὐχροώτερα.
” [q.2] 他自己说明了上述膳食疗法的目的:“为了使他们较少发生抽搐,并且使他们长得更大、气色更好。
τὰ γὰρ ἐν ὕδατι θερμῷ βρεχό-μενα παιδία πλείονι χρόνῳ μαλακὰ διαμένει, τοῦτο δ᾿ εἰς τὸ μὴ σπᾶσθαι συντελεῖ.
”因为在温水中浸泡较长时间的孩子会保持柔软,而这有助于不发生抽搐。
τοὺς γὰρ σπασμοὺς αὐτὸς ὁ Ἱπ-ποκράτης τοῖς ἐντεταμένοις σώμασι μᾶλλον γίγνεσθαί φησι τῶν ἀνιεμένων καὶ χαλαρῶν, αὔξεται δὲ τὰ μαλακὰ σώματα ῥᾷον, ἐπειδὴ καὶ πάντη τὴν διάστασιν εὐκολωτέραν ἴσχῃ.
因为希波克拉底本人说,抽搐更容易发生于紧张的身体,而不是松弛和和缓的身体,而且柔软的身体更容易增长,因为它们在各个方向上的扩张也更为容易。
ὅτι δὲ τὰ μήτε σπασμοῖς ἁλισκόμενα καὶ καλῶς αὐξανόμενα τὴν ὅλην ἕξιν ὑγιεινὴν ἴσχει πρόδηλον παντί.
而那些既不被抽搐所困、又生长良好的人,其整个身体状态都是健康的,这对每个人来说都是显而易见的。
τοῦτ᾿ οὖν αὐτῷ δεδήλωται δι᾿ ἑνὸς γνωρίσματος οὐ μικροῦ τῆς εὐχροίας.
因此,这一点已被他通过一个不小的标志——即良好的气色——显明出来。
ἀλλὰ καὶ τὸν οἶνον ὑδαρῆ κελεύει πίνειν αὐτὰ, μὴ βουλό-μενος ὑπερθερμαίνεσθαι καὶ μάλιστα διὰ τὸ σπᾶσθαι πολ-λάκις αὐτὰ, ὃ πάλιν αὐτοῖς διὰ τὴν τῶν νεύρων ἀσθένειαν γίνεται καὶ τὴν ἀδηφαγίαν.
但他也命令他们饮用兑水稀释的葡萄酒,因为他不希望他们过度受热,尤其是因为他们经常发生抽搐,而这又是由于他们的神经衰弱和暴饮暴食所致。
διὰ τοῦτ᾿ οὖν αὐτὸς καὶ μὴ ψυχρὸν αὐτὰ πίνειν κελεύει.
正是因为这个原因,他自己也命令他们不要饮用冷的葡萄酒。
τὸ δὲ τοιοῦτον δεῖν εἶναι τὸν οἶνον, ὃς ἥκιστα φυσώδης ἐστὶν, ἅπασι κοινῇ συμφέρει τοῖς ἀνθρώποις, οὐ μόνον τοῖς νηπίοις.
而葡萄酒应当是那种最不易产生气体的类型,这不仅对婴儿有益,对所有人类也都是普遍有益的。
"Τὰς δὲ γυναῖκας ὧδε χρὴ διαιτᾶσθαι τῷ ξηροτέρῳ τρόπῳ.
“女性应当以更干燥的方式生活。
καὶ γὰρ τὰ ξηρὰ σιτία ἐπιτηδειότερα πρὸς τὴν μαλθακό-τητα τῶν γυναικείων σαρκῶν καὶ τὰ πόματα ἀκρητέστερα ἀμείνω πρὸς τὰς ὑστέρας καὶ τὰς κυητροφίας.
因为干燥的食物更适合女性肉体的柔软,而较纯的饮料对子宫和孕育胎儿更为有利。
"[q. 3]
Τὰς γυναῖκας ἀξιώσας διαιτᾶσθαι τῷ ξηροτέρῳ τρόπῳ, ὁποῖός τέ ἐστιν οὗτος αὐτὸς ὑπέγραψεν.
” [q.3] 在要求女性以更干燥的方式生活之后,他自己也描绘了这究竟是怎样的一种方式。
ἔχει δὲ ἀντιλο-γίαν ἡ δόξα τἀνδρός.
但这个人的观点存在争议。
εἰ μὲν γὰρ παρὰ φύσιν ἦν ταῖς γυ-ναιξὶν ὑγραῖς εἶναι, καθάπερ ἐπί τε τῶν δυσκράτων φύσεων καὶ τῶν νοσούντων ὑγρὸν νόσημα, καλῶς ἂν αὐτὰς ἐξήρα-νεν· ἐπειδὴ δὲ τοῦτο κατὰ φύσιν αὐταῖς ἐστι, φυλάττειν αὐτὸ χρὴ, πλὴν εἰ τὴν ὑγιεινήν ποτε συμμετρίαν ὑπερβαίη.
因为,如果女性身体湿润是违背天性的(就像体质不调和者或患有湿性疾病的人那样),那么他将她们干燥化就是对的;但既然这对她们来说是顺应天性的,我们就应当予以维持,除非它在某些时候超出了健康的适度比例。
ἀλλὰ τοῦτό γε κᾀπὶ τῶν ἀνδρῶν ἐσκοπούμεθα.
但我们在男性的情况中也考虑到了这一点。
καὶ γὰρ καὶ τούτοις ξηροτέροις μὲν εἶναι τῶν γυναικῶν κατὰ φύσιν ἐστίν.
因为对他们来说,比女性更干燥也是顺应天性的。
ἐπειδὰν δὲ τῆς προσηκούσης ξηρότητος ἐπὶ πλέον προέλθωσι, τότ᾿ αὐτῶν τὴν δυσκρασίαν ἐπανορθούμεθα διὰ τῶν ἐναντίων.
可是当他们超出了适当的干燥程度而进一步发展时,我们就会用相反的方法来纠正他们的体质失调。
"Τοὺς γυμναζομένους χρὴ χειμῶνος καὶ τρέχειν καὶ παλαίειν, τοῦ θέρεος παλαίειν μὲν ὀλίγα, τρέχειν δὲ μὴ, περιπα-τέειν δὲ πολλὰ κατὰ ψῦχος.
“锻炼身体的人,在冬季应当既跑步又摔跤,在夏季则应当少摔跤、不跑步,而在凉爽时多散步。
"[q. 4]
Γυμνασίων διαφορὰς οἰκείων ταῖς ὥραις διδάσκει, τοῦ μὲν χειμῶνος θερμαίνειν καὶ ξηραίνειν δυναμένων, τοῦ δὲ θέρους ἔμπαλιν.
” [q.4] 他教授了适合于不同季节的锻炼差异,因为冬季的锻炼能够使人温热和干燥,而夏季的锻炼则相反。
"Ὁκόσοι κοπιῶσιν ἐκ τῶν δρόμων, τουτέους παλαίειν χρή. ὁκόσοι δ᾿ ἂν παλαίοντες κοπιῶσι, τουτέους χρὴ τρέχειν.
“因跑步而疲劳的人应当摔跤;因摔跤而疲劳的人应当跑步。
οὕτω γὰρ ἂν ὁ ταλαιπωρέων τῷ κοπιῶντι τοῦ σώματος διαθερμαίνοιτο καὶ συνιστοῖτο καὶ διαναπαύοιτο μάλιστα.
因为通过这种方式,因身体疲劳部分而受苦的人将得到温热、凝聚,并能得到最好的休息。
"[q. 5]
Εἰ οὕτως ἐγέγραπτο πάντα τοῖς δογματικοῖς ἰα-τροῖς, οὐκ ἂν εἶχον ἀφορμὴν πολυλογίας οἱ ἐξηγηταί.
” [q.5] 如果独断派医生们把所有事情都写得像这样,注释家们就没有借口长篇大论了。
λέγω δ᾿ οὕτως ὡς προσθεῖναι τὴν αἰτίαν, δι᾿ ἣν ὧδέ πως ἐκέ-λευσε πράττειν ἡμᾶς, ὅπερ νῦν ἐποίησεν ὁ Πόλυβος.
我说“像这样”,是指加上他命令我们如此行事的原因,而这正是波吕波斯现在所做的。
"Ὁκόσους γυμναζομένους μάλιστα διάῤῥοιαι λαμβάνουσι καὶ τὰ ὑποχωρήματα σιτώδεα καὶ ἄπεπτα, τουτέοισι τῶν τε γυμνασίων ἀφαιρέειν, μὴ ἔλασσον τοῦ τρίτου μέρους καὶ τῶν σιτίων τοῖσιν ἡμίσεσι χρέεσθαι.
“在锻炼身体的人中,凡是特别容易拉肚子、且排泄物呈谷物状和未消化状态的人,应当减少至少三分之一的锻炼,并仅食用平时一半的食物。
δῆλον γὰρ δὴ ὅτι ἡ κοιλίη ξυνθάλπειν οὐ δύναται, ὥστε πέσσεσθαι τὸ πλῆ-θος τῶν εἰσιόντων σιτίων.
因为很明显,肠胃无法足够地温热,以至于不能消化大量摄入的食物。
ἔστω δὲ τουτέοισι τὰ σιτία ἄρτος ὡς ἐξοπτότατος ἐν οἴνῳ ἐντετριμμένος καὶ τὰ πό-ματα ὡς ἐλάχιστα καὶ ἀκρητέστατα, καὶ περιπάτοισι μὴ χρεέσθωσαν ἀπὸ τοῦ σιτίου.
对于这些人,他们的食物应当是尽可能烤透的、浸在葡萄酒中的面包碎,饮料应当尽可能少且尽可能纯,并且饭后不应当散步。
μονοσιτέειν δὲ χρὴ ὑπὸ τοῦτον τὸν χρόνον, οὕτω γὰρ ἂν μάλιστα ξυνθάλποιτο ἡ κοιλίη καὶ τῶν εἰσιόντων ἐπικρατέοι.
在此期间应当一日一餐,因为这样肠胃最容易温热,从而能够克制(消化)摄入的食物。
γίνεται δὲ ὁ τρό-πος οὗτος τῆς διαῤῥοίης τῶν σωμάτων μάλιστα τοῖσι πυ-κνοσάρκοισιν, ὁκόταν ἀναγκάζηται ὁ ἄνθρωπος κρεηφαγέειν, τῆς φύσιος ὑπαρχούσης τοιαύτης.
这种拉肚子最常发生于肌肉结实的人身上,当他们由于天性如此而被强迫吃肉时。
αἱ γὰρ φλέβες πυκνω-θεῖσαι οὐκ ἀντιλαμβάνονται τῶν σιτίων τῶν εἰσιόντων.
因为血管变密后,便无法吸收摄入的食物。
"[q. 6]
” [q.6]