§3Καίτοι τί λέγω θεασάσθωσαν;
然而,为什么我说“让他们亲眼看看”呢?
ἐπέδειξα γὰρ ἤδη πολλάκις αὐτοῖς τοῦτο, καὶ μέμνημαί γε τινὰ καὶ τοιαύτης τινὸς ἀντιλαμβανόμενον ἀδολεσχίας.
因为我已经多次向他们展示了这一点,并且我确实记得有人抱持着这样一种废话。
ἔφησε γὰρ οὐχ ἓν δή τι χυμῶν εἶδος ἕλκεσθαι πρὸς ἑκάστου τῶν φαρμάκων, ἀλλὰ ἁπλῶς ἕκαστον μὲν αὐτῶν ἕλκειν ὥσπερ τὰ βδάλλοντα.
因为他声称,并不是每种药物都在吸引特定的一种体液,而是它们中的每一种都像吸角一样在单纯地吸引。
τῇ δὲ ὁλκῇ πρότερον μὲν ἀκολουθεῖν τὸ λεπτότερον ἐν τοῖς χυμοῖς, ἐφεξῆς δὲ αὐτῷ τὸ παχύτερον, εἶθ’ οὕτως τὸ παχύτατον.
而且在吸引的过程中,首先跟随的是体液中较稀薄的部分,接着是较浓稠的部分,然后依此类推,最后是最浓稠的部分。
ὧν μὲν ἂν οὖν ἡ ῥώμη φαρμάκων ἐκλύηται θᾶττον, ἐπὶ τοῖς ὑδατώδεσιν ἵστασθαι τὴν κένωσιν. ὧν δ’ ἂν ἐπὶ πλέον ἐξαρκεῖ, κενοῦσθαι τούτων καὶ τὴν ξανθὴν χολήν. ὅσα δὲ ἰσχυρότατα, τούτων καὶ τὴν μέλαιναν ἐπισπᾶσθαι.
因此,凡是其药力较快耗尽的药物,排空就会停留在水样物质上;而凡是药力维持较久的药物,通过它们也会排空黄胆汁;至于那些最强效的药物,通过它们连黑胆汁也会被吸引过来。
παραχρῆμα μὲν οὖν ἔδοξε τοῖς θιασώταις ὁ τοιοῦτος εὖ λέγειν καὶ πάντες ἐπεβόων αὐτῷ καὶ δρόμῳ πολλῷ καταλιπὼν ἡμᾶς ἀπηλλάττετο, γινώσκων, οἶμαι, βεβαίως ὅτι μένων ἐξελεγχθήσεται.
因此,当时这样一个人的说辞在信奉者看来是很对的,大家都向他喝彩,而他在大步流星中抛下我们离去,我想,他一定很清楚如果留下来就会被论破。
δοθέντος μέντοι κατὰ τὴν ὑστεραίαν ὑφ’ ἡμῶν τοῖς χορευταῖς αὐτοῦ βιβλίου τινὸς, ἐν ᾧ τῶν οὕτως ἐξαίφνης ἀποτετολμημένων ἦν ἔλεγχος, οὐκέτ’ οὐδέποτ’ αὐτοῖς ἐκείνοις ἔθ’ ὁμοίως ἦν πιθανὸς ἀπορῶν διαλύσασθαι τὰ προβεβλημένα.
然而,第二天我们把一册小书交给了他的合唱队(追随者),其中有对那些如此突然而厚颜的观点的反驳,他便再也无法对那些人产生同样的信服力了,因为他无法解答提出的难问。
ταυτὶ γὰρ ἐνεγέγραπτο τῷ βιβλίῳ, χθὲς μὲν ἀπέδρας τὸν λόγον, ὅμοιόν τι ποιήσας ἀγωνιστῇ τὸν στέφανον ἁρπάσαντι καὶ φυγόντι πρὶν ἀγωνίσασθαι, τήμερον δὲ οὐκ ἐκφεύξῃ τὸν ἔλεγχον.
因为那本小书中写着:“昨天你逃离了论辩,其行为就像一个在竞争之前抢夺了王冠就逃跑的竞技者;但今天你将无法逃脱反驳。
ἀκολουθήσει γάρ σοι τουτὶ τὸ βιβλίον, εἰς τὰς χείρας ἐμπεσὸν τῶν ἀμφί σε χορευτῶν.
因为这本小书将尾随你,落入你身边的合唱队手中。
οὐδὲ γὰρ ἧττόν τις πρὸς ἐκείνους ὁ λόγος ἐστὶν ἢ πρός σε, τοὺς οὐδέποτε μὲν ἔμπροσθεν ἀκηκοότας σοῦ συγχωροῦντος ὑπάρχειν ὁλκὴν ἐν οὐδενὶ τῶν ὄντων ἁπλῶς, χθὲς δὲ ὁμολογοῦντος ἠκηκοότας ἕλκεσθαι κοινῇ πάντα τὰ περιεχόμενα κατὰ τὰς φλέβας ὑπὸ τοῦ φαρμάκου.
因为这番论说对他们的针对性不亚于对你,他们以前从未听你承认过在任何存在物中单单存在吸引力,而昨天却听你承认所有包含在静脉中的东西都被药物共同吸引。
δίκαιον γὰρ ἦν αὐτοὺς μὴ ὅτι θαυμάζειν ἢ ὅλως ἐπαινεῖν τὸ ῥηθὲν, ἀλλὰ προδοσίαν ὑπολαμβάνειν ὧν ἐξ ἀρχῆς ἐτίθετο.
因为他们本不该对所说的话感到惊叹或予以称赞,反而应当认为这是对最初设定的前提的背叛。
περί τε γὰρ οὔρων διακρίσεως καὶ ξανθῆς χολῆς καὶ μελαίνης ἄλλων τε πολλῶν ἐνεργειῶν κατὰ τὸ σῶμα παμπόλλους λόγους ἑκάστοτε ποιεῖσθε, πάντα μᾶλλον ἢ ὁλκὴν εἶναι συγχωροῦντες ἐνέργειαν τινὰ φυσικὴν ἑκάστῳ σώματι τῶν οἰκείων ἑαυτῷ, νυνὶ δὲ οὐ μόνον εἶναι τὴν ὁλκὴν συγχωρήσαντες, ἀλλὰ καὶ πάντων ἁπλῶς, ὅπέρ ἐστι πολὺ μεῖζον ὁμολόγημα τοῦ τῶν οἰκείων φάναι.
”因为关于尿液的分离、黄胆汁和黑胆汁,以及体内的许多其他活动,你们每次都发表无数言论,宁可承认任何事情,也不愿承认吸引力是每个身体对其固有之物的某种自然活动,但现在,你们不仅承认了吸引力的存在,甚至承认它是对所有一切物体的,这比说它是对固有之物的承认要大得多。
τὸ μὲν γὰρ ὥσπερ τις ἀποκριτικὴ τῶν ἀλλοτρίων ἐστὶ δύναμις ἐν τοῖς ζώοις, οὕτως εἶναι τινὰ καὶ τῶν οἰκείων ἑκάστῳ τῶν ὄντων ἑλκτικὴν, εὔλογον εἶναι δοκεῖ πᾶσιν ἀνθρώποις, ὅσοι γε μηδέπω τὴν ἡμετέραν σοφίαν σοφοί· τὸ δ’ ἕλκεσθαι πάνθ’ ὁμοτίμως ὑπό τινος, ἄν τ’ οἰκεῖα ταῖς ποιότησιν ἄν τ’ ἐναντιώτατα τύχῃ, θαυμαστῆς ἀλογίας μεστόν.
因为,正如动物中存在某种排泄异物的力量一样,存在某种对每个存在物吸引其固有之物的力量,这在所有人(至少是那些尚未被我们这种智慧变聪明的人)看来是合理的;但一切事物都被某种东西同等地吸引,无论是在性质上属于固有之物,还是最为相反之物,这都充满了惊人的荒谬。
οὕτως οὐ μόνον ὡμολόγησας τὴν ὁλκὴν, ἀλλὰ καὶ πολὺ χεῖρον ἢ ἐχρῆν οὐ μόνον τῶν οἰκείων, ἀλλ’ ἁπλῶς ἁπάντων εἰπών.
这样,你不仅承认了吸引力,而且说它不仅是对固有之物的、而是单纯对所有一切物体的吸引,这比应该承认的要糟糕得多。
οὕτω μὲν δή μοι δοκεῖς οὐκ ἐπαινεῖσθαι μᾶλλον ἢ παροινεῖσθαι δίκαιος ὑπάρχειν ὑπὸ τῶν περί σε χορευτῶν.
因此,我认为你不仅不该受到你身边的合唱队的称赞,反而应该受到他们的痛加斥责。
ὅτι δὲ οὐδὲ κέχρησαι ποτὲ καθαίρουσι φαρμάκοις, ἀλλ’ ἰδιώτης τέ τις εἶ καὶ ἄπορος ἔργων ἰατρικῶν, ἐγώ μοι δοκῶ καὶ τοῦτο διὰ ταχέων ἐπιδείξειν.
而关于你从未用过泻药,在医学实践上只是个外行和无能之辈,我想我也能很快证明这一点。
ὅσα καθαίρειν πέφυκε μέλαιναν χολὴν, εὐθέως ἐξ ἀρχῆς κενοῖ μέλαιναν.
凡是本性能排空黑胆汁的药物,一开始就立刻排空黑胆汁。
διαφέρουσι δ’ ἀλλήλων κενώσεις τῷ τὰ μὲν ὑγρότερα, τὰ δ’ ἐφεξῆς αὐτῶν ἀεὶ καὶ μᾶλλον εἶναι παχύτερα.
而这些排空之彼此不同,在于有些较稀,而随后排出的部分总是越来越浓。
αὐτὸ τοῦτο καὶ τοῖς τὸ φλέγμα καὶ τοῖς τὴν ξανθὴν χολὴν ἐκκαθαίρουσιν ὑπάρχει.
这同样适用于清除粘液和清除黄胆汁的药物。
ἕλκει μὲν γὰρ ἐξ ἀρχῆς ἕκαστον αὐτῶν τὸν οἰκεῖον χυμὸν, ἀλλ’ ἐν τῷ χρόνῳ παχύτερον, οὐ μὴν ὡς σὺ νομίζεις ἐπλήρωσέ τις πρότερον ὅλην λεκάνην ὀῤῥώδους περιττώματος, εἶθ’ ἑξῆς ἄλλην χολῆς ξανθῆς, κᾄπειτ’ ἄλλην φλέγματος, εἶθ’ οὕτως κενοῦσθαι τὴν μέλαιναν.
因为它们中的每一种一开始都在吸引其固有的体液,但随着时间的推移吸引较浓的体液,而绝不是像你所认为的那样,有人先用稀薄的废物填满一整盆,接着又用黄胆汁填满另一盆,然后再用粘液填满一盆,然后才这样排空黑胆汁。
ᾧ δῆλον ὡς ὑπὸ μὲν τοῦ φαρμάκου τὸ οἰκεῖον ἕλκεται, συνέπεται δὲ αὐτῷ τὸ ἐπιπολάζον ὑδατῶδες.
由此可见,被药物吸引的是其固有之物,而表面浮现的水样物质则是随之而来的。
ἔνεστι δέ σοι τοῦτο θεᾶσθαι νῦν, εἰ καὶ μὴ πρότερον πλεῖστον μὲν ὑδατῶδες καὶ χολῶδες κενουμένους τοὺς ἀνθρώπους ἐπὶ ταῖς τοιαύταις τῶν φαρμάκων δόσεσιν, ὀλιγίστην δὲ τὴν σύμπασαν αὐτοῖς γιγνομένην κένωσιν ἐπὶ τοῖς τῆς μελαίνης ἀγωγοῖς.
你现在也可以目睹这一点,即使以前未曾见过:人们在服用此类剂量的药物时,排出的主要是水样和胆汁物质,但在使用驱黑胆汁药时,发生于他们的总排空量是极少的。
ἐχρῆν δὲ ἀεὶ πλεῖστον μὲν τὸ σύμπαν ἐπὶ τοῖς τῆς μελαίνης κενοῦσθαι κατά γε τὴν σὴν ὑπόθεσιν, ἐλάχιστον δὲ ἐπὶ τοῖς ὑδατώδεσίν τε καὶ χολώδεσιν.
但根据你的假说,在使用驱黑胆汁药时总排空量应当总是最多的,而在水样和胆汁性排空时应当是最少的。
ἀσθενείᾳ γάρ που καὶ ῥώμῃ τῶν φαρμάκων ὁ λόγος σου διέκρινε τὴν τῶν κενουμένων ἰδέαν, ὡς ἐπὶ τοῖς τῆς μελαίνης ἀγωγοῖς.
因为你的论说大概是通过药物的强弱来区分排出物的性质,如同在驱黑胆汁药中那样。
ἐπεὶ δὲ ῥώμῃ ταῦτα τῶν ἄλλων διαφέρει, παμπόλλη τις ἡ κένωσις γενήσεται, πρώτη μὲν τοῦ ὑδατώδους ἅπαντος, εἶτα τοῦ χολώδους, εἶτα τοῦ φλεγματώδους, εἶτ’ αὐτῆς τῆς μελαίνης.
而既然这些药物在强度上优于其他药物,那么排空量将是极大的,首先是所有的水样物质,然后是胆汁性的,然后是粘液性的,最后是黑胆汁本身。
ἐπὶ δέ γε τῶν ἀσθενῶν ὑπηλάτων αὐτὰ μόνα κενωθήσεται τὰ ὑδατώδη.
但在使用微弱的下药时,将只有水样物质本身被排空。
φαίνεται δὲ οὐδὲν τούτων γιγνόμενον, ὥστε ταῦτα τὰ φαινόμενα καταβάλλει σου τὸν λόγον.
然而,显而易见,这些情况都没有发生,因此这些事实推翻了你的论说。
ἄξιον δὲ ἀποκρίνεσθαί σε καὶ διὰ τί τῶν παχυτέρων ἀεὶ μετὰ τὰ λεπτότερα κενουμένων ἡ μέλαινα χολὴ προτέρα τοῦ αἵματος ἕλκεται, καίτοι γε οἷον ἰλύς τις οὖσα τοῦ αἵματος, ὡς ἐν τοῖς οἴνοις ἡ τρύξ.
你也有必要回答,为什么在稀薄物质之后总是排空较浓稠物质的情况下,黑胆汁却先于血液被吸引,尽管黑胆汁就像是血液的某种沉淀物,正如葡萄酒中的酒石一样。