§5Ἔστι δὲ καὶ ἡ σύριγξ ὀνομαζομένη στενὸς καὶ προμήκης κόλπος, ὁμοίως τοῖς ἄλλοις κόλποις προστελλομένη τε καὶ αὖθις ἀφισταμένη δι’ ἐπιῤῥοὴν περιττωμάτων, ὥσπερ ἐκεῖνοι.
被称为瘘管的也是一种狭窄而细长的窦,正如它们一样,同样因为废物的流入而收缩并再次分离,正如其他的窦一样。
ἀθερώματα δὲ καὶ στεατώματα καὶ μελικηρίδας, ὅσα τε ἄλλα τοιαῦτα, τινὲς μὲν ἐν τοῖς ἀποστήμασι τίθενται, τινὲς δὲ εἰς ἕτερον γένος.
一些人将粉瘤、脂肪瘤、蜜瘤以及所有其他此类肿物归入脓肿,而另一些人则将其归入另一类。
εὔδηλος δὲ καὶ ἡ τούτων φύσις ἐκ τῶν ὀνομάτων.
这些肿物的性质从它们的名字中也极易看出。
ἀθέρᾳ μὲν γάρ τι παραπλήσιον ἐν τοῖς ἀθερώμασιν εὑρίσκεται· μέλιτι δὲ ἐν τοῖς μελικηρίσι· στέατι δὲ ἐν τοῖς στεατώμασιν.
因为在粉瘤中发现有类似于粥的物质,在蜜瘤中发现有蜜,在脂肪瘤中发现有脂肪。
ὡς τὸ πολὺ δὲ χιτών τις ὑμενώδης ἅπαντα τὰ τοιαῦτα περιέχει.
而在大多数情况下,一层膜状的囊壁包围着所有这些肿物。
ταῦτά τε οὖν ἅπαντα παρὰ φύσιν ὄγκοι, καὶ πρὸς τούτοις ἄνθρακες, καὶ γάγγραιναι, καὶ ἕρπητες, ἐρυσιπέλατά τε καὶ σκίῤῥοι, καὶ οἰδήματα, καὶ καρκῖνοι, καὶ πνευματώσεις, ὑπὲρ ὧν οὐδ’ αὐτῶν ἀγνοεῖν χρὴ τὸν ἰατρὸν, ἀλλ’ ἀκριβῶς ἐπισκέπτεσθαι τήν τε γένεσιν ἑκάστου καὶ τὴν οὐσίαν.
因此,所有这些都是非自然的肿物,此外还有痈、坏疽、疱疹、丹毒、硬癌、水肿、癌症和气肿,关于这些,医生也绝不能无知,而必须精确地考察每一个的产生和本质。
§6Αἱ μὲν δὴ γάγγραιναι καὶ οἱ ἄνθρακες, ἐπειδὰν οἷον ζέσαν τὸ αἷμα ἐγγύς τε τῆς φλεγμονῆς διακαύσῃ τὸ δέρμα.
坏疽和痈则[产生]于当血液如沸腾般彻底烧灼炎症附近的皮肤时。
ταῦτ’ ἄρα καὶ σὺν ἐσχάρᾳ γίγνονται, καὶ φλύκταιναι προηγοῦνται τοῦ ἕλκους, ὥσπερ ἐν τοῖς πυρικαύστοις, ὀξύτατόν τε πυρετὸν ἐπιφέρουσι, καὶ κίνδυνον ὑπόγυιον ἀμφὶ τῇ ζωῇ.
因此,它们也会伴随焦痂产生,且水疱先于溃疡出现,正如烧伤时那样,并引起极度高热以及对生命的迫切危险。
μέλαινα δὲ τοὐπίπαν καὶ τεφρώδης ἡ ἐσχάρα φαίνεται τοῦ τῶν ἀνθράκων ἕλκους, οὐ μὴν οὐδ’ ἡ χροιὰ τῆς πέριξ φλεγμονῆς ὁμοίως ταῖς ἄλλαις ἐρυθρά ἐστιν, ἀλλ’ ἐπὶ τὸ μελάντερον ῥέπει, τρόπον ἕτερον τῶν ἐκχυμωθέντων, ἢ ὑπὸ κρύους καταψυχθέντων· οὐ σφοδρῶς γὰρ πελιδνὸς, ὥσπερ ἐπ’ ἐκείνοις ὁ ὄγκος, ἀλλ’ ἔχει τι καὶ στίλβον, οἷον ἡ ἄσφαλτός τε καὶ ἡ πίττα.
而痈之溃疡的焦痂大体上显得黑而呈灰色,而且周围炎症的颜色也不像其他情况那样呈红色,而是倾向于更黑,这与因溢血或受寒冷冻结的情况不同;因为肿瘤并不像那些情况那样呈剧烈的铅青色,而是带有某种光泽,就像沥青和焦油一样。
τοιαύτη δέ ἐστι καὶ ἀκριβὴς μέλαινα χολή.
而纯粹的黑胆汁也是这样的。
καὶ τοίνυν καὶ ἡ κακοήθεια τῶν ἐν τοῖς ἄνθραξιν ἑλκῶν ἐντεῦθέν ἐστιν.
因此,痈中溃疡的恶性也源于此。
ἔοικε γὰρ ἤτοι γε ἐξ ἀρχῆς εὐθέως, ἢ ὑπεροπτώμενον ἐν τῇ ζέσει τὸ αἷμα μελαγχολικὸν γίνεσθαι.
因为血液似乎要么起初就直接变质,要么因在沸腾中被过度煎熬而变得呈黑胆汁质。
§7Χωρὶς δὲ τοῦ ζεῖν ἡ μέλαινα χολὴ τοὺς καρκίνους ἐργάζεται, καὶ ἢν δριμυτέρα τύχῃ, μεθ’ ἕλκους.
然而,黑胆汁在不伴随沸腾的情况下产生癌症,且如果它恰好更为刺激,则伴有溃疡。
ταῦτ’ ἄρα καὶ μελάντεροι τῇ χροιᾷ τῶν φλεγμαινόντων εἰσὶ, καὶ ἥκιστα θερμοί.
因此,它们在颜色上比发炎的部位更黑,且最不热。
πληροῦνται δὲ αἱ φλεβὲς ἐπ’ αὐτῶν καὶ τείνονται μᾶλλον ἢ ἐν ταῖς φλεγμοναῖς.
而在它们之上的静脉比在炎症中更为充盈且张紧。
ἧττον γὰρ ἐκπίπτει τῶν ἀγγείων εἰς τὴν πέριξ σάρκα διὰ πάχος ὁ γεννῶν τοὺς καρκίνους χυμός.
因为产生癌症的体液由于其粘稠,较少从血管中溢出到周围的肌肉中。
οὐ μὴν οὐδὲ ἐρυθραὶ καθάπερ ἐν ταῖς φλεγμοναῖς αἱ φλέβες εἰσὶν, ἀλλὰ καὶ αὐταὶ κατὰ τὸν λυποῦντα χυμόν.
而且,静脉也不像在炎症中那样呈红色,而是它们自身也与致病的体液一致。
§8Ἕπεται δὲ ταῖς μεγάλαις φλεγμοναῖς ἡ καλουμένη γάγγραινα, νέκρωσίς τε οὖσα τοῦ πάσχοντος μορίου.
而大炎症之后往往伴随着所谓的坏疽,即受病部位的坏死。
κᾂν μὴ διὰ ταχέων τις αὐτὴν ἰάσηται, νεκροῦται ῥᾳδίως τὸ παθὸν οὕτω μόριον, ἐπιλαμβάνει τε τὰ συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον.
如果不迅速治疗,这样受病的部位很容易坏死,并蔓延到相邻的部分,导致人死亡。
ἐπειδὰν γὰρ ἰσχυρῶς φραχθῇ κατὰ τὰς μεγίστας φλεγμονὰς τά τε στόματα τῶν ἀγγείων, οἵ τε πόροι πάντες οἱ κατὰ τὸ δέρμα τῆς κατὰ φύσιν ἀποστερούμενοι διαπνοῆς, τὰ οὕτω κάμνοντα σώματα νεκροῦνται ῥᾳδίως.
因为在极剧烈的炎症中,当血管的开口以及皮肤上的所有孔道都被强力阻塞、并被剥夺了自然的蒸散作用时,这样受病的身体部分很容易坏死。
καὶ πρῶτον μὲν αὐτῶν ἀποσβέννυται τὸ τῆς χρόας εὐανθὲς, ὃ συνῆν ταῖς φλεγμοναῖς· ἔπειθ’ ἡ ὀδύνη καὶ ὁ σφυγμὸς οἴχονται, οὐ πεπαυμένης δή που τῆς διαθέσεως, ἀλλὰ τῆς αἰσθήσεως νενεκρωμένης.
首先,在它们之中,伴随炎症而来的鲜艳皮色会熄灭;接着,疼痛和搏动消失了,这当然不是因为病理状态已经停止,而是因为感觉已经坏死。
ἀχώριστος δὲ φλεγμονῆς μεγάλης ὁ σφυγμός.
而搏动是与大炎症不可分离的。
οὕτω δὲ ἐοίκασιν ὀνομάζειν οἱ παλαιοὶ τὴν αἰσθητὴν κίνησιν αὐτῷ τῷ κάμνοντι τῶν ἀρτηριῶν, εἴτε χωρὶς ὀδύνης, εἴτε καὶ σὺν ταύτῃ γίγνοιτο.
古人似乎是将动脉对于患者自身而言可感知的运动如此称呼,无论这种运动是不带疼痛产生,还是伴随疼痛产生。
διὸ καὶ προστιθέασί τινες ἐν τοῖς συμπτώμασι τῆς φλεγμονῆς τῷ σφυγμῷ τὸ σὺν ὀδύνῃ.
因此,有些人也在炎症的症状中,给搏动加上了“伴随疼痛”这一项。
ταυτὶ μὲν οὖν ἐν ὀνόματι τὴν ἀμφισβήτησιν ἔχει, κάλλιον δὲ ἐπίστασθαι τὴν γένεσιν αὐτῶν καταφρονοῦντα τῆς προσηγορίας.
因此,这些事情在名称上存在争议,但最好是忽视名称,而去理解它们的产生。
ἐν μὲν δὴ τῷ κατὰ φύσιν ἀναίσθητός ἐστιν ἡμῖν ἡ κίνησις τῶν ἀρτηριῶν, ἐν δὲ ταῖς φλεγμοναῖς αἰσθητὴ σὺν ὀδύνῃ.
因为在自然状态下,动脉的运动对我们而言是不可感知的,但在炎症中则是伴随疼痛而可感知的。
πλήττει γὰρ ἡ ἀρτηρία διαστελλομένη τὰ πέριξ σώματα, καὶ πρὸς τῆς πληγῆς ὀδυνώμεθα. διὰ τὴν φλεγμονήν.
因为动脉在扩张时撞击周围的组织,而由于炎症,我们因这种撞击而感到疼痛。
ὅταν δὲ καὶ αὐτὸς ὁ χιτὼν ἤδη φλεγμαίνῃ, πλήττουσά τε ἅμα καὶ πληττομένη διπλασιάζει τὴν ὀδύνην.
而当血管壁本身也已发炎时,它在撞击的同时也被撞击,从而使疼痛加倍。
περὶ μὲν δὴ τούτων αὐτάρκως εἴρηται.
关于这些,已经说得足够了。