§5Ὁ μὲν οὖν ἕλκεσθαι λέγων ὁμοτίμως ἅπαντας τοὺς χυμοὺς εἰς τοσοῦτον ἀναίσθητός τε καὶ ἀμαθής ἐστιν, ὁ δ’ ἀλλοιοῦσθαι θεασάσθω πάλιν εἰς ὅσον οὐδὲν διοίσει κατ’ αὐτὸν ἢ φλεβοτομεῖν ἢ καθαίρειν χολαγωγῷ φαρμάκῳ τὸν ἰκτεριῶντα.
因此,那个说所有体液都被同等吸引的人是如此地麻木和无知,而那个说[体液]是被改变的人,则让他反过来看看,根据他的观点,对黄疸患者放血或用驱胆汁药进行净化,将会有多么毫无区别。
κατὰ δὲ τὸν αὐτὸν τρόπον ὁμότιμόν ἐστι φλεβοτομῆσαί τε τὸν ὑδεριῶντα καὶ κενῶσαι τινὶ τῶν ὑδραγωγῶν, εἶτα οὐκ αἰσχρὰ τὰ τοιαῦτα;
同样,对水肿患者放血与用某种驱水药进行排空也是同等的事情,那么,这些事情难道不令人感到羞耻吗?
καταγελῶσιν οὐκ ὀρθῶς οἱ πολλοὶ τὰ τοιαῦτα ἀκούοντες ἀλλήλοις ἀντιλεγόντων τῶν ἰατρῶν, κατεγνώκασί τε τοῦ λόγου πάντες, ὀνομάζουσί τε τοὺς ὁπωσοῦν τι φθεγγομένους λογιατρούς.
大众听到医生们如此相互反驳,便不正确地嘲笑他们,所有人也都谴责这种医术,并将那些无论说些什么的人都称为“空论医生”。
ὃ γὰρ εἴωθα λέγειν ἀεὶ, τοῦτο καὶ νῦν εἰπεῖν μοι καιρὸς, ἰδιώτης ἅπας τοῦ τοιούτου σοφιστοῦ κρείττων ἐστίν.
因为我一向常说的话,现在也是我说出来的好机会:每个外行都比这种诡辩家强。
εἰ γὰρ καὶ μηδὲν ἄλλο, τὰς γοῦν κατὰ φύσιν ἐννοίας οἱ ἰδιῶται διασώζουσιν, ἀπολλύντων καὶ ταύτας διὰ μοχθηροὺς ἐθισμοὺς τῶν σοφιστῶν.
因为即使没有别的,至少外行们还保留着符合自然的观念,而诡辩家们却因恶劣的习惯连这些观念也丧失了。
ἔναγχος γοῦν τις ἰδιώτης οὐκ ἄφρων ἐξανθημάτων αὐτῷ κατὰ πολλὰ μόρια τοῦ σώματος ἐξαίφνης γενομένων ἑλκωδῶν τε καὶ κακοχρόων ἧκεν ὡς τὸν ἰατρὸν, ἀξιῶν ὅτι τάχιστα καθαρθῆναι.
最近,至少有一个并非愚蠢的外行,因为身体的许多部位突然出现了溃疡状且色泽恶劣的发疹,便来到医生那里,要求尽快进行净化。
τοῦ δὲ φλεβοτομεῖσθαι μᾶλλον αὐτὸν κελεύοντος, οὐ μαίνου, ἔφη, τῷ γὰρ διεφθαρμένῳ συνεκκενοῦσθαι τὸ χρηστὸν εὔλογον ὑπάρχει.
当医生命令他宁可接受放血时,他说:“你疯了吧? 因为腐败的东西与有用的东西同时被排空,这才是合乎情理的。
ἀλλ’ οἱ πάντα μᾶλλον ἢ τὸν Ἱπποκράτειον λόγον ἀληθεύειν βουλόμενοι καὶ τὰς κοινὰς ἐννοίας προσαπολλύουσι τῇ φιλονεικίᾳ.
”但是,那些宁可想要任何其他东西都不愿承认希波克拉底学说为真的人,还因其好斗而将共同观念也一并丧失了。
κᾄπειτ’ ἐπιπηδῶσι μὲν ἡμῖν ὡς διασπασόμενοι, τοῖς δὲ ἐπ’ αὐτῶν τῶν ἔργων ἐλέγχοις ἄχθονται.
然后,他们向我们扑来,仿佛要将我们撕碎,却对基于工作本身的论驳感到恼火。
δίκαιον δὲ ἦν ὡς ἡμεῖς ἐκείνους ἐπηρεάσοντας ὑπὲρ ὧν οὐκ ἴσασιν Ἱπποκράτην φέρομέν τε καὶ πείθειν ἐπιχειροῦμεν, οὕτω καὶ αὐτοὺς ὑπομένειν τοὺς ἐλέγχους, καὶ μάλιστα μὲν, εἰ οἷόν τε, στέργειν τοὺς διδάξαντας· εἰ δὲ μὴ, ἀλλὰ μὴ μισεῖν γε πάντως.
然而,正如当他们因自己不懂的事情而要侮辱我们时,我们搬出希波克拉底并试图说服他们一样,他们自己也应该承受这些反驳,并且如果可能的话,最应该爱戴那些教导他们的人,如果做不到,起码决不应该憎恨他们。
ἀκούσας γοῦν τις τῶν ἀπὸ τῆς τοιαύτης ἐμπληξίας ἰατρῶν, ὡς ἐγὼ παμπόλλους ἐθεράπευσα μόνῃ καθάρσει. τούτων δὴ τῶν τὰς καλουμένας ἀλωπεκίας ἐχόντων τοὐντεῦθεν ἤρξατο μισεῖν με.
无论如何,那些出于此类愚钝的医生中的某一个,听说我仅靠净化就治好了极多的人,即那些患有所谓脱发症的人,便从那时起开始憎恨我。
καί τις ἄλλος ὅτι καρκινώδεις διαθέσεις ἀρχομένας, τούς τε καλουμένους ἐλέφαντας καὶ φαγεδαίνας, ἄλλα τε πολλὰ τῶν κακοήθων ἑλκῶν ὁμοίως ἐμίσησεν, ἄλλος δὲ ὅτι σκοτωματικοὺς ἐθεράπευσα καθάρσεσι μόναις, ἄλλος δ’ ὅτι μανιώδεις ἐπιλήπτους τε καὶ μελαγχολικοὺς, ἔτι δὲ καὶ κεφαλαίᾳ κάμνοντας οὐκ ὀλίγους ἐξιασάμην καθάρσεσι μόναις, ὥσπερ γε καὶ ἰσχιαδικούς.
另一个医生则因为我治愈了初期的癌症体质,以及所谓的象皮病和食肉性溃疡,以及其他许多恶性溃疡,也同样憎恨我。 另一个因为我仅用净化治愈了眩晕患者,另一个因为我仅用净化彻底治愈了狂躁、癫痫和忧郁症患者,而且还治愈了不少患有顽固性头痛的人,正如治愈坐骨神经痛患者一样。
οὕτω δὲ καὶ ἀλγήματα χρόνια κατὰ πολλοὺς τόπους ἐσπαρμένα καὶ τοῦτον δὴ τὸν ἔναγχος ὡς κωλικὸν ἤδη τριῶν μηνῶν ὑπὸ τῶν ἰατρῶν θεραπευσάμενον, ἐπὶ τὸ χεῖρον προϊόντα, πάντα ἀποῤῥῖψαι κελεύσας ἐκεῖνα καθάρσεσι μόναις ἰασάμην.
同样,对于散在许多部位的慢性疼痛,以及最近这个已经被医生们作为疝痛患者治疗了三个月却每况愈下的男子,我命令他丢弃所有那些治疗方法,仅靠净化就治愈了。
ἰασάμην δὲ καὶ ῥοῦν γυναικεῖον, οὐκ ἀφανοῦς τινος τῶν ἐν Ῥώμῃ γυναικῶν καθάρσεσι μόναις, ὥσπερ οὖν καὶ ἄλλων πολλῶν ἀφανεστέρων αὐτό τε τοῦτο τὸ πάθημα καὶ ἄλλα τινὰ τῶν κατὰ μήτραν συνισταμένων.
我也仅靠净化治愈了罗马某位著名妇女的子宫流汁,正如在其他许多地位较低的妇女中治愈了这一同样的病症以及子宫内产生的其他一些病态。
ἐρυσιπελάτων δὲ τί δεῖ καὶ λέγειν, ὡς οὐδέν ἐστι δραστικώτερον βοήθημα χολαγωγοῦ φαρμάκου, καθάπερ ἐναντιώτατον αὐτοῖς τὸ τοῦ φλέγματος ἀγωγόν.
至于丹毒,又何需多言,没有什么疗法比驱胆汁药更为有效,正如驱粘液药对它们来说是最相反的一样。
δι’ ὅλης ἡμέρας ἔχω καὶ ἄλλα λέγειν ἔργα θαυμάσια καθάρσεσιν ἑπόμενα, περὶ ὧν ἀγνοεῖν εἰκός ἐστι τοὺς μηδέποτε τὴν περὶ τὰ καθαίροντα φάρμακα τέχνην μεμαθηκότας.
我可以整天讲述伴随净化而来的其他奇妙事迹,而对于这些事迹,那些从未学习过关于净化药物之医术的人自然是无知的。
ὅπου γὰρ οὐδ’ εἶναί τι νομίζουσιν ὅλως καθαῖρον φάρμακον, ἦ πού γε ἐπί τινων χρηστέον ἢ καθ’ ὅντινα τρόπον ἐπιστήσονται;
因为既然他们根本不相信有任何净化药物存在,他们又怎么可能知道应该对哪些人使用,或者以何种方式使用呢?
διὰ τοῦτο θεραπεύουσιν μὲν ἄλλοι τὰ παθήματα ψιλῇ καὶ μόνῃ ποδηγούμενοι τῇ πείρᾳ.
因此,一些人治疗疾病纯粹且仅凭经验的引导。
σοφοὶ δὲ ἡμῖν οὗτοι καὶ τὸν λόγον, οὐκ ἐφ’ ᾧ τι προσθεῖναι τοῖς διὰ τῆς ἐμπειρίας εὑρημένοις, ἀλλ’ ἀνατρέψαι καὶ ταύτην μεταχειριζόμενοι, πολὺ χεῖρον ἰατρεύουσι τῶν ἐπὶ ψιλαῖς καὶ μόναις ὁρμώντων ταῖς ἀλόγοις τριβαῖς.
而我们的这些“贤人”们,也动用了理论——不是为了给通过经验发现的东西增加点什么,而是为了颠覆这经验——他们行医的效果,比那些仅凭纯粹且毫无理性的惯行而行动的人要差得多。
ἁπάντων δὲ τούτων ἀρχὴ καὶ πηγὴ μία τὸ πρὸς Ἱπποκράτην μῖσος, ἐξ ἧς πηγῆς ἐῤῥύη μὲν καὶ ἄλλα πολλὰ, καὶ τουτὶ δὲ αὐτὸ τὸ ἐνεστὸς σκέμμα, τὸ περὶ τῆς ἑλκτικῆς δυνάμεως, ἧς μέρος ἢ εἶδος ἢ ὡς ἄν τις ἐθέλοι καλεῖν ἡ τῶν καθαιρόντων φαρμάκων δύναμις.
而所有这些事情的起点和源泉只有一个,那就是对希波克拉底的憎恨。 从这个源泉中不仅流出了许多其他东西,也流出了当前关于吸引力的探讨本身,而净化药物的力量就是这一吸引力的一部分,或一个种类,或任何人们愿意称呼它的名字。