§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΤΗΝ ΛΕΞΙΝ ΣΟΦΙΣΜΑΤΩΝ.
[Παρὰ τρόπους ἓξ τὸν ἀριθμὸν γίνεσθαι τὰ παρὰ τὴν λέξιν σοφίσματα, τῇ τοῦ Ἀριστοτέλους ἀξιοπιστίᾳ.
## 盖伦《论文字造成的谬误》[凭阿里士多德的权威,文字造成的谬误在数量上共有六种方式。
] Ἀριστοτέλης ὁ φιλόσοφος διδάσκων ἡμᾶς ἐν τῷ περὶ σοφιστικῶν ἐλέγχων συγγράμματι παρ᾿ ὅσους τρόπους γίνεται τὰ παρὰ τὴν λέξιν σοφίσματα, τρόπους μὲν ἓξ τὸν ἀριθμὸν εἶναί φησι, ἐκτίθεται δὲ. αὐτοὺς οὕτως. παρ᾿ ὁμωνυμίαν, ἀμφιβολίαν, προσῳδίαν, σύνθεσιν, διαίρεσιν, σχῆμα λέξεως.
]哲学家阿里士多德在《辨谬篇》中教导我们,文字造成的谬误通过多少种方式产生,他说其数量为六种,并将其列举如下:同音异义、两义性、重音、合、分、以及词形。
καλεῖ δὲ παρ᾿ ὁμωνυμίαν μὲν ὅταν διὰ τῶν ὀνομάτων ἐν τῷ λόγῳ πλείω σημαίνηται, καθάπερ ἐν τῷ κύνα τεθήρακα· πλείω γὰρ οὗτος ὁ λόγος σημαίνει διὰ τοὔνομα τὸν κύνα.
他称“同音异义”是指在言论中通过名词表示出多种意义,就像“我捕获了犬”中一样;因为这句话由于“犬”这个名词而表示多种意思。
παρ᾿ ἀμφιβολίαν δὲ, ὅταν παρ᾿ αὐτὸν τὸν λόγον ἐν αὐτῷ τὸ διττὸν ᾖ.
而“两义性”是指在言论本身中存在着双重性。
καθάπερ ἔχει τὸ, γένοιτο καταλαβεῖν τόνδ᾿ ἐμὲ, ἐνταῦθα τῶν μὲν ὀνομάτων οὐδὲν διττὸν, αὐτὸς δὲ ὁ λόγος ἐφ᾿ ἑαυτοῦ σημαίνει τὸ, ἑλεῖν τε καὶ ἀναιρεθῆναι.
就像“愿我捕获此人”一样,在这里名词本身没有任何双重性,但言论本身就其自身而言意味着“捕获”和“被捕获”两方面。
παρὰ δὲ τὴν προσῳδίαν, ὅταν διττὸν γίγνηται. καθάπερ ἐν τῷ Ορος ἕστηκε.
而“重音”造成的,是指产生双重意义的情况,就像在 “山立着”中一样。
τὸ γὰρ διπλοῦν, παρὰ τὴν διττὴν προσῳδίαν τιθεμένην κατ᾿ ἀρχὰς, ἢ περιαιρουμένην·
因为这种双重解释是由于在词首放置或去掉双重重音而产生的。
παρὰ δὲ τὴν σύνθεσιν καὶ διαίρεσιν, ὅταν αὐτὴ ποιῇ τοῦ σημαινομένου τὴν διαφορὰν, ὥσπερ
Πεντήκοντ᾿ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.
而“合与分”造成的,是指这本身造成了所指意义的差别,就像: “高贵的阿喀琉斯在五十个男人中留下一百个。
ἡ γὰρ διαφορὰ τοῦ ἀνδρῶν, τοῦ ἢ συντιθεμένου, ἢ διαιρουμένου ἀπὸ τῶν ν΄ ἐστί.
” 因为“男人”的区别在于它是与“五十”合并还是从中分离开来。
παρὰ δὲ τὸ σχῆμα τῆς λέξεως, ὁπόταν ἕτερον τῷ ὄντι σημαίνῃ, ἕτερον δὲ διὰ τὸ εἶδος καὶ τὸ σχῆμα.
而“词形”造成的,是指它在事实上表示一件事,但由于其外表和形状却显得表示另一件事。
δοκεῖ δὲ οἶον τὸ ἀκούω.
例如“我听”。
ἔστι μὲν τοῦ πάσχειν δόξῃς ἂν τοῦ ποιεῖν, διὰ τὴν προφορὰν, ὅπερ ἐστὶ τὸ σχῆμα παραπλήσιον κρατεῖσθαι τοῖς τοῦ ποιεῖν, τοῦ τρέχω καὶ νοῶ.
它属于受动,但由于其发音(即其词形)与表示主动的“我跑”和“我思考”相似,你可能会认为它属于主动。
ἑλκύσει γὰρ ἂν ὁ σοφιστικὸς πρὸς ἑκάτερον. πρὸς μὲν τὸ πάσχειν ὅτι ἐστί. πρὸς δὲ τὸ ποιεῖν ὅτι φαίνεται.
因为诡辩者会将其拉向两个方向:对于受动,是因为它实际上是;对于主动,是因为它看起来是。
τούτους δ᾿ ἐξηριθμημένους τοὺς τρόπους ἐφεξῆς δείκνυσιν, ὅτι μηδείς ἐστιν ὃν παραλέλοιπε, μηδὲ οἷόν τέ ἐστι τῶν παρὰ μὲν τὴν λέξιν τι σοφισμάτων, ἔξω πεσεῖν τῶν εἰρημένων.
他接着展示了这些列举出来的方式,证明没有任何一种是被遗漏的,文字造成的谬误也不可能落入所说方式之外。
ὁ δὲ λόγος δι᾿ οὗ ταῦτα δείκνυσίν ἐστιν οὗτος. τούτου δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς καὶ συλλογισμὸς, ἄν τε ληφθῇ τις ἕτερος καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις, μὴ ταὐτὸν μέντοι δηλώσαιμεν.
他用以证明这一点的论证如下:“对此的证明既通过归纳,也通过三段论,无论是否假设其他,以及我们在这么多种情况下用相同的名词和言论不会表明同样的事情。
τὸ μὲν οὖν τῆς ἐπαγωγῆς γνώριμον.
” 因此,关于归纳的部分是显而易见的。
εἰ γὰρ καθ᾿ ἕκαστον εἰπόντι καὶ λαβόντι τῶν παρὰ τὴν λέξιν σοφισμάτων φαίνοιτο μηδὲν πίπτειν ἔξω τῶν εἰρημένων τρόπων, δῆλον ἤδη ταύτῃ γε, ὅτι μηδεὶς παραλέλειπται τρόπος·
因为如果逐一述说并检验文字造成的谬误时,没有一个显得落入所说方式之外,那么仅凭这一点就很明显,没有任何方式被遗漏了。
τὸ δ᾿ ἐφεξῆς παντάπασιν ἀσαφές ἐστι, τί ποτε βούλεται λέγειν ἐν τῷ καὶ συλλογισμὸς, ἄν τε ληφθῇ τις ἕτερος καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὰ δηλώσαιμεν, οὐδέ γε ὅπως ἂν ἕτερόν τινα λάβοιμεν συλλογισμὸν εἴρηται·
但接下来的部分则完全不清晰,他在“以及三段论,无论是否假设其他,以及我们在这么多种情况下用相同的名词和言论不会表明同样的事情”中到底想说什么,也完全没有说明我们如何能采用另一种三段论。
τὸ δὲ καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὰ δηλώσαιμεν, συλλογισμοῦ συμπεράσματι μᾶλλον ἔοικεν ἢ συλλογισμῷ.
而“我们在这么多种情况下用相同的名词和言论不会表明同样的事情”这一句,更像是一个三段论的结论,而不是三段论本身。
σύνηθες δὲ τὸ τοιοῦτο τάχος τῷ φιλοσόφῳ καὶ καθάπερ ἐπὶ σημείων ἐκφέρειν τὰ πολλὰ καὶ διὰ τὸ, πρὸς τοὺς ἀκηκοότας ἤδη γράφεσθαι.
这种简捷对这位哲学家来说是习惯性的,他常常像使用符号一样表达许多事情,也因为他是写给那些已经听过讲的人的。
τῶν οὖν ἐξηγησαμένων αὐτὸν οἱ μὲν οὐδ᾿ ἐπεχείρησαν ταῦτ᾿ ἀκριβῶσαι τὸν προσήκοντα τρόπον· οἱ δ᾿ οὐκ ἔτυχον.
因此,在那些对他进行注释的人中,有些人甚至不曾企图以合适的方法去阐明这些问题,而另一些人则未能成功。
ἡμεῖς δὲ πειραθῶμεν οὐκ Ἀριστοτέλους ἕνεκεν, οὐδ᾿ ὡς τῷ λόγῳ βοήθειάν τινα πορίζοντες, ἀλλ᾿ ἡμῶν αὐτῶν.
那么让我们来尝试一下,不是为了阿里士多德,也不是为了给他的论证提供某种辩护,而是为了我们自己。
φιλοσόφου γὰρ οὐ μόνον τὰς προτάσεις λαβόντα συλλογίσασθαι, καθάπερ τοῖς πλείστοις εἴωθεν, ἀλλὰ καὶ τοῦ συμπεράσματος κειμένου τὰς προτάσεις κατασκευάσαι.
因为哲学家的工作不仅是像大多数人通常所做的那样,在获得前提后进行推论,而且还要在结论已定的情况下,去建构那些前提。