§1## ΓΑΛΗΝΟΥ ΤΩΙ ΕΠΙΛΗΠΤΩΙ ΠΑΙΔΙ ΥΠΟΘΗΚΗ.
Ἐγὼ μὲν ὤμην, ὦ Καικιλιανὲ, μηδὲν δεήσεσθαί σε τῶν ἡμετέρων ὑποθηκῶν εἰς τὴν τοῦ παιδὸς νόσον.
盖伦给患癫痫儿童的建议。 凯基利亚努斯啊,我本以为你对孩子病症的治疗完全不需要我们的建议。
ὁ γὰρ τεθεαμένος αὐτὸν ἤδη καὶ μέλλων ἅμα σοι πλευσεῖσθαι πάλιν ἐς Ἀθήνας, Διονύσιος, ἱκανός ἐστι καὶ πρᾶξαι παρὼν τὰ δέοντα καὶ χωριζόμενος, αὖθις ὑποθήκας διδόναι τῇ τοῦ νοσήματος ἕξει προσηκούσας.
因为迪奥尼西奥斯已经见过他,且即将与你一同乘船返回雅典,他既有能力在现场做必要处置,也能够在离开后,再次针对病情的状况给出合宜的建议。
ἐγὼ δὲ μηδέπω ποτὲ τεθεαμένος τὸν παῖδα τάχ’ ἂν πολὺ καὶ σφαλείην, οὔθ’ ὅπως ἐξ ἀρχῆς ἡ φύσις αὐτῷ πρὸ τοῦ νοσήματος οὔθ’ ὅπως νῦν ὑπὸ τοῦ νοσήματος γινώσκων, ἀλλ’ ἢ μόνον αὐτὸ παρ’ ὑμῶν ἀκούων, ἐπιληπτικοὺς αὐτῷ γίνεσθαι παροξυσμούς.
然而,我至今从未见过这个孩子,既不知道他病前最初的体质如何,也不知道他现在受病痛折磨的情况,而仅仅从你们那里听说他有癫痫发作。
ἐπεὶ δὲ ὀλιγωροῦντά με μᾶλλον ἢ ἀληθεύοντα νομίζεις ἀποδιδράσκειν τὴν γραφὴν, ὃ μηδέποτε πρότερον ἔπραξα, τοῦτο νῦν ὑπομένω πρᾶξαι σοὶ χαριζόμενος, ὑποθήκας τινὰς γράψαι θεραπείας ἐπιλήπτου παιδός.
但既然你认为我是在偷懒,而不是在说实话,企图逃避撰写——这是我以前从未做过的事——那么我现在为了取悦你而甘愿做这件事,即写下一些治疗患癫痫儿童的建议。
ἐν αἷς ἀνάγκη τι καὶ παρακοῦσαι τὸν ἰδιώτην καὶ σφαλῆναι περὶ τὸ μέτρον ἢ τὸν καιρὸν τῆς χρήσεως.
在这些建议中,外行不可避免地会听错一些事情,或者在使用剂量或时机上产生失误。
ἀποδέδεικται γὰρ ἡμῖν ἐν ἑτέροις ὡς οὐκ ἐνδέχεται χωρὶς τοῦ μέθοδόν τινα ἐκμαθεῖν θεραπευτικὴν ἰάσασθαί τι καλῶς οὐδὲ τῶν σμικροτάτων νοσημάτων, μή τί γε τῶν οὕτω μεγάλων ἡλίκον καὶ τὸ τῆς ἐπιληψίας ἐστί.
因为我们在其他著作中已经证明,如果不学习某种治疗方法,就无法很好地医治任何疾病,即使是最小的疾病也不行,更不用说像癫痫这样重大的疾病了。
καὶ ὅ γε Διονύσιος ἔφθανεν ἤδη κεκοινῶσθαί τε ἐμοὶ καὶ συνδιεσκέφθαι περὶ τῆς ὅλης θεραπείας τοῦ παιδὸς, πρὶν καί σε κελεῦσαι γράψαι τὰς ὑποθήκας τάσδε.
而且,在甚至你命令我写下这些建议之前,迪奥尼西奥斯就已经与我交流并共同商讨了关于这孩子的整体治疗。
ἀλλ’ ἐκείνῳ μὲν ῥᾳδίως τὴν ἐμαυτοῦ γνώμην ἐδήλωσα, συνιέναι τε τῶν λεγομένων δυναμένῳ καὶ παρακοῦσαι μηδενὸς, ὡς ἱκανῶς ἠσκημένῳ περὶ τὴν θεραπευτικὴν μέθοδον.
但我很容易就向他表明了我自己的看法,因为他能够理解所说的话,不至于听错任何事情,毕竟他在治疗方法上受过充分的训练。
σοὶ δὲ οὐδ’ ὅπως διέλθω τὸν λόγον οἶδα.
然而,对于你,我甚至不知道该如何展开论述。
τὸ μὲν γὰρ ἀκριβὲς ὲν αὐτῷ διορισμῶν τε δεῖται πολλῶν καὶ ἀσαφέστερον ἢ κατὰ ἰδιώτην ἐστὶ, τὸ δ’ αὖ σύντομόν τε καὶ σαφὲς οὐκ ἀκριβὲς ὑπάρχει.
因为其中严密的部分既需要许多定义,对非专业人士来说也显得过于晦涩,而简明清晰的部分又不够严密。
ταῦτά τοι καὶ γράφειν ὤκνουν τὰς ὑποθήκας, καίτοι πάνυ χαρίζεσθαί σοι προῃρημένος, ὅμοιόν τι πείσεσθαι προσδοκῶν, οἷον ἂν ἔπαθε καὶ Φειδίας, εἰ μετὰ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα πλάττειν ἠναγκάζετο δάκτυλον μὲν ἰδίᾳ, ἰδίᾳ δὲ αὖ βραχίονα καὶ πόδα καὶ ῥῖνα καὶ οὖς, ἕκαστόν τε τῶν ἄλλων μορίων.
正是因为这些原因,我以前才迟疑于写下这些建议,尽管我非常想取悦你,但我预料到自己会遭遇类似于菲迪亚斯所遭遇的境况——如果菲迪亚斯在雕刻完雅典娜雕像之后,被迫单独雕刻手指,又单独雕刻手臂、脚、鼻子、耳朵以及其他各个部位。
ἐμοὶ γὰρ οἷον ἄγαλμά τι γεγράφθαι νομίζω τὴν θεραπευτικὴν μέθοδον, ἐν ὑπομνήμασι πλείοσιν οὐχ ὅπως ἰδιώτας ὠφελεῖν δυναμένην, ἀλλ’ οὐδὲ τοὺς ἐπιτυχόντας τῶν ἰατρῶν.
因为我认为,治疗方法就如同我所撰写的某种雕像,存在于多部著作中,它们不仅无法帮助外行,甚至连普通的医生也无法帮助。
ἐπεὶ δὲ σὺ βιάζεις με περὶ μορίου ἑνὸς τῆς τέχνης ποιήσασθαι τὸν λόγον, ἄνευ τῆς ἄλλης ἁρμονίας, εἴκω τῇ βίᾳ καὶ πείθομαι, καὶ γράφω σοὶ μὲν αὐτάρκεις ὑποθήκας, ἱκανὸν γὰρ ἰδιώτῃ μὴ μέγα τι καὶ ἀνήκεστον ἐξαμαρτεῖν ἐν ταῖς τῶν ἰατρῶν καὶ μάλιστα τῷ νομίμως μεμαθηκότι τοιούτοις ὁμιλεῖν ὑπομνήμασιν.
但既然你强迫我,在缺乏其余部分和谐统一的情况下,仅就这门艺术的一个部分进行论述,我便屈服于这一强迫并听从,为你写下充足的建议;因为对于一个外行,尤其是一个合理地学会了阅读此类医生著作的人来说,在医生的这些著作中不犯下重大且不可救药的错误,就已经足够了。
ἐκείνοις μὲν οὖν ἡ τῆς θεραπευτικῆς μεθόδου πραγματεία γέγραπται, σοὶ δὲ καὶ τοῖς ἄλλοις ὅσοι τεχνῶν μὲν τινῶν ἐστὲ λογικῶν ἐπιστήμονες, ἰδιῶται δὲ τῆς ἰατρικῆς, γένοιτ’ ἂν ἴσως, οἶμαι, καὶ παρὰ τοῦδε τοῦ γράμματος ὠφέλεια.
因此,对于那些人来说,已经写有治疗方法的系统著作,但对于你以及其他精通某些理性艺术但在医学上是外行的人来说,我想,或许也能从这篇著作中获得益处。
§2Πειράσομαι δὲ ὡς οἷόν τε σαφέστατα διελθεῖν, ᾧ χρώμενος ὁ παῖς τρόπῳ τῆς διαίτης ὀνίναιτό τε ἂν οὐ σμικρὰ καὶ ἥκιστα βλάπτοιτο πρὸς τῶν ἐφ’ ἡμέρᾳ συμπιπτόντων ἀδοκήτως αὐτῷ.
我将尽最大可能清晰地阐述,孩子通过采用何种饮食方式,既能获得不小的益处,又能在日常不期而遇的事情中受到最小的伤害。
φυλάττεσθαι μὲν οὖν καὶ ταῦτα προσήκει, καθ’ ὅσον ἐγχωρεῖ.
因此,在可能的范围内防范这些事情是合宜的。
περιπίπτειν γε μὴν ἀναγκαῖον ἐνίοτε καὶ κρύει καὶ θάλπει σφοδρῷ καὶ ἀνέμοις ἰσχυροῖς καὶ λουτροῖς μοχθηροῖς καὶ τροφαῖς ἐκπληκτικαῖς καὶ τροχοῖς περιδινουμένοις καὶ ἀστραπαῖς καὶ βρονταῖς, ἀγρυπνίαις τε καὶ ἀπεψίαις καὶ λύπῃ καὶ θυμῷ καὶ κόπῳ καὶ ἄλλοις τοιούτοις, ὧν τὸ κεφάλαιόν ἐστι, σφοδρῶς κινῆσαι καὶ ταράξαι τὸ σῶμα καὶ τοῦ πάθους ἀναμνῆσαι καὶ παροξυσμὸν γεννῆσαι.
然而,有时也必然会遇到剧烈的寒冷与炎热、强风、糟糕的沐浴、令人惊骇的食物、旋转的轮子、闪电与雷鸣、失眠与消化不良、悲伤、愤怒、疲劳以及其他类似的事情,这些事情的要害在于剧烈地活动和扰乱身体,唤醒病痛,并诱发发作。
ταῦτα δὲ οὖν ἐκ πολλοῦ φυλάττεσθαι προσήκει, καὶ εἴποτε γεγεννημένων αὐτῶν παρακολουθήσει παροξυσμὸς, ἀποσχέσθαι μὲν τελέως τηνικαῦτα πάσης κινήσεως, ἐπὶ δὲ τῆς οἰκίας διατρῖψαι καὶ πάνυ λεπτῶς διαιτηθῆναι, μέχρι περ ἂν ἀπόθηται τὸ σῶμα τὸν ἐκ τοῦ παροξυσμοῦ κάματον.
无论如何,应该提前防范这些事情,如果一旦在这些事情发生后伴随有发作,届时应完全停止一切活动,留在家中,并采用极稀薄的饮食,直到身体摆脱发作带来的疲劳。
ἥτις δὲ ἡ λεπτὴ δίαιτα καὶ γνώσκειν μὲν οἶμαί σε καὶ διὰ τῶν ἐφεξῆς ἀναγνοὺς, οὐδὲν ἧττον ἀκούσει τί περὶ αὐτῆς.
至于什么是稀薄的饮食,我想你通过阅读接下来的部分也会明白,但你依然会听到关于它的说明。
ἄρξασθαι γὰρ οὖν ἤδη μοι τῶν ὑποθηκῶν καιρός.
因为现在已经是我开始提出建议的时候了。