Humanitext Reader

盖伦 · 论泻药的功效 §4

排血毒药与无差别排空说的谬误

第 4 段,共 5 段 · 希腊语

内容简介

作者论证直接排空血液的药物本质上是毒药,分享了在色雷斯发现的一种吸引血液的草药的轶事,并结合泻药的临床效果反驳了对手关于所有体液无差别排空的理论。

§4Ἴσως οὖν ζητήσεις εἰ ἔστι τι φάρμακον εὐθὺς ἐξ ἀρχῆς αἵματος ἀγωγόν.
或许,你会问是否有某种药物能从一开始就立刻吸引血液。
ἔστιν, ὦ βέλτιστε, χρήσαιτο δ’ ἂν οὐδεὶς αὐτῷ.
有,好人啊,但没有人会使用它。
διὰ τί;
为什么?
φήσεις ἴσως.
或许你会说。
ὅτι σφάξαι τοῦτ’ ἂν εἴη τὸν ἄνθρωπον, οὐ καθῆραι.
因为这将是屠宰人,而不是净化人。
τὰ γάρ τοι καθαίροντα δι’ αὐτὸ τοῦτο πρὸς ἁπάντων ὀνομάζεται καθαίροντα, διότι καθαρὸν ἀποφαίνει τὸ αἷμα τῶν εἰρημένων περιττωμάτων.
因为净化药之所以被所有人称为“净化药”,正是因为它们使血液从上述废弃物中净化出来。
οὐ μὴν οὕτω γέ τις ἐστὶ σοφὸς ἰατρὸς, ὡς ἐθελῆσαι μὲν κενῶσαι ἅπαν τὸ αἷμα, καταλιπεῖν δ’ ἐν τῷ σώματι τοὺς ἄλλους χυμούς.
然而,没有一个医生会如此“聪明”,以至于想要排空所有的血液,而把其他体液留在体内。
ὅθεν ἐν τοῖς δηλητηρίοις ἅπαντα τὰ τοιαῦτα καταριθμοῦσιν, ὅσα κένωσιν αἵματος ἐργάζεται διὰ τῶν κατὰ τὴν γαστέρα τε καὶ τὰ ἔντερα φλεβῶν.
因此,在毒药中,他们列入了所有那些通过胃和肠道血管引起血液排空的东西。
ἐχρῆν δὲ οὐδὲ ταῦτα κατὰ τὴν σὴν ὑπόθεσιν ἐξ ἀρχῆς κενοῦν αἷμα.
然而,根据你的假说,即使是这些东西也不应该从一开始就排空血液。
τὰ δὲ ὀνόματα τῶν τοιούτων φαρμάκων, οὐδ’ εἰ βεβαίως ἠπιστάμην, ἐδήλουν ἂν ἐν τοῖς γράμμασιν.
至于此类药物的名称,即使我确知,我也不会在著作中明言。
ἀλλ’ ἐκεῖνό γε μόνον ἀσφαλὲς εἰπεῖν μοι τὸ γενόμενον ἐν Θρᾳξὶ Βιθυνοῖς ἔτι παίδων ἡμῶν ὑπαρχόντων.
但对我而言,仅讲述我们还是孩童时发生在色雷斯比提尼亚人那里的事情是安全的。
εὗρέ τις ἄνθρωπος τοιαύτην βοτάνην, ὥστε τὸν προσαράμενον αὐτῆς ἀποκρίνειν αἷμα καὶ οὕτως ἀπόλλυσθαι.
有一个人发现了一种草药,以至于触碰它的人排泄血液并因此死去。
πολλῶν οὖν ἀποθνησκόντων ὁμοίῳ τρόπῳ, ζητήσεως ἀκριβεστέρας ἀξιώσαντες τὸ γινόμενον, εὗρόν τε τὸν φαρμακέα καὶ πρὸς τὸν ἡγούμενον τοῦ ἔθνους ἤγαγον.
由于许多人以类似的方式死去,人们认为这件事情值得进行更精确的调查,于是找到了那个制毒者,并把他带到该部族的总督面前。
ἔργον δὲ ἐκείνου ποιουμένου μὴ μόνον αὐτὸν ἀποκτεῖναι τὸν ἄνθρωπον, ἀλλὰ καὶ εἴ τις ἄλλος ἢ ἐδίδαξεν αὐτὸν ἢ ἔμαθεν παρ’ αὐτοῦ, μαθεῖν μὲν παρ’ οὐδενὸς ἔφη τὴν πόαν, ἀλλ’ ἧπαρ ποτὲ χοίρειον εἴς τι προάστειον κομίζων, πηξάσης τῆς γαστρὸς, ἀποθέσθαι κατὰ βοτάνης αὐτὸ, κᾄπειτ’ ἀναιρούμενον αὖθις ἰδεῖν ἰχῶρας αἱματώδεις ἐξ ὅλου τοῦ ἥπατος ἐπὶ τὴν βοτάνην ἐκρέοντας, ἐντεῦθέν τε στοχασάμενον εἰκὸς εἶναι τὴν βοτάνην ἕλκειν αἷμα, δοῦναι τινὶ πείρας ἕνεκα τῶν ἐπιτυχόντων ἀνθρώπων, ὡς δ’ ἅπερ ἤλπισεν εὗρεν, ἐπὶ κακῷ χρῆσθαι τοῦ λοιποῦ.
而当总督致力于不仅要杀死这个人,还要查明是否有其他人教过他或向他学习过时,他说自己没有向任何人学习过这种草,而是在一次将猪肝运往郊区时,由于便意紧迫,他将猪肝放在一种草上,之后再次拿起时,看到血淋淋的液体从整个猪肝中流到草上。 他从此推测这种草很有可能吸引血液,为了试验便给了一个偶然相遇的人,当他发现结果如他所期,此后便将其用于作恶。
οὐ μὴν οὐδὲ δεῖξαι ἔφη βοτάνην ἑτέρῳ ἀνθρώπων.
而且,他说自己没有向其他任何人展示过这种草。
ταῦτ’ εἶπεν ὁ φαρμακεὺς ἐκεῖνος ἐπὶ πλεῖστον βασανιζόμενος.
那个制毒者在受到极长且严酷的拷问时说了这些话。
ὁ δὲ τοῦ ἔθνους ἡγούμενος, ἐπεὶ κατὰ τὴν διήγησιν, ἣν ἐποιήσατο περὶ τῆς βοτάνης, παμπόλλην ἔφη πεφυκέναι πανταχόθεν, δεθέντα τοὺς ὀφθαλμοὺς ἐκέλευσεν αὐτὸν ἀπαχθῆναι τεθνηξόμενον, ὅπως μή τινι μεταξὺ δείξειεν.
然而,该部族的总督由于根据关于该草药的叙述,听说它在各处都生长得极多,便命令蒙上他的眼睛带走处死,以免他在中途向任何人展示。
ὥστε, ὦ βέλτιστε, πολλὰ μὲν εἰκὸς εὑρῆσθαι φάρμακα τοιαύτην  ἔχοντα δύναμιν, ὥστε εὐθὺς ἐξ ἀρχῆς ἕλκειν αἷμα.
因此,好人啊,很有可能已经发现过许多具有这种力量的药物,能够从一开始就立刻吸引血液。
σιωπᾶσθαι δ’ εὔλογον αὐτὰ, καθάπερ τὰ ἄλλα δηλητήρια πρὸς ἁπάντων σιωπᾶται τῶν ἐχόντων νοῦν.
但合理的是,它们应当被保持沉默,正如其他毒药被所有有理智的人保持沉默一样。
ἐγένοντο γάρ τινες ἤδη καὶ περὶ τὴν τούτων διδασκαλίαν ἄφθονοι, τερατώδη τινὰ κοινωνίαν ἐπιδειξάμενοι καὶ γράψαντες ἑκάστου τῶν δηλητηρίων σκευασίας, ἀλλ’ οὐκ ἐκ τῶν νοῦν ἐχόντων οἱ τοιοῦτοι, καθάπερ οὐδὲ ὑμεῖς, ἐὰν ἡμᾶς ἐρωτᾶτε τίνα τῶν φαρμάκων αἵματός ἐστιν ἀγωγά.
因为以前已经有一些人,在传授这些知识时毫不吝啬,展示了某种可怕的慷慨,并写下了每种毒药的配制方法;但这些人并不在有理智的人之列,就像你们一样,如果你们问我们哪些药物是吸引血液的。
πάλιν τοίνυν τὸν λόγον ἐπὶ τὸν ἐξ ἀρχῆς ἀναγάγωμεν σκοπόν.
那么,让我们把论说重新引回最初的目的。
ὁ μὲν ἕλκεσθαι λέγων ὁμοτίμως ἅπαντας τοὺς χυμοὺς, ἀλλὰ τοὺς μὲν εὐρουστάτους πρώτους, ἐφεξῆς δὲ τοὺς ἄλλους ἀποκρίνεσθαι, προδίδωσι τὰ φίλτατα, τὴν ἑλκτικὴν δύναμιν ὑπάρχειν ἐν τοῖς οὖσιν ὁμολογῶν.
那个说所有体液都被同等吸引,但最流动的体液最先排出、其余的依次排空的人,通过承认吸引力存在于事物之中,背叛了他自己最珍视的原则。
ὑπὲρ ἧς ἀναισχυντεῖ ὁ χορὸς αὐτοῦ, περί τε χολῆς καὶ οὔρου διακρίσεως, ἀναδόσεώς τε καὶ ἄλλων τοιούτων ἀλλόκοτα λέγειν ὑπέμεινεν, ἔτι τε τοῖς φαινομένοις ἐναντία τίθεται, καθάπερ ἐδείξαμεν ἔμπροσθεν.
他的合唱队为了这个吸引力,在关于胆汁和尿液的分离、营养分配以及其他此类事情上,厚着脸皮忍受着说些古怪的论调,而且设定了与现象相反的假设,正如我们之前所展示的那样。
εἰ γὰρ ἀληθὴς ἡ ὑπόθεσις αὕτη, πλείστη μὲν ἡ σύμπασα κένωσις ἐπὶ τοῖς τῆς μελαίνης ἀγωγοῖς, ἐλαχίστη δὲ ἐπὶ τοῖς τῶν ὀῤῥωδῶν περιττωμάτων ἔσται.
因为如果这个假设是真的,总排空量在使用驱黑胆汁药时将是最大的,而在水样废物中将是最小的。
καὶ μὴν δείξω σοι μυριάκις, ἐὰν θελήσῃς, ὦ σοφιστὰ, κᾂν νῦν γοῦν θεάσασθαι τὰ τῆς τέχνης ἔργα, τοῖς μὲν ὑδραγωγοῖς φαρμάκοις ἑπομένην ἀεὶ πλείστην κένωσιν, τοῖς δὲ τὴν μέλαιναν ἐκκαθαίρουσιν ἐλαχίστην.
然而,诡辩家啊,如果你愿意,即使至少在现在想看一看医术的实际成果,我也会向你展示千万次:引导水分的药物总是伴随着最大的排空,而净化黑胆汁的药物伴随着最小的排空。
δείξω δὲ καὶ κατ’ ἀρχὰς εὐθέως ἐκκενουμένην τὴν μέλαιναν.
我也会展示黑胆汁在最开始时就立刻被排空。

词汇与语法注释

  1. 467εὐθὺς ἐξ ἀρχῆς αἵματος ἀγωγόν — 词组 αἵματος ἀγωγόν(吸引血液的)由形容词 ἀγωγός 及其支配的属格 αἵματος(宾格性属格)构成。副词短语 εὐθὺς ἐξ ἀρχῆς(从一开始就立刻)指的是药物在施用之初就直接吸引血液,这反驳了对手关于按体液浓度顺序排空的理论。
  2. 467ἔργον δὲ ἐκείνου ποιουμένου — 属格独立结构(Genitive Absolute)。其中 ἐκείνου 指代前文的 τὸν ἡγούμενον τοῦ ἔθνους(该部族的总督),ποιουμένου 是现在分词中动态(作为异态动词,意为“将……作为自己的任务”)。由 μὴ μόνον... ἀλλὰ καὶ... 引导的不定式短语充当其宾语。
  3. 467πηξάσης τῆς γαστρὸς — 属格独立结构。由动词 πήγνυμι(使凝固、使固定)的不定过去时主动分词阴性单数属格 πηξάσης 与名词 γαστήρ(胃、腹)的属格构成。在医学语境中,这一习惯用法指“肠胃结滞”或产生紧迫的便意。
  4. 467ἀποθέσθαι... ἰδεῖν... στοχασάμενον... δοῦναι... χρῆσθαι... δεῖξαι — 这一连串的不定式均隶属于表示陈述的动词 ἔφη,用以转述制毒者的供词。在间接引语中,不定式 ἀποθέσθαι、ἰδεῖν、δοῦναι、χρῆσθαι 和 δεῖξαι 相互并列,其间的中动分词 στοχασάμενον 亦与省略的宾格主语(即制毒者自身)保持一致。
  5. 468κἂν νῦν γοῦν θεάσασθαι — 连词 κἄν(由 καὶ ἐάν 或 καὶ ἄν 缩合而成)在此处用作让步(即使……),与 γοῦν(至少)连用,表示“即使至少在现在……”的限定性让步强调。不定式 θεάσασθαι 与主语动词 δείξω 相关联,或受前面的条件句 ἐὰν θελήσῃς 支配。

引用这一段

盖伦, 论泻药的功效 §4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg072.humanitext-grc1:4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。