Humanitext Reader

盖伦 · 论异常肿块 §3-4

化脓过程脓肿定义及把握病态的重要性

第 4 段,共 8 段 · 希腊语

内容简介

本章阐述了当自然战胜流入液时脓液形成的过程,并定义了脓肿(阿波斯泰马)与窦(科尔波斯)等病理术语。作者强调,在临床治疗中,准确把握实际的病变状态远比纠缠于医学名称的分类更为关键。

§3Ὅταν δὲ ἐν τῷ χρόνῳ κρατήσῃ μὲν ἡ φύσις, πεφθῇ δὲ σύμπαν τὸ ῥεῦμα, καὶ γένηται πύον, ἐκτὸς ὠθεῖται τῆς σαρκὸς, ὑπὸ τῆς ἐν αὐτῇ δυνάμεως ἀποκριτικῆς τῶν ἀλλοτρίων.
然而,当随着时间的推移,自然战胜了流入液,且全部流入液得以共熟并化为脓液时,脓液就会被肌肉内部排泄异物的能力驱赶到肌肉之外。
ἔνθα μὲν οὖν ἤτοι πόρος ἐστὶ φυσικὸς ἀξιόλογος, οἷον ὀχετός τις ἐκροῆς περιττωμάτων παρεσκευασμένος, ἢ αὐτὸ τὸ χωρίον ἐνταῦθα ἀραιὸν, τοῦ πύου τὸ μέν τι διαπνεῖται, τὸ δὲ αἰσθητῶς ἐκρεῖ· ἔνθα δὲ περίκειται τὸ δέρμα πυκνὸν καὶ σκληρὸν, οἷον τὸ ἔξωθεν ἡμῶν ἐστιν, ἴσχεται ἐνταῦθα τὸ πύον, ἀφίστησί τε τῆς ὑποκειμένης αὐτῷ σαρκὸς, εἶτα καὶ διαβιβρώσκει τῇ δριμύτητι καὶ διεξέρχεται πρὸς τοὐκτὸς, εἰ μή τις φθάσῃ σχάσας αὐτό.
因此,在有些地方,存在着某种显著的自然孔道,就如同为排泄废物而准备的某种渠道,或者该处部位本身较为稀疏,于是脓液的一部分发生蒸散,而另一部分则明显地流出;而在有些地方,周围环绕着稠密且坚硬的皮肤(正如我们的外表皮肤那样),脓液便滞留于此处,使皮肤与下方的肌肉分离,继而凭其刺激性进行侵蚀并穿透至外部,除非有人抢先将其切开。
κρατηθείσης δὲ τῆς φύσεως ὑπὸ τοῦ ῥεύματος, οὐκέτι εἰς πύον, ἀλλ’ εἰς ἀλλόκοτόν τινα μεταβολὴν ἄλλοτε ἀλλοίαν ἀφικνεῖται τὸ αἷμα.
但是,当自然被流入液击败时,血液便不再转化为脓液,而是转化为某种千奇百怪、时有不同的异常变化。
καλεῖται δὲ κοινῇ μὲν σύμπαντα τὰ τοιαῦτα πρὸς τῶν πλείστων ἰατρῶν ἀποστήματα, καὶ μάλισθ’ ὅσα διὰ βάθους ἔνδον ἐστίν· ἔνιοι δὲ οὐχ ἅπαντα προσαγορεύειν οὕτω δικαιοῦσιν, ἀλλ’ ἐκεῖνα μόνον, ὅσα τὴν ἀλλοίωσιν εἰς διαφθορὰν ἑτέραν τινὰ, οὐκ εἰς τὸ συνηθές τε καὶ χρηστὸν ἴσχει πύον.
大多数医生通常将所有这类情况统称为脓肿,尤其是那些深藏于内部的病症;但有些人认为不应将所有这些都如此称呼,而仅限于那些转化为其他某种腐烂变质、而非转化为通常且良好的脓液的病症。
ὡς τά γε ἐκπυΐσκοντα ἅπαντα τινὲς μὲν ἐμπυήματα προσαγορεύουσιν, ἔνιοι δὲ διαπυήματα, καθάπερ καὶ αὐτὸ ἐκπυΐσκειν, καὶ διαπυΐσκειν· ἔνιοι δὲ οὐχ οὕτως, ἀλλ’ ὅταν ἐν σπλάγχνῳ γένηταί τι τοιοῦτον, ἐκεῖνο μόνον ἐμπύημα προσαγορεύουσι, καὶ τοὺς οὕτω πάσχοντας ἐμπύους· ἄλλοι δ’ αὖ τινες ἰατροὶ μόνους ἐκείνους ὀνομάζειν ἐμπύους δικαιοῦσιν, οἷς ἤθροισται πύον ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος χώρᾳ.
因为,那些化脓的所有病症,有些人称之为积脓,有些人则称之为透脓,正如动词上的“化脓”与“透脓”一样;但有些人并不这样,而是当这种病症发生在内脏中时,才仅将该病症称为积脓,并将如此受病的人称为积脓患者;另有一些医生则认为,只有那些在胸壁与肺之间空间积聚了脓液的人,才配被称为积脓患者。
τῶν μὲν οὖν ὀνομάτων, ὅπερ ἀεί μοι λέλεκται, φροντίζειν χρὴ τοσοῦτον, ὡς ἑρμηνεύεσθαι σαφῶς τὸ δηλούμενον· αὐτὰ δὲ τὰ πράγματα, περὶ ὧν ὁ λόγος, εὑρίσκειν οὕτως σπουδαστέον, ὡς μηδὲν ἐξ αὐτῶν διαλάθοι.
因此,关于名称,正如我一直所说的,只需关注到能将所指的意思清晰地阐释出来即可;而对于作为论述对象的事务本身,则必须努力去发现,以使其中任何一个都不被遗漏。
σύμπαντα γὰρ ταῦτα παρασκευαστικὰ πρὸς τὴν θεραπευτικήν εἰσι μέθοδον, ἐν ᾗ τὰς διαθέσεις, οὐ τὰς προσηγορίας αὐτῶν ἰώμεθα.
因为所有这些都是治疗方法的准备,在治疗方法中,我们治疗的是状态,而不是它们的名称。
τούτων τοίνυν ἀεὶ μεμνημένους ἐπὶ τὰ λείποντα αὖθις τῶν πραγμάτων ἰτέον.
因此,在始终牢记这些的同时,我们必须再次走向事务的其余部分。
§4Ὅταν ἀποδείρῃ τὰ σώματα τὸ πύον, ἀποστήσῃ τε καὶ διαστήσῃ τῶν ὑποκειμένων τὰ περιέχοντα, κᾄπειτα κενωθέντος αὐτοῦ καθ’ ὁντιναοῦν τρόπον, ἀδυνατήσει τὰ διαστάντα τὴν ἀρχαίαν ἀπολαβεῖν κατάστασιν, ὀνομάζεται τὸ πάθος κόλπος.
当脓液剥离诸物体,使周围包围的部分与下方底物分离并拉开距离,随后无论以何种方式排空脓液,拉开的部分都无法恢复原先的状态时,这种病症就被称为窦。
εἰ δὲ μὴ ταχέως τις αὐτὸν θεραπεύσῃ, τυλοῦται καὶ σκληρὸς γίνεται τῷ χρόνῳ, καὶ οὐχ οἷός τέ ἐστι κολλᾶσθαι τοῖς ὑποκειμένοις αὐτῷ.
而如果有人不迅速治疗它,随着时间的推移,它就会变得胼胝且坚硬,并且无法与下方的底物粘合。
προστέλλεται μέντοι ξηρανθεὶς ὑπό τε φαρμάκων καὶ διαίτης, ὡς δοκεῖν ὑγιὲς ἀμέμπτως ὑπάρχειν τὸ μόριον.
然而,在通过药物和饮食调理使其干燥后,它会收缩,以至于该部位显得无可指责地健康。
εἰ μὲν δὴ διὰ παντὸς ἀκριβῶς τις διαιτώμενος, ὑγιεινὸν ἀληθῶς ἔχει καὶ ἀπέριττον τὸ σῶμα, προσεσταλμένος ὁ κόλπος μένει· περιττώματος δέ τινος ὑποτραφέντος, αὖθις πληροῦται καὶ γίνεται πάλιν ὅ περ ἐξ ἀρχῆς ἦν ἀπόστημα·
如果有人自始至终严格调理饮食,使身体保持真正的健康且无多余废物,收缩的窦就会保持原样;但当某种多余废物在暗中滋生时,它会再次被填满,并重新变成起初那样的脓肿。
καὶ αὖθίς γε, δεόντως ἰωμένων, ἐκκενοῦται καὶ ξηραίνεται καὶ προστέλλεται, καὶ ἀεὶ πολὺ ῥᾴονα ἅπαντ’ αὐτῷ γίνεται ταῦτα τῶν ἐξ ἀρχῆς ἀποστάντων.
而一旦人们对其进行了适当的治疗,它就又会被排空、干燥并收缩,并且对患者而言,所有这些过程总是比最初分离时要容易得多。
οὔτε γὰρ ὀδυνᾶται διασπώμενα τὰ μόρια, διέστηκε γὰρ ἤδη· καὶ πληροῦται τάχιστα, ῥᾳδίως ὑποδεχομένου τοῦ κόλπου τὸ ῥεῦμα· καὶ δὴ καὶ κενοῦται ταχέως, ὡδοποιημένων αὐτῷ τῶν ἐκροῶν, ὡς ὅταν γε κολληθῶσιν αὐτὰ, πάλιν ὀδυνῶνται, ῥηγνυμένου τοῦ ἀποστήματος.
因为各部位在被拉开时并不会感到疼痛,因为它们已经分离了;而且它能极快地被填满,因为窦极易接收流入液;此外,排空也极其迅速,因为流出路径已经形成,以至于当它们粘合在一起时,脓肿破裂时便会再次感到疼痛。
οὐ μόνον δὲ ἐκ φλεγμονῆς ἡ γένεσις τοῖς ἀποστήμασιν, ἀλλὰ καὶ εὐθὺς ἐξ ἀρχῆς ἐνίοτε δι’ ἄλλον χυμὸν ὁντιναοῦν ἀποδέροντα τῷ χρόνῳ καὶ ἀφιστάντα τῶν ὑποκειμένων τὰ περιέχοντα.
脓肿的产生不仅源于炎症,有时在起初也直接因为任何其他体液而产生,这些体液随着时间的推移剥离并使周围的部分与下方底物分离。
καὶ τοίνυν καὶ τμηθέντων, παντοίαν ἰδέαν ὑγρῶν τε καὶ στερεῶν σωμάτων ἐντὸς ἔχοντα φαίνεται.
因此,当它们被切开时,可以看到内部含有各种各样液体和固体的物体。
καὶ γὰρ βορβόρῳ, καὶ οὔρῳ, καὶ θρόμβῳ καὶ χυλῷ μελιτώδει, καὶ μυξώδει, καὶ ὀστοῖς, καὶ λίθοις, καὶ πώροις, ὄνυξί τε καὶ θριξὶν, ἐν ἀποστήμασιν εὑρίσκεται παραπλήσια σώματα, καὶ μὴν καὶ ζῶα πολλάκις εὕρηνται, σχεδὸν ἅπασι τοῖς ἐκ σηπεδόνος ἔχουσι τὴν γένεσιν ὁμοιότατα.
因为在脓肿中,可以发现类似于泥、尿、血凝块、蜜样液、粘液、骨头、石头、多孔石、指甲和毛发的物体,甚至还经常能发现活物,它们与几乎所有由腐败产生的生物极其相似。

词汇与语法注释

  1. §3φθάσῃ σχάσας — 动词 `φθάνω` 伴随分词,用以表示时间上的优先,意为“抢先做某事”或“提前做某事”。
  2. §3ἰτέον — 不及物动词 `εἶμι`(去)的无人称动形容词。前面的宾格分词 `μεμνημένους` 指代该动形容词的隐含施事者,表示“我们必须前进”的义务性语气。
  3. §4ἰωμένων — 现在分词的属格绝对结构。由于施事主语(进行治疗的人,即医生们)在语境中显而易见,因此在此处被省略。

引用这一段

盖伦, 论异常肿块 §3-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg054.humanitext-grc1:3-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。