§5Ἔστι δὲ καὶ ἡ σύριγξ ὀνομαζομένη στενὸς καὶ προμήκης κόλπος, ὁμοίως τοῖς ἄλλοις κόλποις προστελλομένη τε καὶ αὖθις ἀφισταμένη δι’ ἐπιῤῥοὴν περιττωμάτων, ὥσπερ ἐκεῖνοι.
瘻管と呼ばれるものも、狭く細長いコルポスであり、それら(他のコルポス)と同様に、余剰物の流入によって、収縮したり再び剥離したりする、あちらのコルポスのように。
ἀθερώματα δὲ καὶ στεατώματα καὶ μελικηρίδας, ὅσα τε ἄλλα τοιαῦτα, τινὲς μὲν ἐν τοῖς ἀποστήμασι τίθενται, τινὲς δὲ εἰς ἕτερον γένος.
粉瘤、脂肪腫、蜜腫、およびその他すべてのこれに類するものを、ある人々はアポステーマの中に分類し、別の者は別の類に分類する。
εὔδηλος δὲ καὶ ἡ τούτων φύσις ἐκ τῶν ὀνομάτων.
これらの性質は名前からも極めて明らかである。
ἀθέρᾳ μὲν γάρ τι παραπλήσιον ἐν τοῖς ἀθερώμασιν εὑρίσκεται· μέλιτι δὲ ἐν τοῖς μελικηρίσι· στέατι δὲ ἐν τοῖς στεατώμασιν.
というのも、アテローマ(粉瘤)の中には粥に類似したものが、メリケーリス(蜜腫)の中には蜜に、ステアトーマ(脂肪腫)の中には脂肪に類似したものが見出されるからである。
ὡς τὸ πολὺ δὲ χιτών τις ὑμενώδης ἅπαντα τὰ τοιαῦτα περιέχει.
そして大抵の場合、膜状の被膜がこれらすべてを包んでいる。
ταῦτά τε οὖν ἅπαντα παρὰ φύσιν ὄγκοι, καὶ πρὸς τούτοις ἄνθρακες, καὶ γάγγραιναι, καὶ ἕρπητες, ἐρυσιπέλατά τε καὶ σκίῤῥοι, καὶ οἰδήματα, καὶ καρκῖνοι, καὶ πνευματώσεις, ὑπὲρ ὧν οὐδ’ αὐτῶν ἀγνοεῖν χρὴ τὸν ἰατρὸν, ἀλλ’ ἀκριβῶς ἐπισκέπτεσθαι τήν τε γένεσιν ἑκάστου καὶ τὴν οὐσίαν.
したがって、これらすべては自然に反する腫瘍であり、これらに加えて、炭疽、壊疽、疱疹、丹毒、硬化腫、浮腫、癌、気腫があり、医師はこれらについても無知であってはならず、それぞれの発生と本質を正確に検討せねばならない。
§6Αἱ μὲν δὴ γάγγραιναι καὶ οἱ ἄνθρακες, ἐπειδὰν οἷον ζέσαν τὸ αἷμα ἐγγύς τε τῆς φλεγμονῆς διακαύσῃ τὸ δέρμα.
壊疽と炭疽は、いわば沸騰した血液が、炎症の近くの皮膚を焼き尽くすときに[生じる]。
ταῦτ’ ἄρα καὶ σὺν ἐσχάρᾳ γίγνονται, καὶ φλύκταιναι προηγοῦνται τοῦ ἕλκους, ὥσπερ ἐν τοῖς πυρικαύστοις, ὀξύτατόν τε πυρετὸν ἐπιφέρουσι, καὶ κίνδυνον ὑπόγυιον ἀμφὶ τῇ ζωῇ.
それゆえにこれらは仮痂を伴って生じ、火傷の場合のように水疱が潰瘍に先立って現れ、極めて激しい熱をもたらし、生命に対する差し迫った危険を伴う。
μέλαινα δὲ τοὐπίπαν καὶ τεφρώδης ἡ ἐσχάρα φαίνεται τοῦ τῶν ἀνθράκων ἕλκους, οὐ μὴν οὐδ’ ἡ χροιὰ τῆς πέριξ φλεγμονῆς ὁμοίως ταῖς ἄλλαις ἐρυθρά ἐστιν, ἀλλ’ ἐπὶ τὸ μελάντερον ῥέπει, τρόπον ἕτερον τῶν ἐκχυμωθέντων, ἢ ὑπὸ κρύους καταψυχθέντων·
そして炭疽の潰瘍の仮痂は、概して黒く灰のように見えるが、周囲の炎症の色も、他の場合のように同様に赤いのではなく、より黒みを帯びる傾向があり、内出血したものや寒さによって冷やされたものとは異なるやり方である。
οὐ σφοδρῶς γὰρ πελιδνὸς, ὥσπερ ἐπ’ ἐκείνοις ὁ ὄγκος, ἀλλ’ ἔχει τι καὶ στίλβον, οἷον ἡ ἄσφαλτός τε καὶ ἡ πίττα.
なぜなら、腫瘍はそれらの場合のようにひどく鉛色なのではなく、アスファルトやピッチのように、ある種の光沢を持っているからである。
τοιαύτη δέ ἐστι καὶ ἀκριβὴς μέλαινα χολή.
そして、純粋な黒胆汁もそのようなものである。
καὶ τοίνυν καὶ ἡ κακοήθεια τῶν ἐν τοῖς ἄνθραξιν ἑλκῶν ἐντεῦθέν ἐστιν.
したがって、炭疽における潰瘍の悪性もここに由来する。
ἔοικε γὰρ ἤτοι γε ἐξ ἀρχῆς εὐθέως, ἢ ὑπεροπτώμενον ἐν τῇ ζέσει τὸ αἷμα μελαγχολικὸν γίνεσθαι.
というのも、血液が最初から直接、あるいは沸騰のなかで過度に焼き尽くされることによって、黒胆汁質に変化すると思われるからである。
§7Χωρὶς δὲ τοῦ ζεῖν ἡ μέλαινα χολὴ τοὺς καρκίνους ἐργάζεται, καὶ ἢν δριμυτέρα τύχῃ, μεθ’ ἕλκους.
しかし、沸騰を伴わずに、黒胆汁は癌を作り出す。 そして、もしそれがより刺激性の強いものである場合には、潰瘍を伴う。
ταῦτ’ ἄρα καὶ μελάντεροι τῇ χροιᾷ τῶν φλεγμαινόντων εἰσὶ, καὶ ἥκιστα θερμοί.
それゆえに、それらは炎症を起こしているものよりも色が黒く、極めて熱が低い。
πληροῦνται δὲ αἱ φλεβὲς ἐπ’ αὐτῶν καὶ τείνονται μᾶλλον ἢ ἐν ταῖς φλεγμοναῖς.
そしてそれらの上にある静脈は、炎症におけるよりも満たされ、張り詰めている。
ἧττον γὰρ ἐκπίπτει τῶν ἀγγείων εἰς τὴν πέριξ σάρκα διὰ πάχος ὁ γεννῶν τοὺς καρκίνους χυμός.
なぜなら、癌を生み出す体液は、その濃密さのために、血管から周囲の肉へと漏れ出ることがより少ないからである。
οὐ μὴν οὐδὲ ἐρυθραὶ καθάπερ ἐν ταῖς φλεγμοναῖς αἱ φλέβες εἰσὶν, ἀλλὰ καὶ αὐταὶ κατὰ τὸν λυποῦντα χυμόν.
さらに、静脈は炎症におけるように赤くもなく、害を及ぼしている体液と同じ色をしている。
§8Ἕπεται δὲ ταῖς μεγάλαις φλεγμοναῖς ἡ καλουμένη γάγγραινα, νέκρωσίς τε οὖσα τοῦ πάσχοντος μορίου.
また、激しい炎症には、壊疽と呼ばれるものが後を追い、それは罹患している部位の壊死である。
κᾂν μὴ διὰ ταχέων τις αὐτὴν ἰάσηται, νεκροῦται ῥᾳδίως τὸ παθὸν οὕτω μόριον, ἐπιλαμβάνει τε τὰ συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον.
そして、もし誰かがそれを速やかに治療しなければ、そのように罹患した部位は容易に死滅し、隣接する部分を侵食し、人間を死に至らしめる。
ἐπειδὰν γὰρ ἰσχυρῶς φραχθῇ κατὰ τὰς μεγίστας φλεγμονὰς τά τε στόματα τῶν ἀγγείων, οἵ τε πόροι πάντες οἱ κατὰ τὸ δέρμα τῆς κατὰ φύσιν ἀποστερούμενοι διαπνοῆς, τὰ οὕτω κάμνοντα σώματα νεκροῦνται ῥᾳδίως.
極めて激しい炎症において、血管の開口部も、皮膚にあるすべての通路も強力に閉塞され、自然な蒸散を奪われるとき、そのように病んでいる組織は容易に死滅するからである。
καὶ πρῶτον μὲν αὐτῶν ἀποσβέννυται τὸ τῆς χρόας εὐανθὲς, ὃ συνῆν ταῖς φλεγμοναῖς·
そして、まずそれらの組織から、炎症に伴っていた血色の良い皮膚の色が消え去る。
ἔπειθ’ ἡ ὀδύνη καὶ ὁ σφυγμὸς οἴχονται, οὐ πεπαυμένης δή που τῆς διαθέσεως, ἀλλὰ τῆς αἰσθήσεως νενεκρωμένης.
次いで、痛みと拍動が消え去るが、これはもちろん病態が収まったからではなく、感覚が死滅したからである。
ἀχώριστος δὲ φλεγμονῆς μεγάλης ὁ σφυγμός.
拍動は、激しい炎症から切り離せないものである。
οὕτω δὲ ἐοίκασιν ὀνομάζειν οἱ παλαιοὶ τὴν αἰσθητὴν κίνησιν αὐτῷ τῷ κάμνοντι τῶν ἀρτηριῶν, εἴτε χωρὶς ὀδύνης, εἴτε καὶ σὺν ταύτῃ γίγνοιτο.
古代の人々は、動脈の感知できる運動を、それが痛みを伴わないものであれ痛みを伴うものであれ、病んでいる人自身にとってそのように呼んでいたようである。
διὸ καὶ προστιθέασί τινες ἐν τοῖς συμπτώμασι τῆς φλεγμονῆς τῷ σφυγμῷ τὸ σὺν ὀδύνῃ.
それゆえ、ある人々は炎症の諸症状の中で、拍動に「痛みを伴う」という言葉を付け加えている。
ταυτὶ μὲν οὖν ἐν ὀνόματι τὴν ἀμφισβήτησιν ἔχει, κάλλιον δὲ ἐπίστασθαι τὴν γένεσιν αὐτῶν καταφρονοῦντα τῆς προσηγορίας.
したがって、これらのことは名称をめぐる論争をはらんでいるが、名称を軽視して、それらの発生を理解する方がより優れている。
ἐν μὲν δὴ τῷ κατὰ φύσιν ἀναίσθητός ἐστιν ἡμῖν ἡ κίνησις τῶν ἀρτηριῶν, ἐν δὲ ταῖς φλεγμοναῖς αἰσθητὴ σὺν ὀδύνῃ.
自然な状態においては、動脈の運動は私たちにとって感知できないが、炎症においては痛みを伴って感知できる。
πλήττει γὰρ ἡ ἀρτηρία διαστελλομένη τὰ πέριξ σώματα, καὶ πρὸς τῆς πληγῆς ὀδυνώμεθα. διὰ τὴν φλεγμονήν.
なぜなら、動脈が拡張するときに周囲の組織を打つのでおり、私たちはその打撃によって痛みを感じるからである、炎症のゆえに。
ὅταν δὲ καὶ αὐτὸς ὁ χιτὼν ἤδη φλεγμαίνῃ, πλήττουσά τε ἅμα καὶ πληττομένη διπλασιάζει τὴν ὀδύνην.
しかし、被膜自体がすでに炎症を起こしているときには、打つと同時に打たれることで、痛みは倍加する。
περὶ μὲν δὴ τούτων αὐτάρκως εἴρηται.
これらについては十分に語られた。