§2.1Οὐκ ἐκκρίνει δ᾿ ἡ γαϲτὴρ ἐνίοτε καθαρτηρίου δοθέντοϲ, ἤτοι διὰ τὴν ἰδιότητα τῆϲ τοῦ κάμνοντοϲ φύϲεωϲ ἢ διὰ βραχύτητα τοῦ δοθέντοϲ φαρμάκου· πολλάκιϲ δὲ καὶ κόπροϲ ἐϲφηνωμένη ϲκληρὰ κατά τινα τῶν ἐντέρων ἐκκενωθῆναι δεομένη διὰ κλυϲτῆροϲ πρὶν δίδοϲθαι τὸ καθαῖρον φάρμακον κωλύει τὴν κένωϲιν.
然而,有时在给予清除药后,由于患者本性的特异性,或是由于所给予药物的剂量过少,胃肠并不进行排泄;而且,通常在某些肠段中楔入的硬结粪便,在给予清除药之前本需要通过灌肠来排空,却阻碍了排泄。
§2.2δύναται δὲ καὶ τῆϲ φύϲεωϲ. ἐπ᾿ οὖρα τὴν ὁρμὴν πεποιημένηϲ, τὸ καθαρτικὸν μηδὲν ἀνύειν.
此外,当自然(身体机能)将冲动导向尿液时,清除药也可能毫无成效。
§2.3ἔνιά γε μήν, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν πρὸϲ τῷ βλάπτειν μηδὲν τὸ ϲῶμα καὶ τροφὴ γίνεται τοῦ ζῴου, τὰ δ᾿ εἰϲ τὸ φάρμακόν τε καὶ δηλητήριον ἐκτρέπεται.
然而,有些清除药在未能发挥清除作用时,一方面不仅完全不伤害身体,甚至成为生物的营养,但另一方面,则会转化为有害药物和毒药。