§3.1Πάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαϲτέρα, καὶ μάλιϲτα αὐτῆϲ τὸ ϲτόμα, διότι νευρωδέϲτατόν ἐϲτι καὶ αἰϲθητικώτατον, ἡ μῖξιϲ ἐπενοήθη τῶν εὐωδῶν, ὅπωϲ μὴ μόνη μηδ᾿ ἀκραιφνὴϲ. ἡ δύναμιϲ αὐτῶν ἅπτηται τοῦ ϲτόματοϲ τῆϲ γαϲτρόϲ χρὴ δ᾿
由于所有的清除药都会伤害胃肠,尤其是它的口部(贲门),因为那里分布着极多的神经且最为敏感,因而人们想出了调配芳香物质的方法,以防药物的力量单独或以纯粹的状态触及胃口。
§3.2εἶναι τὰ μιγνύμενα ϲπέρματα τυιαῦτα, καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆϲ τε καὶ τμητικῆϲ ὄντα δυνάμεωϲ, καὶ τοὺϲ παχεῖϲ χυμοὺϲ τέμνειν καὶ τὰϲ ὁδοὺϲ αὐτῶν, δι᾿ ὧν ἐκκενοῦνται, διοίγειν τε καὶ ἀναϲτομοῦν.
然而,所混入的种子(原料)应当是这样一类:它们生来就能缓和[药剂的]危害,且不阻碍其效力;它们具有稀释和切断的力量,能够切断浓稠的体液,并能开启和扩张供其排空、排出的通道。
§3.3δεῖ δὲ καὶ ὁμονοεῖν ἀλλήλοιϲ τὰ μιγνύμενα καθαρτικὰ καὶ κατὰ μηδὲν ϲταϲιάζειν, ἡ δὲ ϲτάϲιϲ αὐτῶν γινέϲθω, οὐχ ὅταν τὸ μὲν χολῆϲ, εἰ τύχοι. τὸ δὲ φλέγματοϲ ᾖ κενωτικόν (ἀμφότερα γὰρ ἐκκενοῦϲθαι δύναται κατὰ τὸν οὐτὸν τρόπον), ἀλλ᾿ ὅταν τὸ μὲν εὐθέωϲ. τὸ δὲ μετὰ πολὺ τῆϲ προϲφορᾶϲ πεφύκῃ κινεῖν τὴν κάθαρϲιν· ἀνώμαλοϲ γὰρ οὕτωϲ ἡ κένωϲιϲ γίνεται, προϲενεχθέντων ἅμα· λέγω δ᾿ ἀνώμαλον, ὅταν ἤδη παύεϲθαι δοκούϲηϲ αὐτῆϲ ἀρχὴ πάλιν ἑτέραϲ κενώϲεωϲ γίνηται.
此外,混合在一起的清除药应当彼此协调,不发生任何冲突。 而它们之间的冲突,并不是发生在(例如)一者排胆汁、另一者排粘液的时候(因为两者可以以同样的方式排出),而是发生在,一者生来能立即引发清除,而另一者则在服用后很久才引发清除的时候;因为,当它们同时服用时,排空就会变得不规则;而我所说的不规则,是指当排空似乎已经停止时,却又开始另一次排空。