← ガレノス

ヒポクラテス『健康な食事法について』注釈

§1#8

軟便体質者や子供の養生法と消化不良への対処

著者(ガレノス)は、下痢をしやすい人や子供、女性の養生法について述べ、さらに季節ごとの運動法や疲労時の対処、消化不良に伴う下痢の対策とその原因を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1#8

ὁκόσοισι δὲ μὴ ἀνεμέουσι τὰ σιτία, ἢ καὶ κοιλίας ἔχουσιν ὑγρὰς, τουτέοισι πᾶσιν ἐναντίον τουτέου τοῦ τρόπου ξυμφέρει ποιέειν. Ἐπιτήδειον μὲν ἀνεμεῖν τὰ σιτία τοῖς ἤτοι διαῤῥύψαι βουλομένοις τὴν κοιλίαν, ἢ κένωσιν μετρίαν ποιήσασθαι τοῦ παντός. ἀξιοῖ δὲ τούτους ἐσθίειν τε πολλάκις καὶ ποικίλα καὶ οἴνους πλείονας πίνειν. ἔμπαλιν δὲ τοὺς μήτε ἐμεῖν βουλομένους,1 ὑγροτέρας τε τοῦ προσήκοντος ἔχοντας κοιλίας, ὡς ἐπισχέσεως δεῖσθαι, μήτε πολλάκις ἐσθίειν, μήτε πολυειδῆ σιτία τε καὶ οἴνους προσφέρεσθαι. τὸ μὲν γὰρ ἅπαξ φαγεῖν ἕν τι μονοειδὲς ἕνα τε πίνειν οἶνον εἰς τὸ κατασχεῖν αὐτὰ τὴν γαστέρα τε καὶ πέψαι συντελεῖ, τὰ δὲ ἐναντία πεφθῆναί τε δυσχερέστερα καὶ μεῖναι κατὰ τὴν γαστέρα. παρὰ δὲ τὴν ποιότητα τῶν προσενηνεγμένων καὶ τὴν τάξιν τῆς προσφορᾶς, ἤτοι γ’ ἐπιπολάζειν αὐτὰ, ἢ ὑπέρχεσθαι κάτω συμβαίνει. Τὰ δὲ παιδία χρὴ τὰ νήπια βρέχειν ἐν θερμῷ ὕδατι πουλὺν χρόνον καὶ πίνειν ὑδαρέστατον τὸν οἶνον διδόναι καὶ μὴ ψυχρὸν παντάπασι. τοῦτον δὲ διδόναι, ὃς ἥκιστα τὴν γαστέρα μετεωρέει καὶ φῦσαν παρέξει. ταῦτα δὲ ποιέειν, ὅκως οἵ τε σπασμοὶ ἧσσον ἐπιλαμβάνωσιν καὶ μείζονα γίνηται καὶ εὐχροώτερα. Αὐτὸς εἶπε τοὺς σκοποὺς τῆς εἰρημένης διαίτης. ἵνα γὰρ οἵ τε σπασμοὶ ἧσσον ἐπιλαμβάνωσι καὶ μείζονα γίγνηται καὶ εὐχροώτερα. τὰ γὰρ ἐν ὕδατι θερμῷ βρεχόμενα παιδία πλείονι χρόνῳ μαλακὰ διαμένει, τοῦτο δ’ εἰς τὸ μὴ σπᾶσθαι συντελεῖ. τοὺς γὰρ σπασμοὺς αὐτὸς ὁ Ἱπποκράτης τοῖς ἐντεταμένοις σώμασι μᾶλλον γίγνεσθαί φησι τῶν ἀνιεμένων καὶ χαλαρῶν, αὔξεται δὲ τὰ μαλακὰ σώματα ῥᾷον, ἐπειδὴ καὶ πάντη τὴν διάστασιν εὐκολωτέραν ἴσχῃ. ὅτι δὲ τὰ μήτε σπασμοῖς ἁλισκόμενα καὶ καλῶς αὐξανόμενα τὴν ὅλην ἕξιν ὑγιεινὴν ἴσχει πρόδηλον παντί. τοῦτ’ οὖν αὐτῷ δεδήλωται δι’ ἑνὸς γνωρίσματος οὐ μικροῦ τῆς εὐχροίας. ἀλλὰ καὶ τὸν οἶνον ὑδαρῆ κελεύει πίνειν αὐτὰ, μὴ βουλόμενος ὑπερθερμαίνεσθαι καὶ μάλιστα διὰ τὸ σπᾶσθαι πολλάκις αὐτὰ, ὃ πάλιν αὐτοῖς διὰ τὴν τῶν νεύρων ἀσθένειαν γίνεται καὶ τὴν ἀδηφαγίαν. διὰ τοῦτ’ οὖν αὐτὸς καὶ μὴ ψυχρὸν αὐτὰ πίνειν κελεύει. τὸ δὲ τοιοῦτον δεῖν εἶναι τὸν οἶνον, ὃς ἥκιστα φυσώδης ἐστὶν, ἅπασι κοινῇ συμφέρει τοῖς ἀνθρώποις, οὐ μόνον τοῖς νηπίοις. Τὰς δὲ γυναῖκας ὧδε χρὴ διαιτᾶσθαι τῷ ξηροτέρῳ τρόπῳ. καὶ γὰρ τὰ ξηρὰ σιτία ἐπιτηδειότερα πρὸς τὴν μαλθακότητα τῶν γυναικείων σαρκῶν καὶ τὰ πόματα ἀκρητέστερα ἀμείνω πρὸς τὰς ὑστέρας καὶ τὰς κυητροφίας. Τὰς γυναῖκας ἀξιώσας διαιτᾶσθαι τῷ ξηροτέρῳ τρόπῳ, ὁποῖός τέ ἐστιν οὗτος αὐτὸς ὑπέγραψεν. ἔχει δὲ ἀντιλογίαν ἡ δόξα τἀνδρός. εἰ μὲν γὰρ παρὰ φύσιν ἦν ταῖς γυναιξὶν ὑγραῖς εἶναι, καθάπερ ἐπί τε τῶν δυσκράτων φύσεων καὶ τῶν νοσούντων ὑγρὸν νόσημα, καλῶς ἂν αὐτὰς ἐξήρανεν· ἐπειδὴ δὲ τοῦτο κατὰ φύσιν αὐταῖς ἐστι, φυλάττειν αὐτὸ χρὴ, πλὴν εἰ τὴν ὑγιεινήν ποτε συμμετρίαν ὑπερβαίη. ἀλλὰ τοῦτό γε κᾀπὶ τῶν ἀνδρῶν ἐσκοπούμεθα. καὶ γὰρ καὶ τούτοις ξηροτέροις μὲν εἶναι τῶν γυναικῶν κατὰ φύσιν ἐστίν. ἐπειδὰν δὲ τῆς προσηκούσης ξηρότητος ἐπὶ πλέον προέλθωσι, τότ’ αὐτῶν τὴν δυσκρασίαν ἐπανορθούμεθα διὰ τῶν ἐναντίων. Τοὺς γυμναζομένους χρὴ χειμῶνος καὶ τρέχειν καὶ παλαίειν, τοῦ θέρεος παλαίειν μὲν ὀλίγα, τρέχειν δὲ μὴ, περιπατέειν δὲ πολλὰ κατὰ ψῦχος. Γυμνασίων διαφορὰς οἰκείων ταῖς ὥραις διδάσκει, τοῦ μὲν χειμῶνος θερμαίνειν καὶ ξηραίνειν δυναμένων, τοῦ δὲ θέρους ἔμπαλιν. Ὁκόσοι κοπιῶσιν ἐκ τῶν δρόμων, τουτέους παλαίειν χρή. ὁκόσοι δ’ ἂν παλαίοντες κοπιῶσι, τουτέους χρὴ τρέχειν. οὕτω γὰρ ἂν ὁ ταλαιπωρέων τῷ κοπιῶντι τοῦ σώματος διαθερμαίνοιτο καὶ συνιστοῖτο καὶ διαναπαύοιτο μάλιστα. Εἰ οὕτως ἐγέγραπτο πάντα τοῖς δογματικοῖς ἰατροῖς, οὐκ ἂν εἶχον ἀφορμὴν πολυλογίας οἱ ἐξηγηταί. λέγω δ’ οὕτως ὡς προσθεῖναι τὴν αἰτίαν, δι’ ἣν ὧδέ πως ἐκέλευσε πράττειν ἡμᾶς, ὅπερ νῦν ἐποίησεν ὁ Πόλυβος. Ὁκόσους γυμναζομένους2 μάλιστα διάῤῥοιαι λαμβάνουσι καὶ τὰ ὑποχωρήματα σιτώδεα καὶ ἄπεπτα, τουτέοισι τῶν τε γυμνασίων ἀφαιρέειν, μὴ ἔλασσον τοῦ τρίτου μέρους καὶ τῶν σιτίων τοῖσιν ἡμίσεσι χρέεσθαι. δῆλον γὰρ δὴ ὅτι ἡ κοιλίη ξυνθάλπειν οὐ δύναται, ὥστε πέσσεσθαι τὸ πλῆθος τῶν εἰσιόντων σιτίων. ἔστω δὲ τουτέοισι τὰ σιτία ἄρτος ὡς ἐξοπτότατος ἐν οἴνῳ ἐντετριμμένος καὶ τὰ πόματα ὡς ἐλάχιστα καὶ ἀκρητέστατα, καὶ περιπάτοισι μὴ χρεέσθωσαν ἀπὸ τοῦ σιτίου. μονοσιτέειν δὲ χρὴ ὑπὸ τοῦτον τὸν χρόνον, οὕτω γὰρ ἂν μάλιστα ξυνθάλποιτο ἡ κοιλίη καὶ τῶν εἰσιόντων ἐπικρατέοι. γίνεται δὲ ὁ τρόπος οὗτος τῆς διαῤῥοίης τῶν σωμάτων μάλιστα τοῖσι πυκνοσάρκοισιν, ὁκόταν ἀναγκάζηται ὁ ἄνθρωπος κρεηφαγέειν, τῆς φύσιος ὑπαρχούσης τοιαύτης. αἱ γὰρ φλέβες πυκνωθεῖσαι οὐκ ἀντιλαμβάνονται τῶν σιτίων τῶν εἰσιόντων.

「しかし、食物を吐き戻さない人々、あるいは胃腸が緩い人々にとって、これらすべての人々には、この方法と反対のことを行うことが有益である。」 食物を吐き戻すことは、胃腸を洗い流したいと望む人々、あるいは体全体の適度な排泄を行いたいと望む人々にとって適している。そして彼は、これらの人々が何度も、かつ多様な食事をし、より多くのワインを飲むことを求めている。逆に、嘔吐することを望まず、かつ適正な状態よりも胃腸が緩いために引き締めを必要とする人々が、何度も食事をすることも、多種多様な食物やワインを摂取することもしないように(彼は求めている)。なぜなら、一度に一種類の単純なものを食べ、一種類のワインを飲むことは、胃がそれらを保持し消化することに貢献するが、それと反対のことは、消化されるのがより困難であり、かつ胃の中に留まるからである。しかし、摂取されたものの性質や摂取の仕方の順序によって、それらが表面に浮き上がるか、あるいは下へとあふれ出ることが起こるのである。 「乳幼児については、温かいお湯に長い時間浸し、極めて水で薄めたワインを、決して冷たくはない状態で与えて飲ませるべきである。そして、胃を最も膨らませず、ガスを発生させないようなワインを与えるべきである。これらのことを行うのは、痙攣が彼らを襲うことがより少なくなり、彼らがより大きく、より血色の良い肌になるようにするためである。」 彼自身が、述べられた養生法の目的を語っている。「痙攣が彼らを襲うことがより少なくなり、より大きく、より血色の良い肌になるように」と。なぜなら、温かいお湯に長い時間浸される子供たちは柔らかい状態を維持し、このことは痙攣を起こさないことに貢献するからである。なぜなら、ヒッポクラテス自身、痙攣は緩んで弛緩した身体よりも、緊張した身体により多く起こると言っているからである。また、柔らかい身体はより容易に成長する。あらゆる方向への拡張をより容易に行うからである。そして、痙攣に襲われることもなく、健康に成長するものが、身体全体の組織を健全に保つということは、誰にとっても極めて明白である。それゆえ、このことは彼によって、肌色の良さという、小さくない一つの兆候を通じて明らかにされている。しかし彼はまた、子供たちが過度に熱せられるのを望まず、また何よりも彼らがしばしば痙攣を起こすのを防ぐために、ワインを水で薄めて飲むように命じている。そしてその痙攣は、彼らにおいては神経の弱さと過食のせいで再び起こるものなのである。それゆえ、彼自身、子供たちが冷たい状態で飲むことも禁じている。しかし、ワインが最もガスを発生させないようなものであるべきだということは、乳幼児だけでなく、すべての人々に共通して有益なことである。 「女性は次のように、より乾燥した方法で生活すべきである。なぜなら、乾燥した食物は女性の肉体の柔らかさに適しており、また、より生に近い飲み物は子宮や妊娠・育児により適しているからである。」 彼は女性たちに対して、より乾燥した方法で生活することを求めた上で、これがどのようなものであるかを彼自身が書き記している。しかし、この著者の意見は議論の余地がある。なぜなら、もし女性たちが湿っていることが、不調和な体質や、湿った病気に罹っている病人の場合のように、本性に反するものであるならば、彼女たちを乾燥させることは正しかったであろう。しかし、これが彼女たちにとって本性に適ったことである以上、それを維持すべきである。それが健康的な適度な割合を越えてしまう場合を除いては。しかし、まさにこのことを私たちは男性についても考慮しているのである。なぜなら、男性にとっても、女性よりも乾燥していることが本性に適っているからである。しかし、彼らがふさわしい乾燥さを超えてさらに進行してしまったとき、そのとき私たちは、彼らの体質不調和を反対のものによって是正するのである。 「運動をする者は、冬には走り、かつレスリングをすべきであり、夏にはレスリングを少しだけ行い、走ることはせず、涼しい時間に多く散歩すべきである。」 彼は季節に適した運動の違いを教えている。冬の運動は体を温め乾燥させることができるのに対し、夏の運動は逆に作用するからである。 「走ることによって疲労している人々は、レスリングをすべきである。レスリングをして疲労している人々は、走るべきである。なぜなら、そのようにすることで、身体の疲労している部分を酷使している者が、温まり、凝縮し、最もよく休息することができるからである。」 もし、独断派の医師たちにとって、すべてのことがこのように書かれていたならば、注釈者たちが長広舌を振るう口実を持つことはなかったであろう。私が「このように」と言うのは、私たちがこのように行うよう彼が命じた理由を付け加えることであり、まさにそれを今、ポリュボスが行ったのである。 「運動をしている人々の中で、とりわけ下痢に襲われ、排泄物が未消化で食べ物の形を留めている人々、これらについては、運動を少なくとも三分の一は減らし、食物は通常の半分を用いるべきである。なぜなら、胃が入ってくる多量の食物を消化できるほどに温めることができないのは、極めて明白だからである。そして、これらの人々にとっての食物は、極めてよく焼かれたパンをワインに浸したものであるべきであり、飲み物はできるだけ少なく、かつ極めて生に近いものであるべきである。また、食後に散歩をすべきではない。この時期には一日一食にすべきである。そうすれば胃が最も温まり、入ってくる食物を制御できるからである。このような下痢は、身体の肉が引き締まった人々において、本性がそのような状態にあるときに肉食を強いられると、とりわけ生じる。なぜなら、血管が凝縮して、入ってくる食物を吸収できないからである。」

構文注2 件
  1. 1ἔμπαλιν δὲ τοὺς μήτε ἐμεῖν βουλομένους

    この文は、前文の動詞 ἀξιοῖ(要求する、ふさわしいとする)によって支配される対格不定詞構文(対格 τοὺς ... βουλομένους、不定詞 ἐσθίειν および προσφέρεσθαι)を継続している。ἔμπαλιν(逆に)によって、前文の「嘔吐が必要な者」から「嘔吐を望まない者」への指示の切り替えを明確にしている。

  2. 1Ὁκόσους γυμναζομένους

    文頭の対格 ὁκόσους γυμναζομένους は、主節の動詞部分である τουτέοισι ... ἀφαιρέειν(これらについて減らすべきである)の与格 τουτέοισι と格が一致しない、破格(アナコルトン)の例である。文を書き出す際に関心のある対象を対格で提示し、後に代名詞の与格で受け直している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(26 件・最終 2026-11-24)
  • 2026-11-24 AI校閲 — patch 1 件
  • 2026-11-24 AI校閲 — 訳文 5 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
  • 2026-09-16 OCRの誤りの修正 — 原文 19 件
urn:cts:greekLit:tlg0057.tlg086.humanitext-grc1:1#8