Humanitext Reader

盖伦 · 论泻药的使用对象、种类及时间 §1.32-1.41

急性病用下剂的时机与大麦粥的护胃功效

第 4 段,共 6 段 · 希腊语

内容简介

本段讨论了在急性疾病中施用清除药的适当时机、定义了体液的“激荡”状态,并解释了服用下剂后啜饮大麦粥以保护食道和胃部免受药物损害的作用与注意事项。

§1.32ἀλλ᾿ ἔν γε τοῖϲ ὀξέϲι νοϲήμαϲι κατ᾿ ἀρχὰϲ εὐθὺϲ | ἤτοι κατὰ τὴν πρώτην ἡμέραν ἢ οὐκ ἐξωτέρω τῆϲ δευτέραϲ μελλόντων ἡμῶν χρῆϲθαι ταῖϲ καθάρϲεϲιν, ὅταν ὀργῇ, τὴν τοιαύτην παραϲκευὴν οὐκ ἐγχωρεῖ γενέϲθαι, πλὴν εἰ ἄρα ϲχοίη τιϲ καιρὸν μελίκρατον δοῦναι πίνειν, ἐναφεψήϲαϲ ὑϲϲώπου τι ἢ ὀριγάνου ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχουϲ ἤ τινοϲ τῶν οὕτω λεπτυνόντων, ὥϲτε εὐλόγωϲ ὀλιγάκιϲ ἐν τοῖϲ ὀξέϲι νοϲήμαϲι κα τ᾿ ἀρχὰϲ γενήϲεται ἡμῖν χρεία φαρμακείαϲ τῷ μήτε πολλάκιϲ ὀργᾶν ἐν ἀρχῇ τοὺϲ λυποῦνταϲ χυμούϲ, μήτε, εἰ καὶ τούτοιϲ ὑπάρχει, τοῦ νοϲοῦντοϲ ἐπιτηδείου πρὸϲ τὴν κάθαρϲιν ὄντοϲ, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν παρέχοντοϲ ἐπιτήδειον αὐτὸν παραϲκευάϲαι.
然而,在急性疾病中,在刚开始时,即在第一天或不迟于第二天,当我们准备使用清除法时,即使体液激荡,也没有空间进行这样的准备,除非有人正好有时间给病人喝蜂蜜水,并在其中煎煮一些牛膝草、或牛至、或野生牛至、或百里香、或薄荷、或类似能使之稀薄的药草,因此,在急性疾病的初期,我们很少需要使用药物治疗,因为痛苦的体液在初期并不经常激荡,而且即使它们确实激荡,病人也不适宜进行清除,甚至情况也没有给我们提供适宜的时间来为他做准备。
§1.33ὀργᾶν δ᾿ οἱ χυμοὶ λέγονται, ὅταν ἐν κινήϲει ϲφοδροτέρᾳ γενόμενοι καὶ μετταρρύϲει μορίων εἰϲ μόρια κατὰ τὴν ἀρχὴν τοῦ νοϲήματοϲ ὀχλῶϲι τὸν ἄν|θρωπον, ἀνιῶντεϲ καὶ γαργαλίζοντεϲ καὶ ἡϲυχάζειν οὐκ ἐπιτρέποντεϲ.
而体液被称为“激荡” 是指当它们处于更剧烈的运动中,并且在疾病初期从一个部位流入另一个部位,困扰着人类,带来痛苦与刺痒,使人无法安宁。
§1.34τοὺϲ μὲν οὖν τοιούτουϲ ἐκκενοῦν προϲήκει, τουτέϲτι τοὺϲ ἐν κινήϲει καὶ φορᾷ καὶ ῥύϲει· τοὺϲ δὲ καθ᾿ ἕν τι μόριον ἐϲτηριγμένουϲ οὔτε ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν πεφθῆναι· τηνικαῦτα γὰρ ἤδη καὶ τὴν φύϲιν ἕξομεν βοηθοῦϲαν τῇ κενώϲει· φαίνεται γὰρ αὕτη μετὰ τὰϲ πέψειϲ διακινοῦϲά τε τοὺϲ χυμοὺϲ ἀπωθουμένη τε τὸ περιττόν, ἐν ᾧ δὴ καιρῷ καὶ κρίϲειϲ γίνονται, ἀλλὰ τελέωϲ μὲν αὐτῆϲ κινουμένηϲ, οὐδὲν δεῖ φαρμάκου, μετριώτερον δὲ καὶ ἀϲθενέϲτερον ἐνεργούϲηϲ, τὸ λεῖπον αὐτοὺϲ χρὴ προϲτιθέναι φαρμακεύονταϲ.
因此,排泄这样的体液是适宜的,即那些处于运动、冲洗和流动中的体液;但对于固定在某个单一部位的体液,在成熟之前既不应通过任何其他疗法移动,也不应使用药物治疗;因为到那时我们才会拥有自然作为清除的助手;因为可以看到在成熟后,自然既移动体液又排斥多余的残渣,正是在这个时候转折也发生了;但是当自然完全行动时,根本不需要药物,而当它作用较温和及较弱时,进行药物治疗的人必须补充其不足的部分。
§1.35χρὴ δ᾿ εἰδέναι ὡϲ αἱ μεταρρυήϲειϲ ἄλλοτε εἰϲ ἄλλο μόριον τῶν χυμῶν ὀλιγάκιϲ γίνονται, τὰ πλείω δ᾿ ἡϲυχάζει καθ’ ἕν τι μόριον, ἐν ᾧ καὶ πέττεται, | παῤ ὅλον τοῦ νοϲήματοϲ τὸν χρόνον ἄχρι λύϲεωϲ.
并且应当知道,体液在不同时间流向不同部位的情况很少发生,而大多数时间它们都在某个单一部位保持静止,并在该部位被成熟,贯穿疾病的整个时期直到痊愈。
§1.36ὅταν οὖν μὴ μόνον ὀξὺ πάθοϲ ᾖ, ἀλλὰ καὶ μετὰ πυρετοῦ ϲφοδροτάτου, εὐλαβητέον ἐϲτὶ τὴν δόϲιν τοῦ καθαίροντοϲ φαρμάκου, καὶ μάλιϲτα ὅταν ἀπείρωϲ τιϲ ἔχῃ τῆϲ τοῦ κάμνοντοϲ φύϲεωϲ· ἔνιοι μὲν γάρ εἰϲι φύϲει δυϲκάθαρτοι, τινὲϲ δ᾿ ἐπὶ βραχείᾳ πόϲει φαρμάκου καθαίρονται δαψιλῶϲ.
因此,当不仅是急性病症,而且伴有极强烈的发热时,必须警惕清除药物的剂量,特别是当对病人的本性没有经验时;因为有些人天生难以清除,而另一些人只需服用微量的药物就能丰沛地清除。
§1.37ὅταν οὖν ὁ πυρετὸϲ ᾖ μὴ ϲφοδρόϲ, ἔμπειρόϲ τε ᾖϲ τῆϲ φύϲεωϲ τοῦ κάμνοντοϲ, ἐπὶ τὴν τοῦ φαρμάκου δόϲιν ἀφίξῃ, χρώμενοϲ ἐλλεβόρῳ. μέλανι ⟨ἤ⟩ τινι τῶν ὁμοιοτρόπων, ὧν ἐϲτι καὶ τὸ διὰ τῆϲ κολοκυνθίδοϲ· §1.38ἱερὰν δ᾿ αὐτὴν ϲυνήθωϲ ὀνομάζουϲιν.
因此,当发热不强烈,且你对病人的本性有经验时,你将进行药物的给药,使用黑藜芦或某种具有类似性质的药物,其中包括用药用西瓜制成的药剂;人们通常称之为“圣药”。
ποικίλωϲ δ᾿ αὐτῆϲ ϲκευαζομένηϲ, ἡ τὸν ἐλλέβορον εἰληφυῖα, τὴν ϲκαμμωνίαν δ᾿ οὐκ ἔχουϲα, κάλλιϲτόν ἐϲτι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλωϲ λαβεῖν φάρμακον ὑπήλατον.
虽然它的配制方式多种多样,但含有藜芦而不含斯卡摩尼亚的配方,对于那些完全能够服用清除药物的人来说,是最好的药物。
§1.39μετὰ δὲ τὸ ληφθῆναι τὸ καθαρτήριον ϲυμφέρει τῆϲ πτιϲάνηϲ ἐπιρροφεῖν, ὥϲ φηϲιν Ἱππο | κράτηϲ· αὐτὸ μὲν γὰρ τὸ καθαρτικόν, ὡϲ ἂν ὀλίγον ὄν, εἰϲ τὸν πυθμένα τῆϲ κοιλίαϲ ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὅ τε ϲτόμαχοϲ ὅϲον τε τῆϲ γαϲτρὸϲ ὑψηλὸν οὐ μόνον τῆϲ ποιότητοϲ τοῦ καθαίροντοϲ, ἀλλὰ καὶ τῆϲ οὐϲίαϲ προϲιζούϲηϲ ἐν τῇ διόδῳ μεταλαμβάνοντα μεγάλωϲ βλάπτονται.
而在服用了清除药之后,如同希波克拉底所说,啜饮大麦粥是有益的;因为清除药本身由于量少,会到达腹腔的底部;但在通道中,食道和胃的上部不仅受到清除药性质的影响,而且由于其物质黏附在通道中,共同承受了它们,从而受到极大的损害。
§1.40χρήϲιμοϲ οὖν χυλὸϲ τῆϲ πτιϲάνηϲ ἐπιρροφούμενοϲ, ὡϲ ἀπορρύψαι μὲν καὶ καταϲῦραι κάτω τὸ προϲπεπλαϲμένον ἐν τῇ διόδῳ δυνάμενοϲ, ἐπικεράϲαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖϲ μορίοιϲ ποιότητα τοῦ φαρμάκου.
因此,啜饮大麦粥的汁液是有用的,因为它能够洗去并向下清除通道中黏附的东西,并且能够调和并改变渗透到各部位的药物的性质。
§1.41διὰ ταῦτα μὲν οὖν ἐπὶ τοῦ καθαρτικοῦ πόϲει κελεύει τῆϲ πτιϲάνηϲ ἐπιρροφεῖν· ἀρξαμένηϲ δὲ γίνεϲθαι τῆϲ καθάρϲεωϲ. οὐκέτι βούλεται δίδοϲθαι πτιϲάνηϲ, εὐλαβούμενοϲ ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροτοϲ φαρμάκου. |
因此,由于这些原因,他在服用清除药时命令啜饮大麦粥;但当清除开始发生时,他不再希望给予大麦粥,以防范清除药物的力量被削弱。

词汇与语法注释

  1. 1.32μελλόντων ἡμῶν — 属格绝对构文,表示“我们”准备使用清除法(χρῆϲθαι ταῖϲ καθάρϲεϲιν)的情况或时间,其主语与主句主语不同。
  2. 1.32τῷ μήτε πολλάκιϲ ὀργᾶν — 带冠词不定式的因果/原因与格(τῷ + 不定式)。随后的 μήτε... τοῦ νοϲοῦντοϲ... ὄντοϲ 和 ἀλλὰ μηδὲ... παρέχοντοϲ 均为属格绝对构文,起到了并列补充原因的作用。
  3. 1.34αὐτῆϲ κινουμένηϲ — 属格绝对构文,代词 αὐτῆϲ 指代前文的 ἡ φύϲιϲ(自然/本性)。在此处表示条件(“如果自然完全行动”)。
  4. 1.39τῆϲ οὐϲίαϲ προϲιζούϲηϲ — 插入的表示原因的属格绝对构文。因为动词 μεταλαμβάνω 接属格宾语,τῆϲ ποιότητοϲ(性质)和 τῆϲ οὐϲίαϲ(物质)均作为其宾语,但后者伴随分词 προϲιζούϲηϲ(黏附),形成了并列的原因说明(“并且由于其物质黏附在通道中而共同承受”)。

引用这一段

盖伦, 论泻药的使用对象、种类及时间 §1.32-1.41. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg073.humanitext-grc2:1.32-1.41

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。