Humanitext Reader

盖伦 · 论语言上的诡辩 §3#2

潜在与表象中的双重性及其诡辩分类

第 4 段,共 5 段 · 希腊语

内容简介

作者论述了诡辩家如何利用潜在的(重音、结合和分割)以及表象中的双重性来制造谬误,并借用医学的比喻,论证了这些划分是基于系统的学术方法而非偶然。

§3#2τῷ γὰρ τὸν λόγον ἐπιδέχεσθαι διὰ τούτων τὸ διττὸν, λαβόντες θάτερον κατ᾿ ἀρχὰς οἱ σοφισταὶ, θάτερον συνάγουσι, μεταβάλλοντες μὲν διὰ τούτων τὸν λόγον, πάντως γὰρ οὐκ ἂν ἄλλως τὸ σόφισμα συμβαίη, συλλογιζόμενοι δὲ ὡς ταὐτὸ λαμβάνοντες, ὥσπερ ἕν τι λογικὸν ὄνομα καὶ ἴδιον ἀνθρώπου, τὸ λογικὸν ἄρα ἓν ἴδιον ἀνθρώπου· καὶ εἰ ὅρος ἐνταῦθα εἱστήκει ὁ τὸ χωρίον, ὅρος δ᾿ ἐνταῦθα οὐχ ἕστηκε καὶ λάθοι μὲν οὐδένα τὸ κίβδηλον·
因为,由于言辞通过这些手段接受了双重性,诡辩家们在开始时采用了其中一个意义,进而推导出另一个意义,通过这些手段改变了言辞——因为若非如此,谬误绝不会发生——而且他们的推论就好像他们采用的是同一个事物,正如若“理性的”是一个单一的名词且是人的特有属性,因此“理性的”就是人的一个特有属性;又如,如果在这里“oros”立着是指边界,而另一处“oros”并没有立着,且这种伪造不会瞒过任何人。
αὐτὰρ οὐκ ὀκνοῦσιν οἱ σοφισταὶ πανταχῆ σμικρὸν φροντίζειν τοῦ εὐλόγου· ἐπεὶ κᾀν τοῖς ἐνεργείᾳ διττοῖς οὗτοί γε ταὐτὸν τοῦτο ποιοῦσι.
然而,诡辩家们毫不犹豫地在任何方面都不去关心合理性;因为即使在那些在现实中具有双重性的事物中,他们也完全做着这同一件事。
λαβόντες γὰρ ἕτερον συλλογίζονται· ἀλλ᾿ ἐκεῖ μὲν ἀφανέστερον ὅτι καὶ ὁτιοῦν σημαίνῃ ἂν |ὁ λόγος, ὁμολογηθείη· ἐνταῦθα δὲ προδήλως,  διὸ καὶ αὐτοῦ τοῖς ὀνόμασι καὶ λόγοις Ἀριστοτέλης ἔφη· οἱ μὲν γὰρ κᾀκεῖ εἰσιν οἱ τὸ εἶδος σοφισταὶ βιαζόμενοι·
因为他们采用了另一个意义来进行推论;但是在那里,无论言辞可能表示什么都会被同意,这一点较不明显,而在这里则极其明显,所以亚里士多德也说,“通过这些名词和言辞本身”;因为在那些地方,强行歪曲其形式的也是这些诡辩家。
ἐπεὶ δὲ ἔχομεν τὸ ἐνεργείᾳ τε καὶ δυνάμει, λείπεται φαντασίᾳ· τοῦτο δέ ἐστι τὸ παρὰ τὸ σχῆμα τῆς λέξεως, καθάπερ ἐλέγετο ἔμπροσθεν·
但是,既然我们已经得到了在现实中和在潜在中的情况,剩下的就是在表象中的了;而这就是如前所述,由于表达的形式。
φαίνεται γὰρ καὶ τὸ ὄνομα διττὸν οὐχ οὕτως ἔχον καὶ ὁ λόγος ὁμοίως καὶ οὐ τοσοῦτον καθ᾿ ἕκαστον τῶν προειρημένων·
因为即使是一个名词,在不是双重的时候也会显得是双重的,言辞同样如此,虽然不像在前述的每种情况中那么明显。
τὰ παραδείγματα λάβοι τὶς ἂν ἔκ τε τῶν καὶ Εὐδήμου κᾀξ ἄλλων·
人们可以从欧德谟斯著作及其他著作中取得这些例子。
ἐπεὶ δ᾿ οὖν ἔχομεν πάντας κατειλεγμένους τοὺς τρόπους, ἂν γένοιτό τι διττὸν, ἔχομεν πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα.
因此,既然我们已经列举了所有的方式,如果产生任何双重性,我们便掌握了所有由于文字而产生的谬误。
ταῦτα γὰρ οὖν ἐστι, ἢ παρὰ τὸ διττόν· ἐχόμενον δὲ καὶ τὸ τοσαυταχῶς αὐτοῖς τοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὸν δηλώσαιμεν, ὅτι ἢ ἐνεργείᾳ, ἢ δυνάμει, ἢ φαντασίᾳ.
因为这些谬误确实要么是由于双重性,要么紧随其后,我们会通过这些名词和言辞本身以同样多的方式表明它们并不表示相同的意思,即要么在现实中,要么在潜在中,要么在表象中。
δῆλον δ᾿ ὅτι καὶ συλλογισμοῦ τρόπον, ὁποῖόν τις ἂν προέλοιτο, δυνατὸν ποιεῖν, ἅπαξ γε τὴν διαίρεσιν ἔχοντα καὶ ἐξ εὐθείας καὶ εἰς τὸ ἀδύνατον ἀπάγοντα.
显然,无论人们选择哪种推论方式,一旦掌握了这种划分,无论是通过直接证明还是通过归谬法,都是可以做到的。
εἰ γὰρ τὸ δυνατὸν, ἀλλ᾿ ἔσται οὔτ᾿ ἐν ὀνόματι οὔτ᾿ ἐν λόγῳ, οὔτ᾿ ἐνεργείᾳ, οὔτε δυνάμει, οὔτε φαντασίᾳ· παρὰ ταῦτα δ᾿ οὐδὲν ὁ λόγος ἐδείκνυ·
因为如果这是可能的,但它却既不存在于名词中,也不存在于言辞中,既不存在于现实中,也不存在于潜在中,亦不存在于表象中;而论证除此以外没有显示任何其他东西。
κατ᾿ αὐτὸ μὲν ἀφωρίσθω τὸν τρόπον τοῦτον·
就让它按照这种方式本身被规定吧。
ὅτι δ᾿ οὐ κατ᾿ αὐτὸν τὴν διαίρεσιν εὑρήκαμεν, οὐ γὰρ Ἀριστοτέλει χαριζόμεθα νῦν. ἀλλὰ ταῦτα ἅπαντα κατὰ τὴν μέθοδον γέγραπται, δῆλον·
但这并不是因为我们迎合他而发现了这种划分——因为我们现在并非在奉承亚里士多德——然而,这一切都是按照方法写成的,这是显而易见的。
τὸ μὲν γὰρ ἢ ἐν ὀνόματι δεῖν, ἢ ἐν λόγῳ τὸ διττὸν εἶναι σαφῶς αὐτὸς εἴρηκεν ἐν οἷς φησιν ὅτι τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις τὸ ἐνεργείᾳ, ἢ δυνάμει, ἢ φαντασίᾳ γνώριμον ἐκ τῆς τάξεως·
因为双重性必须存在于名词中或言辞中,他自己已经在那些他说通过相同的名词和言辞在现实、潜在或表象中的情况可以从顺序中获知的通道中清楚地说明了。
γέγραπται γοῦν ἀφωρισμένα καθ᾿ ἕκαστον εἶδος ἢ γένος τὰ ὁμογενῆ, καὶ πρῶτα μὲν τὰ ἐνεργείᾳ, δεύτερον δὲ τὰ δυνάμει, τρίτον δὲ τὰ φαντασίᾳ, καθάπερ δίκαιον, ἢ διὰ τί ποτ᾿ οὐ συγκέχυται ταῦτα· ἀλλ᾿ ὡς γελοῖον ἴσως καὶ τὸ τῶν τοιούτων ἑτέραν πίστιν πειρᾶσθαι φέρειν, μὴ τὴν ἐκ τοῦ πράγματος·
至少,同类的事物是按照每个种或类被区分开来写成的,首先是在现实中的,其次是在潜在中的,第三是在表象中的,这是理所当然的,否则,为什么这些事物从未被混淆呢?
εἰ γὰρ οὕτως ἔχει καθάπερ ἡ τέχνη φησὶ δηλονότι καὶ γέγονε κατ᾿ αὐτὴν, ὥσπερ ἡ ἰατρικὴ, τομήν τινα οὐκ ἂν τύχῃ οὐδὲ ταὐτόματα ἐργάσαιτο·
但是,对于这些事情,试图带来另一种证明,而不是来自事实本身的证明,或许是荒谬的;因为如果事物确实如该技术所言、且按照该技术产生,图像医术一样,它就不会凭偶然进行任何划分,也不会自发地进行。
ταῦτα μὲν οὖν ὑπὲρ τούτων ἱκανὰ πρὸς τὸ παρόν ἐστιν.
因此,关于这些事情,目前这些已经足够了。

词汇与语法注释

  1. p.592τῷ γὰρ τὸν λόγον ἐπιδέχεσθαι — 带与格中性冠词的不定式短语(τῷ ... ἐπιδέχεσθαι)表示手段或原因,理解为“通过言辞接受……”。对格的 τὸν λόγον 是不定式 ἐπιδέχεσθαι 的逻辑主语,而 τὸ διττόν 是其宾语。
  2. p.592ὥσπερ ἕν τι λογικὸν ὄνομα καὶ ἴδιον ἀνθρώπου — 这是一个利用具有双重意义的 λογικόν(“理性的”和“逻辑的/与言辞相关的”)进行诡辩推理的例子。前半部分在作为人类特有属性(ἴδιον)的“理性的”意义上被使用,后半部分则转变为仅作为名词分类(ὄνομα)的“逻辑的(与逻各斯相关的)”,从而混淆了这两种意义。
  3. 77καὶ λάθοι μὲν οὐδένα τὸ κίβδηλον — 希求语气 λάθοι 要么与由 εἰ 引导的条件从句(εἱστήκει、ἕστηκε)并列,要么单用以表示潜在或推测性的判断(“这种伪造不会瞒过任何人”)。这里的 κίβδηλον(伪造/假货)指由重音或气符差异引起的言辞上的欺骗。
  4. p.594τομήν τινα οὐκ ἂν τύχῃ οὐδὲ ταὐτόματα ἐργάσαιτο — 这是一个巧妙的比喻,使用了兼具医学上的“切口”和逻辑学上的“划分”双重含义的多义词 τομή。它强调,基于某种技术(τέχνη)的划分应当按照学术规则必然地进行,就像医学上的切口不会凭偶然或自发(ταὐτόματα)进行一样。

引用这一段

盖伦, 论语言上的诡辩 §3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg082.humanitext-grc1:3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。