§4[Οἱ τῆς ἀμφιβολίας καὶ τῶν ἄλλων σοφισμάτων τρόποι.
[双重性及其他诡辩的树立方式。
] Εἴρηται δέ τινα καὶ τοῖς Στωϊκοῖς περὶ τῶν τοῦ μέρους δικαίων ἐπελθοῦσιν ἰδεῖν, εἴ τις ἔξω πίπτει τρόπος εἶναι εἰρημένων.
] 但是,探讨了部分的正当性的斯多葛学派,为了观察在已说的之外是否还有其他方式遗漏在外,也说了一些话。
εἴη γὰρ ἐπαγωγή τις αὕτη πίστις καὶ δίκαιον ἄλλως, μηδεμίαν δόξαν ἀνδρῶν εὐδοκίμων πάρεργον τίθεσθαι·
因为这种确证是一种归纳性的说服,而且在其他方面,不把声誉卓著者的任何意见视为次要也是正确的。
τὸν μὲν οὖν τῆς ἀμφιβολίας ὅρον, εἰ καὶ πρὸς πολλὰ τῶν ἡμετέρων μάχεσθαι δοκεῖ, τό γε νῦν ἐατέον, ἑτέρας γὰρ καὶ ὑπὲρ τούτων σκοπεῖν πραγματείας ἐστὶ, τὰς δὲ διαφορὰς τῶν λεγομένων ἀμφιβολιῶν αὐτὰς ληπτέον·
因此,关于双重性(歧义)的定义,即使它似乎与我们的许多观点相冲突,目前也应予以搁置;因为考察这些事情属于另一项研究。
εἰσί γε πρὸς τῶν χαριεστέρων λεγομένων τὸν ἀριθμὸν η΄.
但是,必须取用所谓双重性本身的差异;正如那些更文雅的人所说,它们在数量上有八种。
μία μὲν, ἣν κοινὴν ὀνομάζουσι τοῦ τε εἰρημένου καὶ τοῦ διαιρετοῦ, οἵα ἐστὶν ἡ αὐλητρὶς παῖς οὖσα· κοινὴ γὰρ αὕτη τοῦ τε αὐλητρὶς ὀνόματος καὶ τοῦ εἰρημένου.
第一种确实是他们称之为“口说的与分割的”所共有的,例如“笛手是个孩子”;因为这对于“笛手”这个名词和口说的表达是共有的。
δευτέρα δὲ, παρὰ τὴν ἐν τοῖς ἁπλῶς, οἷον ἀνδρεῖος, ἢ γὰρ χιτὼν, ἢ ἄνθρωπος.
第二种,是由于单一词语中的情况,例如“男子的”;因为它可以是外衣,也可以是人。
τρίτη δὲ, παρὰ τὴν ἐν τοῖς συνθέτοις ὁμωνυμίαν, οἷον ἄνθρωπός ἐστιν, ἀμφίβολος γὰρ ὁ λόγος, εἴτε τὴν οὐσίαν εἴτε τὴν πτῶσιν εἶναι σημαίνει.
第三种,是由于复合表达中的同音异义,例如“是人”;因为该言辞是双重的,究竟是表示本质,还是表示格存在。
τετάρτη δέ ἐστι παρὰ τὴν ἔλλειψιν, ὡς ὅ ἐστί σου· καὶ γὰρ ἐλλείπει τὸ διὰ μέσον, οἷον δεσπότου, ἢ πατρός.
第四种是由于省略,例如“你的(东西)”;因为中间应当存在的东西,如“主人”或“父亲”,缺失了。
πέμπτη δὲ παρὰ τὸν πλεονασμὸν, ὥσπερ ἡ τοιαύτη, ἀπηγόρευσεν αὐτῷ μὴ πλεῖν· τὸ γὰρ μή προσκείμενον ἀμφίδοξον ποιεῖ τὸ πᾶν εἴτε τὸ πλεῖν ἀπηγόρευσεν εἴτε τὸ μὴ πλεῖν.
第五种是由于多余,例如“他禁止他不要航海”;因为附加的“不要”使整个意思变得双重,究竟是禁止航海,还是禁止不航海。
ἕκτην φασὶν εἶναι τὴν μηδὲν σαφοῦσαν τί μετὰ τίνος ἄσημον μόριον τέτακται, ὡς ἐν τῷ, καὶ νῦν καὶ μὴ παρήλασε. τὸ γὰρ στοιχεῖον ἂν μὴ γένοιτο διαζευκτικόν.
第六种,他们说是对于无意义的词素与什么排列在一起毫无说明的,例如在“而且现在而且不通过了”中;因为该要素如果不能成为离接的,就会引起歧义。
ἑβδόμη δέ ἐστιν ἡ μὴ δηλοῦσα τί μετὰ τίνος τέτακται σημαντικὸν μόριον, ὡς ἐν τῷ
Πεντήκοντ᾿ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.
第七种是对于有意义的词素与什么排列在一起没有表明的,例如在“五十个人中,高贵的长者阿喀琉斯留下一百个。
ὀγδόη ἡ μὴ δηλοῦσα τί ἐπὶ τί ἀναφέρεται, ὡς ἐν τῷ, Δίων Θέων ἐστίν· ἄδηλον γάρ ἐστιν εἴτε ἐπὶ τὴν ἀμφοτέρων ὕπαρξιν ἀναφέρεται, εἴτε ἐπὶ τοιοῦτον, οἷον ὁ Δίων Θένω ἐστὶν, ἢ πάλιν·
”第八种是对于什么指代什么没有表明的,例如在“迪翁是特翁”中;因为不清楚这是指两者的共存,还是指如“迪翁是特翁的”,或反之亦然。
οἱ μὲν δὴ τρόποι πρὸς τῶν χαριεστέρων οὗτοι κατηρίθμηνται.
这些方式确实被那些更文雅的人列举了出来。
δῆλόν δέ γε, ὅστις μὴ παρέργως τῶν ἔμπροσθεν ἤκουσεν, ὅτι πάντες πίπτουσιν εἰς τοὺς κατειλεγμένους ὑφ᾿ ἡμῶν τρόπους, τὸ δ᾿ ἀμέθοδόν τε καὶ ἄτεχνον πρόδηλον·
但是,对于任何没有粗心听取前述内容的人来说,显而易见的是,它们全都落入我们所列举的方式之中,而他们的无方法和无系统也是显而易见的。
οὔτε γὰρ ἐκ τῶν εἰρημένων ἀπόδειξίν τις λάβοι τοῦ κατ᾿ οὐδένα τρόπον ἕτερον ἀμφίβολόν τι δύνασθαι συστῆναι, τό τε κᾂν τοῖς πεπλεγμένοις ὁμωνυμίαν φάσκειν συμβαίνειν, παντελῶς οὐδ᾿ ἀκουόντων ἐστὶν ὀνομάτων·
因为既不能从已说的内容中得到一个证明,即不能通过任何其他方式构成任何双重的东西,而且声称在复合表达中也会产生同名性,完全属于那些根本不听名词的人。
πῶς δὲ οὐκ ἔστι ταῖς γενικαῖς διαφοραῖς εἰδικὰς καταριθμεῖσθαι, καθάπερ ἐπὶ τῶν τὴν διαίρεσιν ποιουσῶν ἀσήμαντον μόριον σημαῖνον διαιρούμεναι.
而且,为什么不能在属的差异下数出种的差异,就像那些进行划分的人,将其划分为无意义的部分和有意义的部分一样?
λάβοι γὰρ ἂν οὕτως πλείους τὰς εἰδικὰς διαφοράς·
因为这样一来,人们会得到更多的种的差异。
ἔτι δ᾿ ἂν τοῦτον τὸν τρόπον τὰς καὶ τῆς ὁμωνυμίας τις ποιήσειε πλείους εἰδικὰς λεγομένας διαφορὰς, ὅτι αὐτὸς παρὰ τὸ ἀπὸ τύχης, αἱ δὲ παρὰ τὴν ἀναλογίαν, ἢ ὁμοιότητα, ἢ ἄλλον τινὰ τρόπον συνίστανται·
此外,以这种方式,人们还会制造出更多所谓的同名性的种的差异,因为同名性本身是由于偶然发生的,而其他的是由于类比、或相似、或某种其他方式而成立的。
καὶ μὴν καὶ τῆς ἐν λόγῳ ὁμωνυμίας ἀπ᾿ αὐτῶν λεγομένης πλείους οἱ τρόποι, οἱ μὲν γὰρ τῇ παραθέσει τῶν ὁμοίων πτώσεων γίγνονται, ὡς ἐν τῷ, εἴη μέλλει τὸν Σωκράτην νικῆσαι· οἱ δ᾿ ἄλλοι τρόποι·
而且,由他们所说的言辞中的同名性,其方式也更多;因为有些是通过相同格的并置产生的,例如在“他将击败苏格拉底”中;其他方式也类似。
ταῦτα μὲν ἐλάττω, ἐκεῖνο δ᾿ ἄξιον ἀπορίας, πῶς τὰ περὶ τὰς φαντασίας διττὰ, πολὺ δὲ μᾶλλον ἔτι, πῶς τὰ τῆς προσῳδίας·
这些确实是较小的缺陷,但另一个问题值得怀疑:关于表象的双重性如何存在,更不用说关于高低重音的双重性如何存在。
οἱ γὰρ τιθέμενοι διττοὺς τοὺς παρὰ τὴν θέσιν, πῶς οὐχὶ καὶ παρὰ τὴν προσῳδίαν;
因为那些将由于位置而产生双重性的人,为什么不同样将由于重音而产生的也列入其中呢?
ὥσπερ γὰρ ἐκείνη τῇ διαλήψει τοῦ ὅλου καὶ τῇ μὲν σιωπῇ δύναται πρὸς τὸ διττὸν ἕλκεσθαι, οὕτω δὴ καὶ τὸ ὄνομα τῇ προσῳδίᾳ·
因为正如前者可以通过整体的分隔和沉默而被拉向双重性,名言也确实可以通过重音而发生同样的情况。
καθάπερ ἔξωθεν ὂν ὁ κενὸς χρόνος τοῦ λόγου καὶ οὐ μόριον αὐτοῦ, διττὸν ποιεῖν αὐτὸν πέφυκεν, οὕτω δὴ καὶ ἡ προσῳδία·
正如言辞的空白时间在外部而不是其一部分,却天然具有使其双重的性质,重音也确实如此。
ἔτι δὲ καὶ οἱ σοφισταὶ καθάπερ ἐκείνῳ χρῶνται πρὸς τὰς ἔριδας καὶ τούτῳ·
而且,诡辩家们利用重音来进行争论,正如他们利用前者一样。
καὶ μὴν αὐτὸ ἄν τις ἐφ᾿ ἑαυτοῦ σκοπούμενος, ὥσπερ ἂν παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν ἀμφισβητοῦσιν, οὕτω δὴ καὶ παρὰ τὴν προσῳδίαν·
事实上,如果有人单独考察它本身,正如他们由于结合或分割而进行辩驳,他们也确实会由于重音而辩驳。
δῆλον δὲ ἐπὶ τῶν γεγραμμένων λόγων, οἷς μὴ πρόσκειται τὰ διακρίνοντα σημεῖα, δεῖται γὰρ ὥσπερ ἐκείνων εἰς τὴν διάκρισιν, οὕτω καὶ τῆς προσῳδίας, οὐκ ἀεί γε μὴν καὶ δι᾿ αὐτὴν γένοιτο διττὸς ὁ λόγος.
这在书写的言辞中显而易见,因为书写中没有添加区分的标记;因为它为了区分而需要重音,正如需要前者一样,虽然言辞并不总是由于它而成为双重的。