Humanitext Reader

盖伦 · 给癫痫病童的建议 §3#1

春季泻下疗法与适度运动的生活准则

第 2 段,共 7 段 · 希腊语

内容简介

作者建议在春季到来时对孩子进行适度泻下,并规定了其后在雅典的日常生活(如课前课后的散步等),重点强调了挑选优秀体育教师以及控制运动量以防止过度疲劳的必要性。

§3#1Εἰσβάλλοντος τοῦ ἦρος, καὶ γάρ πως οὕτως συμβαίνει κινεῖσθαι τὰ τῆς ἐπανόδου, καθῆραι φημὶ χρῆναι τὸν παῖδα μετρίᾳ καθάρσει.
随着春天的到来,因为你们归还的事情也恰好大致如此进展,我说应当用适度的泻下来净化这个孩子。
ταύτης δ’ ἂν ἐπιστατήσειε καὶ προσταίη παρὼν ὁ Διονύσιος, εἰδὼς ἀκριβῶς ὅπως τε χρὴ παρασκευάσαι πρὸς τὴν κάθαρσιν τὸ σῶμα, καὶ ᾧτινι χρήσασθαι φαρμάκῳ καὶ ἐν πόσῳ καὶ ὁποίῳ καιρῷ·
现场的迪奥尼西奥斯将会监督和指导这一事情,因为他准确地知道该如何为泻下准备身体,以及该使用何种药物、使用多少剂量、并在什么时机使用。
καὶ μὲν δὴ καὶ μεθ’ ἡμῶν ὑπὲρ τούτων ἤδη διέσκεπται.
况且,他已经与我们一起就这些问题进行了探讨。
ὥστε τὸ μὲν σῶμα παρὸν ἔχεις Ἀθήνησι τοῦ Διονυσίου, τὴν ψυχήν τε καὶ τὴν γνώμην ἅμα ἐκείνῳ καὶ τὴν ἐμήν.
因此,你在雅典不仅有迪奥尼西奥斯的身体在场,同时也有他的灵魂和思想,以及我的灵魂和思想。
μετὰ δὲ τὴν κάθαρσιν, ὅταν ὅ τε Διονύσιος οἴχηται καὶ ὁ παῖς ὑπολείπηται κατὰ τὰς Ἀθήνας, ὧδε χρὴ διαιτᾷν αὐτόν.
但在泻下之后,当迪奥尼西奥斯离开而孩子留守在雅典时,应当这样安排他的饮食起居。
ἕωθεν μὲν ἐκ τῆς κοίτης ἀναστὰς, πρὶν τοῖς διδασκάλοις φοιτᾷν, περιπατείτω μετρία μὴ σφόδρα συντόνῳ βαδίσματι.
清晨起床后,在去老师那里上课之前,让他以适度、不太剧烈的步伐散步。
τὸ δ’ ἀπὸ τοῦδε μέχρι τοῦ τῆς παλαίστρας καιροῦ τοῖς  μαθήμασι σχολαζέτω, καθότι σύνηθες, ἐπειδὰν δὲ πρῶτον αὐτῶν ἀπαλλαγῇ, περιπατήσας αὖθις, οὕτως εἰς τὸν παιδοτρίβην ἀπίτω.
从那之后到去角力学校的时间为止,让他像平时一样专心于课业;一旦他从课业中解脱出来,再次散步之后,便如此去体育教师那里。
χρὴ δὲ τοῦτον, εἴπερ τινα καὶ ἄλλον τῶν προνοησομένων τοῦ παιδὸς, ἱκανῶς εἶναι φρόνιμον.
而这个人,如果要比其他任何照看孩子的人更甚的话,必须具有足够的智慧与审慎。
ἔστι δὲ οὐ πάνυ τι ῥᾴδιον εὑρεθῆναι τοιοῦτον, ὡς ἂν ἐξ ἀνθρώπων τῆς ἐκλογῆς γινομένης ἀπαιδεύτων τοὐπίπαν καὶ οὕτως ὀνωδῶν τε καὶ παχέων τὴν ψυχὴν, ὥσπερ καὶ τὸ σῶμα.
然而,要找到这样一个人绝非易事,因为候选人多属粗鄙无教养之辈,他们的灵魂就像他们的肉体一样愚笨而迟钝。
μὴ τοίνυν ὡς μικρὸν τοῦτο παρέλθοι σε, μηδὲ ἐπιτρέψεις τὸν παῖδα τῷ προστυχόντι, γινώσκων ὡς τὸ μὲν κεφάλαιον τῆς θεραπείας ἐν δυοῖν τούτοιν ἐστὶ τῇ χρήσει τοῦ δοθέντος σοι πρὸς ἐμοῦ φαρμάκου καὶ τοῖς γυμνασίοις.
因此,切勿将此事视为微不足道而予以忽视,也不要将孩子托付给随便碰上的庸人,应当深知,治疗的核心全在这两件事上:使用我给你的药物,以及进行体育锻炼。
τὰ δ’ ἄλλα πάντα παρασκευή τις ὑπάρχει πρὸς ταῦτα.
其余的所有事情,都不过是为此做准备而已。
τὸν μὲν δὴ παιδοτρίβην συνεκλέξοιτό σοι Διονύσιος.
因而,应由迪奥尼西奥斯协助你一同挑选体育教师。
ἔστωσαν δ’ αὐτῷ σκοποὶ τῶν γυμνασίων, ἐν μὲν τῇ ποσότητι τό τε πρὶν κάμνειν ἀναπαύειν τὸν παῖδα καὶ τὸ θερμῆναι σύμπαν τὸ σῶμα καὶ κενῶσαι συμμέτρως.
至于体育教师,他进行体育锻炼的目标应当是:在运动量上,要在孩子感到疲劳之前让他休息,使全身温暖,并适度排泄余物。
ἄμφω δ’ εἰς ἕνα καιρὸν τὸν αὐτὸν συμβαίη·
愿这两者能同时在同一个时机达成;因为当多余的物质被充分排泄、且身体已经足够温暖时,若在此时停止锻炼,便能在疲劳产生之前获得休息。
ἡνίκα γὰρ αὐτάρκως ἐκκενοῦται τὸ περιττὸν, ἐκτεθέρμανται δὲ ἱκανῶς ἤδη τὸ σῶμα, τηνικαῦτα καταπαύων τις τὰ γυμνάσια πρὶν ἄρχεσθαι πονεῖν ἀναπαύσεται, τὸ δ’ ἐπέκεινα τοῦδε τοῦ καιροῦ γυμνάσιον ἅπτεται μὲν ἤδη τῶν στερεῶν σωμάτων καὶ συντήκει τὴν ἕξιν, ἀθροίζει δ’ ἔν τε τοῖς ἄρθροις μάλιστα καὶ τοῖς μυσὶ τὰ συντήγματα.
然而,超过这一时机的锻炼则会侵蚀坚实的身体组织,消耗体质,并特别是在关节和肌肉中积累这些融解物。
κἀντεῦθεν ὅ τε κάματος ἕπεται τῆς δυνάμεως, εἶθ’ ἑλκώδης αἴσθησις, ἐπειδὰν κινῆσαί τι μόριον ἐπιχειρήσωσι, καὶ τοῦτ’ ἐστὶν ὁ κόπος.
由此便会导致体力的消耗与疲劳,随之而来的是,当他们试图活动某个部位时,会产生如溃疡般的刺痛感;而这正是所谓的“疲劳”(kopos)。
οὐ μόνον τοίνυν φρόνιμον, ἀλλὰ καὶ τρίβωνα μετρίου γυμνασίου εἶναι χρὴ τὸν παιδοτρίβην, ὡς μήτε θᾶττον τοῦ δέοντος
因此,体育教师不仅应当审慎,还必须对适度的体育锻炼驾轻就熟,以便既不比需要的更快

词汇与语法注释

  1. §3τὰ τῆς ἐπανόδου — 中性复数冠词 τὰ 加上属格 ἐπανόδου 构成的名词短语,意为“关于归还的种种事务”或“归还的计划进展”,在此指他们返回雅典的计划安排。
  2. §3ἀπαιδεύτων τοὐπίπαν — τοὐπίπαν 是 τὸ ἐπὶ πᾶν 的缩合(crasis),在此作副词性对格,意为“大抵”或“通常”,用以修饰属格形容词(或实质化的分词)ἀπαιδεύτων(无教养的人)。
  3. §3μὴ τοίνυν ὡς μικρὸν τοῦτο παρέλθοι σε — 否定词 μή 加上过去时 optative 动词 παρέλθοι,表达了强烈的期望或温和的禁止。此处的 τοῦτο 指代前文所述“挑选一位聪明且合适的体育教师”这一行为。
  4. §3ἔστωσαν δ’ αὐτῷ σκοποὶ — 动词 εἰμί 的第三人称复数命令式 ἔστωσαν 与主语 σκοποί(目标)一致。与格 αὐτῷ 则是指代体育教师(παιδοτρίβης)的“所有与格”(作为他的目标)。

引用这一段

盖伦, 给癫痫病童的建议 §3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg074.humanitext-grc1:3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。