Humanitext Reader

盖伦 · 给癫痫病童的建议 §3#2

适度锻炼的目标与全身按摩方法

第 3 段,共 7 段 · 希腊语

内容简介

作者指出了适度体育锻炼在量与质上的具体目标,并详细阐述了避免头部充盈的方法、全身各部位按摩的顺序和要领,以及运动后的调养方式。

§3#2καταπαύοι, δεδιὼς τὸν ἀκολουθήσοντα κάματον, μήτε θερμῆναι καὶ κενῶσαι τελέως ἅπαν τὸ περιττὸν ὀριγνώμενος τῷ κόπῳ περιβάλλοι τὸν παῖδα.
……(因害怕随之而来的疲劳而)中止运动,也不要因为热切地想要温热并完全排出所有多余的物质而使孩子陷入疲劳困惫。
τοῦ μὲν δὴ μετρίου τῶν γυμνασίων οὗ τοι σκοποί· τῆς ποιότητος δὲ ῥῶσαι σύμπαντα τὰ μόρια, καὶ μάλιστα κεφαλὴν καὶ γαστέρα, καὶ ταύτης ἐξαιρέτως τὰ κατὰ τὸ στόμα τῆς γαστρός.
这些确实是适度体育锻炼在量上的目标;而在质上的目标,则是增强所有部位的力量,特别是头部和胃部,尤其是胃部中靠近胃口(喷门)的区域。
ὅπως δ’ ἄν τις καὶ τούτου τυγχάνοι καὶ δὴ φράσω.
至于如何也能达成这一目标,我这就来说明。
πρῶτον μὲν ἐπειδὴ τὰ σφοδρὰ γυμνάσια πληροῖ τὴν κεφαλὴν, ἀπέχεσθαι τῶν τοιούτων κελεύω.
第一,由于剧烈的运动会充盈头部,我命其避开此类运动。
δεύτερον, εἰ καὶ δεήσειέ ποτε χρήσασθαι, τῆς κεφαλῆς ὀρθίας ἀνεστηκυίας κινείσθω τὰ κάτω, καὶ τούτων μάλιστα τὰ σκέλη, καὶ τρίτον ἐπὶ τούτοις ἀπὸ σμικρῶν καὶ βραδέων κινήσεων ἀρξάμενος ὁ παιδοτρίβης ἐπὶ τὸ σφοδρότερόν τε καὶ θᾶττον οὕτως ἀναγέτω.
第二,即使有时需要进行此类运动,也应当在头部保持直立的状态下,活动下半身,尤其是双腿;第三,在此基础上,体育教师应当从细微且缓慢的动作开始,如此逐步引导至更剧烈、更快速的动作。
τὸ δ’ ἀθρόως ἐπὶ τὸ σύντονον ἔρχεσθαι γυμνάσιον οὐ τοῖς ἀσθενέσι μόνον, ἀλλὰ καὶ τοῖς ἰσχυροῖς σώμασιν ἐσχάτως βλαβερόν.
而突然直接进入紧张的体育锻炼,不仅对虚弱的身体,而且对强壮的身体都是极其有害的。
ἡγεῖσθαι δὲ χρὴ καὶ τὴν τρίψιν εἶναι γυμνάσιον καὶ μάλιστα τοῖς ἀσθενεστέροις σώμασι, καὶ πολλάκις γε καὶ μόνη καλῶς γιγνομένη, τῶν γε ἄλλων κινήσεων οὐδὲν ἔτι προσδεῖται.
此外,应当认为按摩也是一种锻炼,尤其是对于较虚弱的身体而言,且往往只要按摩本身做得好,就完全不需要其他任何运动了。
χρὴ δὲ τὰ μὲν πρῶτα διὰ σινδόνων ἀτρέμα ἄνωθεν κάτω τῶν χειρῶν φερομένων ἐρυθραίνειν τὸ σῶμα, τὴν ἀρχὴν ἀπὸ βραχιόνων τε καὶ χειρῶν ποιουμένοις, εἶθ’ οὕτως ἐπὶ τὰ στέρνα τε καὶ γαστέρα προϊόντας, ἑξῆς δὲ καὶ τὰ σκέλη τρίβειν ἱκανώτερον, ὡς ἐκ τῶν ἄνω τι μεταῤῥέοι τῇδε, κᾄπειθ’ οὕτως ἅπτεσθαι τῆς κεφαλῆς.
起初,应当通过亚麻布,让手自上而下轻轻移动来使身体泛红,开始时先从手臂和双手做起,然后如此进行到胸部和胃部,接下去再更充分地按摩双腿,以便让某些物质能从上部流向这里(下部),在此之后才可以接触头部。
τὸ δ’ εὐθὺς ἐξ ἀρχῆς ἐπὶ ταύτην ἰέναι σφαλερὸν, ἔτι γὰρ μεστοῦ τοῦ σώματος ὄντος ἐπὶ τὸ πρῶτον θερμανθὲν ἕλκεται τὰ περιττώματα.
而一开始就直接针对头部是危险的,因为当身体还处于充盈状态时,多余的杂质会被吸引到最先变温热的部位。
χρὴ τοίνυν τῶν ἄλλων ὑστάτην μορίων τρίβεσθαι τὴν κεφαλὴν, ὡς εἴρηται νῦν, χωρὶς τοῦ λίπους.
因此,正如刚才所说,头部应当在其他部位之后最后一个进行按摩,且不使用油脂。
ἐπειδὰν δὲ καὶ τὸ ἔλαιον προσαγάγῃς, οὐδὲν κωλύει σὺν καὶ τοῖς ἄλλοις, ὥστε τὸν μέν τινα τὴν κεφαλὴν, ἑτέρους δὲ δύο τὰ περὶ τὰ στέρνα τε καὶ τὴν γαστέρα καὶ τοὺς ἄλλους δύο τὰ σκέλη τρίβειν.
但当你也涂抹橄榄油时,则不妨碍它与其他部位同时进行,即由某一个人按摩头部,另两个人按摩胸部和胃部周围,再由另两个人按摩双腿。
οὕτως δὲ καὶ μετὰ τὰ γυμνάσια, καὶ μᾶλλόν γε τηνικαῦτα τρίβειν ἅμα σύμπαντα τὰ μέλη.
在体育锻炼之后也应当如此,尤其是在那时,应当同时按摩所有的肢体。
θᾶττόν τε γὰρ οὕτως ἀναπαύεται τὸ σῶμα καὶ ἧττον περιψύχεται.
因为这样身体能更快地得到休息,且较少受凉。
χρὴ δὲ, εἴπερ τινος ἄλλου, καὶ τούτου φροντίζειν.
如果说有什么其他事情值得注意的话,这件事也必须予以重视。
ἀλουτεῖν δὲ προσήκει τὰ πολλὰ καὶ ταῖς παλαίστραις μὴ εὐθὺς ἐξιέναι μετὰ τὸ γυμνάσιον, ἀλλ’ ἐπειδὰν ἀκριβῶς καταστῇ τὸ πνεῦμα καὶ παύσηται τελέως ἡ ἐκ τοῦ γυμνασίου ταραχὴ, τηνικαῦτα δή που καὶ τὴν κεφαλὴν ἐπιπλεῖστον τρίβειν σινδόνι, πολλάκις δὲ καὶ κτενὶ προχρῆσθαι.
此外,通常应当避免洗澡,并且在体育锻炼之后不要立即离开角力学校,而应当在呼吸准确地平复、因锻炼引起的骚动完全平息时,在此之后,大概也要用亚麻布最充分地按摩头部,且常常也应当预先使用梳子。

词汇与语法注释

  1. 490τοῦ μὲν δὴ μετρίου τῶν γυμνασίων οὗτοι σκοποί — 包含名词省略的结构。在前文阐述了“在量上的目标”(σκοποὶ ἐν τῇ ποσότητι)之后,此处的属格名词短语“适度体育锻炼的”(τοῦ μετρίου τῶν γυμνασίων)承接前文,并与后文引出“在质上的目标”(τῆς ποιότητος δέ...)形成对比。
  2. p.364τῆς κεφαλῆς ὀρθίας ἀνεστηκυίας — 属格独立分词结构,表示动作进行时的伴随状态(“在头部保持直立的状态下”)。它规定了防止血流集中于头部的身体姿势条件。
  3. p.364τὴν ἀρχὴν ἀπὸ βραχιόνων τε καὶ χειρῶν ποιουμένοις — 短语 τὴν ἀρχὴν 为副词性宾格,意为“首先”或“起初”。分词 ποιουμένοις(与格复数)与默示的施加按摩者保持一致,但在下一句中通过格的不一致(anakolouthon)转为了宾格分词 προϊόντας(“进行到……”)。
  4. p.365τῶν ἄλλων ὑστάτην μορίων — 最高级形容词 ὑστάτην 呈叙述性用法,修饰主语 τὴν κεφαλὴν(头部),并支配表示比较(或范围)的属格 τῶν ἄλλων μορίων。其意思是“头部应当作为其他部位中最后一个(被按摩)”。

引用这一段

盖伦, 给癫痫病童的建议 §3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg074.humanitext-grc1:3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。