← ガレノス

てんかんの少年への助言

§3#1

春の瀉下療法と適度な運動による日課の指示

春の始まりにおける適度な瀉下療法の実施と、アテナイに残された子供のための日課(勉強前後の散歩など)、さらに極めて重要である思慮深い体育教師の選定と疲労を避けるための適度な運動の基準について説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3

​#1 Εἰσβάλλοντος τοῦ ἦρος, καὶ γάρ πως οὕτως συμβαίνει κινεῖσθαι τὰ τῆς ἐπανόδου,1 καθῆραι φημὶ χρῆναι τὸν παῖδα μετρίᾳ καθάρσει. ταύτης δ’ ἂν ἐπιστατήσειε καὶ προσταίη παρὼν ὁ Διονύσιος, εἰδὼς ἀκριβῶς ὅπως τε χρὴ παρασκευάσαι πρὸς τὴν κάθαρσιν τὸ σῶμα, καὶ ᾧτινι χρήσασθαι φαρμάκῳ καὶ ἐν πόσῳ καὶ ὁποίῳ καιρῷ· καὶ μὲν δὴ καὶ μεθ’ ἡμῶν ὑπὲρ τούτων ἤδη διέσκεπται. ὥστε τὸ μὲν σῶμα παρὸν ἔχεις Ἀθήνησι τοῦ Διονυσίου, τὴν ψυχήν τε καὶ τὴν γνώμην ἅμα ἐκείνῳ καὶ τὴν ἐμήν. μετὰ δὲ τὴν κάθαρσιν, ὅταν ὅ τε Διονύσιος οἴχηται καὶ ὁ παῖς ὑπολείπηται κατὰ τὰς Ἀθήνας, ὧδε χρὴ διαιτᾷν αὐτόν. ἕωθεν μὲν ἐκ τῆς κοίτης ἀναστὰς, πρὶν τοῖς διδασκάλοις φοιτᾷν, περιπατείτω μετρία μὴ σφόδρα συντόνῳ βαδίσματι. τὸ δ’ ἀπὸ τοῦδε μέχρι τοῦ τῆς παλαίστρας καιροῦ τοῖς  μαθήμασι σχολαζέτω, καθότι σύνηθες, ἐπειδὰν δὲ πρῶτον αὐτῶν ἀπαλλαγῇ, περιπατήσας αὖθις, οὕτως εἰς τὸν παιδοτρίβην ἀπίτω. χρὴ δὲ τοῦτον, εἴπερ τινα καὶ ἄλλον τῶν προνοησομένων τοῦ παιδὸς, ἱκανῶς εἶναι φρόνιμον. ἔστι δὲ οὐ πάνυ τι ῥᾴδιον εὑρεθῆναι τοιοῦτον, ὡς ἂν ἐξ ἀνθρώπων τῆς ἐκλογῆς γινομένης ἀπαιδεύτων τοὐπίπαν2 καὶ οὕτως ὀνωδῶν τε καὶ παχέων τὴν ψυχὴν, ὥσπερ καὶ τὸ σῶμα. μὴ τοίνυν ὡς μικρὸν τοῦτο παρέλθοι σε,3 μηδὲ ἐπιτρέψεις τὸν παῖδα τῷ προστυχόντι, γινώσκων ὡς τὸ μὲν κεφάλαιον τῆς θεραπείας ἐν δυοῖν τούτοιν ἐστὶ τῇ χρήσει τοῦ δοθέντος σοι πρὸς ἐμοῦ φαρμάκου καὶ τοῖς γυμνασίοις. τὰ δ’ ἄλλα πάντα παρασκευή τις ὑπάρχει πρὸς ταῦτα. τὸν μὲν δὴ παιδοτρίβην συνεκλέξοιτό σοι Διονύσιος. ἔστωσαν δ’ αὐτῷ σκοποὶ4 τῶν γυμνασίων, ἐν μὲν τῇ ποσότητι τό τε πρὶν κάμνειν ἀναπαύειν τὸν παῖδα καὶ τὸ θερμῆναι σύμπαν τὸ σῶμα καὶ κενῶσαι συμμέτρως. ἄμφω δ’ εἰς ἕνα καιρὸν τὸν αὐτὸν συμβαίη· ἡνίκα γὰρ αὐτάρκως ἐκκενοῦται τὸ περιττὸν, ἐκτεθέρμανται δὲ ἱκανῶς ἤδη τὸ σῶμα, τηνικαῦτα καταπαύων τις τὰ γυμνάσια πρὶν ἄρχεσθαι πονεῖν ἀναπαύσεται, τὸ δ’ ἐπέκεινα τοῦδε τοῦ καιροῦ γυμνάσιον ἅπτεται μὲν ἤδη τῶν στερεῶν σωμάτων καὶ συντήκει τὴν ἕξιν, ἀθροίζει δ’ ἔν τε τοῖς ἄρθροις μάλιστα καὶ τοῖς μυσὶ τὰ συντήγματα. κἀντεῦθεν ὅ τε κάματος ἕπεται τῆς δυνάμεως, εἶθ’ ἑλκώδης αἴσθησις, ἐπειδὰν κινῆσαί τι μόριον ἐπιχειρήσωσι, καὶ τοῦτ’ ἐστὶν ὁ κόπος. οὐ μόνον τοίνυν φρόνιμον, ἀλλὰ καὶ τρίβωνα μετρίου γυμνασίου εἶναι χρὴ τὸν παιδοτρίβην, ὡς μήτε θᾶττον τοῦ δέοντος

春が始まる頃に、というのも帰還の計画もどうやらそのように進むようであるから、私は適度な瀉下によってその子供を浄化すべきであると言う。このことについては、その場にいるディオニュシオスが指導し監督してくれるであろう。彼は、どのように身体を浄化に向けて準備すべきか、またどのような薬をどれだけの量、いかなる時期に用いるべきかを正確に知っているからである。そして実際、彼はこれらのことについて、すでに私たちとともに検討を終えている。したがって、あなたはアテナイにおいて、ディオニュシオスの身体を身近に置いているだけでなく、彼の魂と意志を、そしてそれと同時に私の魂と意志をも置いていることになるのである。しかし、浄化の後に、ディオニュシオスが去り、子供がアテナイに残されるときには、次のように彼を生活させなければならない。朝、寝床から起き上がって、教師たちのもとに通う前に、適度な、あまり激しすぎない歩調で散歩をさせるべきである。その後からパライストラ(体育場)の時間までは、いつものように学業に専念させるべきである。そして、それらからひとまず解放されたなら、再び散歩をし、その上で体育教師のもとへと行かせるべきである。そしてこの人物は、子供の世話をする他の誰よりも、十分に思慮深い者でなければならない。しかし、そのような人物を見出すことは決して容易ではない。なぜなら、その選択の対象となる人々は、概して無教養であり、その肉体と同様に魂においてもロバのように愚鈍で粗野だからである。したがって、このことを些細なこととして見過ごしてはならないし、最初に出くわしたような者に子供を委ねてはならない。治療の要諦は、これら二つのこと、すなわち私からあなたに与えられた薬の使用と、体操(運動)にあるのだということを、よく心得ておきなさい。他のすべてのことは、これらに対する一種の準備にすぎない。それゆえ、体育教師は、ディオニュシオスがあなたとともに選ぶのがよい。そして、その者にとって体操の目標とすべきは、量においては、疲れる前に子供を休ませること、身体全体を温めること、そして適度に排出させることである。そして、この両方が同じ一つの時期に重なるのがよい。なぜなら、余分なものが十分に排出され、身体がすでに十分に温まったその時に、体操を中止すれば、疲労が生じ始める前に休息をとることができるからである。しかし、この時期を超えた過度な運動は、すでに固体の身体組織を侵し、体質を消耗させ、特に関節や筋肉の中にその老廃物を蓄積させてしまう。そして、そこから体力の消耗に伴う疲労が生じ、次いで、どこかの部位を動かしようとするときにヒリヒリするような痛みの感覚が生じる。これこそが「疲労困憊」なのである。したがって、体育教師は単に思慮深いだけでなく、適度な体操(運動)に精通した者でなければならない。それは、必要以上に早く

構文注4 件
  1. 3τὰ τῆς ἐπανόδου

    中性複数冠詞 τὰ に属格 ἐπανόδου が伴った名詞句で、「帰還に関する諸事情」や「帰還の計画・進展」を表している。ここでは、父親と子供がアテナイに帰る予定の進展状況を指す。

  2. 3ἀπαιδεύτων τοὐπίπαν

    τοὐπίπαν は τὸ ἐπὶ πᾶν の縮約(crasis)であり、「大抵は」「一般に」という意味の副詞的対格として機能し、形容詞(実詞化された分詞や名詞的用法)ἀπαιδεύτων(無教養な人々)を修飾している。

  3. 3μὴ τοίνυν ὡς μικρὸν τοῦτο παρέλθοι σε

    否定辞 μή と希求法過去形の παρέλθοι の組み合わせにより、強い要望または穏やかな禁止を表現している。ここでの τοῦτο は、直前に述べられた「思慮深く適切な体育教師を選ぶこと」という行為を指している。

  4. 3ἔστωσαν δ’ αὐτῷ σκοποὶ

    動詞 εἰμί の三人称複数命令形である ἔστωσαν が主語 σκοποί(目標、標的)と一致している。与格の αὐτῷ は、体育教師(παιδοτρίβης)を指示する「所有の与格」(彼にとっての目標であれ)として機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0057.tlg074.humanitext-grc1:3#1