§2[Παρὰ τὸ διττὸν πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα γίνεσθαι.
[所有因文字而产生的谬误皆由于双重性。
] Ἐπεὶ δὲ δεῖξαι πρόκειται τοσαυταχῶς γίνεσθαι τὰ παρὰ τὴν λέξιν σοφίσματα, ὁσαχῶς Ἀριστοτέλης ἔφη, τὰ παρὰ τὸ διττὸν, δῆλον ὡς δύο δεικτέον ἡμῖν, ἓν μὲν ὅτι πάντα τὰ παρὰ τὴν λέξιν παρὰ τὸ διττόν ἐστιν, ἕτερον δ᾿ ὅτι παρὰ τὸ διττὸν τοσαῦτα.
]既然我们的课题是要展示,文字造成的谬误产生的方式与阿里士多德所说的数量相同——即由于双重性而产生的方式——显而易见,我们必须展示两件事:其一,所有由于文字造成的谬误都是由于双重性;其二,由于双重性而产生的方式有这么多。
δῆλον δ᾿ ἐκεῖνό γε πᾶσιν, ὅτι πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα παρὰ κακίαν αὐτῆς ἀνάγκη συμβαίνειν· ταύτης γὰρ ὥσπερ ἀρχῆς ἐχόμενοι ἐξαπατῶσιν οἱ σοφισταὶ τοὺς ἀπειροτέρους ἐν τούτοις καὶ μὴ συνορῶντας τὸ κίβδηλον.
但有一点对所有人都是显而易见的,即所有由于文字造成的谬误,必然由于文字自身的缺陷而发生;因为诡辩者们把握住这一点,将其作为起点,来欺骗那些在这些事情上较无经验、看不清伪诈的人。
εἰ δὴ ὅσα βουλοίμεθα καλῶς λαβεῖν πόσα παρὰ τὴν λέξιν συμβαίνει σοφίσματα, ληπτέον πόσαι πότ᾿ εἰσὶν αἱ κακίαι ἐν αὐτῇ· ὃ ἂν συνοφθείης τῆς ἀρετῆς ληφθείσης, εἴπερ ἐστὶ μία εἴ τε πλείους ἁπασῶν· ἁμαρτία γὰρ τῆς ἀρετῆς ἔοικεν εἶναι καὶ ταύτης ὀρθῶς ληφθείσης εὐθὺς κᾀκείνην γνωρίζεσθαι.
因此,如果我们想要恰当地把握文字造成的谬误究竟有多少种,就必须把握文字自身究竟有多少种缺陷;而一旦把握了文字的德性,无论这一德性是单一的,还是在所有之中是复数的,这一缺陷便会被看清;因为缺陷似乎是偏离了德性,且当德性被正确把握时,缺陷也立刻会被认识到。
ἐπεὶ δὲ, καθάπερ ἐν ἑτέροις ἀποδέδεικται λόγοις, τὸ εὖ τε καὶ ἡ ἀρετὴ, ἐν ἐκείνῳ πρὸς ὃ πέφυκεν, ἢ γέγονεν, ἀνθρώπου μὲν τὸ ζῇν, μαχαίρας δὲ τὸ τέμνειν, ληπτέον ἂν εἴη τὸ πρός τι πέφυκεν ἢ γέγονεν ἡ λέξις.
既然正如在其他论著中所证明的那样,完美和德性存在于一件事物天生所针对的、或其为此而产生的事情中——正如对人来说是生活,对小刀来说是切割——我们便必须把握,文字天生针对的是什么,或者它是为此而产生的。
φαίνεται δὲ πρὸς ἓν τὸ σημαίνειν·
而文字看来是针对单一的一件事:表示意义。
δῆλον οὖν ὅτι καὶ εὖ καὶ κακῶς ἐν τούτῳ·
因此很明显,无论是好是坏,都在于此。
δῆλον δὲ ὅτι καὶ μόνη τῶν ἀρετῶν αὕτη καθ᾿ αὑτὴν τῆς λέξεως, αἱ δ᾿ ἄλλαι κατὰ συμβεβηκὸς καὶ ἔξωθεν καὶ οὐ τοῦ πράγματος, οἶον εὐαρμοστία καὶ εὐγραμματία.
显而易见,这也是文字自身德性中唯一其自身的德性,而其他德性则是偶性的、外在的、不属于事物本身的,例如和谐的美听和拼写的正确。
τοῦτο γὰρ εἰ καὶ φαίνεταί τισιν εὖ, ἀλλ᾿ οὐ κατὰ τὸ πρᾶγμα· ἀλλ᾿ ὥσπερ εἰ ξίφος ἐλεφαντόκωπον εἴη, ἢ ὀφθαλμὸς ὑπογεγραμμένος·
因为这些即使在某些人看来是好的,但并不是根据事物本身;而只是像一把剑有着象牙的剑柄,或者一只眼睛描了眼影一样。
καὶ γὰρ τούτοις ταῦτα ἔξωθεν, τὰ δὲ καθ᾿ αὑτὰ, ἐν τῷ τέμνειν τε καὶ ὁρᾷν καὶ τὴν ἀρετὴν ἑκάστου τυγχάνειν, εἶθ᾿ ὡς λέγεται καθ᾿ ἣν ἕδραν ἔχειν, πρὸς ὅ πέφυκεν, ἢ γέγονεν·
因为对这些来说,这些特征是外在的,而它们自身的特征在于切割和看见,而每一者的德性也在于实现这一点,此后,正如人们所说,根据它天然针对的、或其为此而产生的事物,它拥有其固有的地位。
δῆλον ὡς καὶ τὸν ἀριθμὸν τῶν ἀρετῶν ἐντεῦθεν ἄν τις γνοίη ὁπόσος ἐστίν· εἰ μὲν γὰρ πρὸς πολλὰ, πλείους, εἰ δὲ πρὸς ἓν, μία.
显而易见,人们也可以由此得知德性的数量是多少:因为如果是针对许多事物的,则有多种德性;如果是针对单一事物的,则只有一种德性。
φαίνεταί γε μὴν ἡ λέξις πρὸς ἓν τὸ σημαίνειν·
而实际文字看来是针对单一的一件事:表示意义。
εἴπερ τὸ καλῶς πρὸς τοῦτο μὴ σημαίνειν ἢ μὴ εὖ σημαίνειν κακία ἔσται· καίτοι ἴσως δεῖται σκέψεως, εἰ θετέον εἶναι λέξιν ἔτι, τὴν μὴ σημαίνουσαν.
既然如此,相对于此,不表示意义或不能好好表示意义,就将是缺陷;然而,是否仍应将不表示意义的东西规定为文字,这或许需要考察。
οὐδὲ γὰρ αὐλητὴς ὁ μὴ πεφυκὼς αὐλεῖν ὅλως· οὐκοῦν οὐδὲ κακὸς αὐλητής·
因为一个根本不具备吹笛能力的人,也不是笛手;因此,他也不是一个坏笛手。
οὐδὲ λέξεως ἄρα κακία τὸ μὴ σημαίνειν·
所以,不表示意义也就不是文字的缺陷。
τοῦτο δὲ εὐθὺς καὶ σημεῖον τοῦ μόνην τὴν ὑφ᾿ ἡμῶν δὲ λεγομένην ἀρετὴν εἶναι τῆς λέξεως καθ᾿ αὑτήν·
而这立刻也是一个证据,证明我们所说的德性是文字自身唯一的、其自身的德性。
ἐν ᾧ γὰρ ἑκάστου τὸ εἶναι, ἐν τούτῳ καὶ ἡ ἀρετή· ἡ δὲ λέξις ἐν τῷ σημαίνειν·
因为每一事物的存在在何处,其德性也就在何处;而文字的本质在于表示意义。
τούτου γέ τοι διαφθαρέντος, οὐδὲ λέξις, οὐκοῦν ἐν τούτῳ καὶ ἡ ἀρετὴ, διὸ καὶ μόνη συναποβάλλεται·
正是因为这一功能被破坏了,它也就不再是文字了;因此,其德性也在这之中,这就是为什么只有这一德性会与之共同丧失。
αἱ δ᾿ ἄλλαι, διὰ τὸ μὴ κατ᾿ αὐτὸ τὸ πρᾶγμα εἶναι, οὐδὲν κωλύονται καὶ περὶ τὴν μὴ σημαίνουσαν ὑπάρχειν, οἶον ἡ εὐαρμοστία καὶ ἡ εὐγραμματία.
而其他德性,因为不属于事物本身,所以完全不妨碍它们也存在于不表示意义的东西中,例如美听和拼写的正确。
κρείττω γοῦν διὰ ταῦτα καὶ τῶν βαρβαρικῶν διαλέκτων ἑτέραν ἑτέρας φαμὲν, οἶον τὴν Περσίδα τῆς Αἰθιοπικῆς, καίτοι μὴ σημαίνουσαν ἡμῖν· τὸ δ᾿ αἴτιον, ὅτι φωνὴ μᾶλλόν ἐστιν ἢ λέξις.
事实上正因如此,我们说在外邦的各种语言中,这一种比那一种更好,例如波斯语优于埃塞俄比亚语,尽管它们对我们都不表示任何意义;其原因在于,这更多是声音,而不是文字。
ἀλλ᾿ εἴ τῳ καὶ δοκεῖ τοῦτο κακία τὸ μὴ σημαίνειν καὶ πλανᾶταί τις διὰ τὴν ὁμοιότητα τοῦ καλεῖσθαι. ἀλλ᾿ ἐκεῖνο δὲ δῆλον, ὡς οὐδ᾿ ἂν διὰ ταύτην κακίαν σόφισμα συμβαίνοι.
但是,即使对某人来说不表示意义看来是一种缺陷,并且有人由于被称为同一名称的相似性而迷误,但有一点是显而易见的,即决不会因为这种缺陷而产生谬误。
τίς γὰρ ἂν ὁμολογήσειεν, ἢ συνθείη τίς πρὸς ἄσημον καὶ ἀσαφῆ λέξιν.
因为对于毫无意义且不清晰的言辞,有谁会同意,或者有谁会与之达成共识呢?
λείπεται δὴ διὰ τὸ μὴ εὖ σημαίνειν· τοῦτο δὲ, ὅτι διττόν.
因此,剩下来的只能是由于不能好好表示意义;而这正是双重性。
ἐν τούτῳ γὰρ ὑπάρχει μόνῃ τῇ λέξει, σημαίνειν μέν τι, μὴ εὖ δὲ σημαίνειν.
因为仅在这一情况下,文字才具有“虽然表示了某种意义、却未能好好表示”的特征。
τὸ γὰρ κύων ὄνομα σημαίνει μέν τι, οὔπω δὲ τόδε τι, οὐδὲ ἀφωρισμένον ὅπερ ἦν τὸ εὔληπτον·
因为“犬”这个名词虽然表示某种意义,却还不是特定指“这个”,也不是易于把握的被限定的事物。
κᾀκεῖνο δὲ λέγεται καλῶς ὑπὸ Πλάτωνος, ὅτι πάντα ὅσα φθαρτὰ τῇ σφετέρᾳ κακίᾳ, φθείρει δὲ καὶ τούτων τὴν λέξιν.
另外,柏拉图也说得极好:所有可毁灭的事物都因其特有的缺陷而毁灭,而对于这些来说,这也毁灭了它们的文字。
ἄγει γὰρ πρότερόν τινα εἰς ἀσάφειαν, ἀλλ᾿ οὐχὶ ἁπλῶς ὥσπερ τὰ μηδὲν σημαίνοντα· ἡ δ᾿ ἀσάφεια καὶ πρόσθεν ἐλέγετο διαφθορά τις εἶναι παντελὴς τῆς λέξεως· ὥσπερ πᾶν καὶ διὰ τοῦτο, μόνη κακία τὸ διττὸν, χωρὶς εἰ μή τις οἴεται κᾀκεῖνα κακίας, οἶον ἔνδειαν, ἢ μακρολογίαν, ἢ πριττολογίαν· λανθάνειν τοῦτον νομίζω, ἀπατώμενον καὶ μὴ συνιέντα τούτων οὐδὲν ἁπλῶς κακὸν τῆς λέξεως, εἰ μὴ τὴν ἀσάφειαν, ἢ τὸ διττὸν ἐργάζοιτο· εἰ δὲ μόνη κακία λέξεως αὕτη καὶ καλῶς τὰ πρόσθεν εἴρηται.
因为它首先将人导向某种不清晰,而不是像那些完全不表示意义的事物那样简单地归于无;而正如之前所说,不清晰是对文字的一种彻底的破坏;万物皆是如此,因此,双重性是唯一的缺陷,除非有人认为那些也是缺陷,例如缺乏、冗长或重复;我认为这样的人是失误的,他是被欺骗了,并且没有理解到,除非这些东西产生不清晰或双重性,否则它们中没有一个是单纯的文字缺陷;而如果这是文字唯一的缺陷,那么之前所说的也都是正确的。
πάντα δὲ τὰ παρὰ τὴν λέξιν σοφίσματα παρὰ τὴν κακίαν ταύτην γίγνεται· πάντα τὰ παρὰ τὴν λέξιν ἔσται παρὰ τὸ διττόν.
既然所有文字造成的谬误都由于这一缺陷而产生,那么所有由于文字造成的谬误都将由于双重性。