← ガレノス

異常な腫瘍について

§5-8

多様な非自然的腫瘍の分類と壊疽や癌の病態

瘻管や粉瘤などの様々な非自然的腫瘍(腫瘤)の特徴が分類され、続いて、沸騰した血液や黒胆汁から発生する炭疽、壊疽、および癌の病態と特徴、さらに炎症における拍動のメカニズムが説明される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5

Ἔστι δὲ καὶ ἡ σύριγξ ὀνομαζομένη στενὸς καὶ προμήκης κόλπος, ὁμοίως τοῖς ἄλλοις κόλποις προστελλομένη τε καὶ αὖθις ἀφισταμένη δι’ ἐπιῤῥοὴν περιττωμάτων, ὥσπερ ἐκεῖνοι. ἀθερώματα δὲ καὶ στεατώματα καὶ μελικηρίδας, ὅσα τε ἄλλα τοιαῦτα, τινὲς μὲν ἐν τοῖς ἀποστήμασι τίθενται, τινὲς δὲ εἰς ἕτερον γένος. εὔδηλος δὲ καὶ ἡ τούτων φύσις ἐκ τῶν ὀνομάτων. ἀθέρᾳ μὲν γάρ τι παραπλήσιον ἐν τοῖς ἀθερώμασιν εὑρίσκεται· μέλιτι δὲ ἐν τοῖς μελικηρίσι· στέατι δὲ ἐν τοῖς στεατώμασιν. ὡς τὸ πολὺ δὲ χιτών τις ὑμενώδης ἅπαντα τὰ τοιαῦτα περιέχει. ταῦτά τε οὖν ἅπαντα παρὰ φύσιν ὄγκοι, καὶ πρὸς τούτοις ἄνθρακες, καὶ γάγγραιναι, καὶ ἕρπητες, ἐρυσιπέλατά τε καὶ σκίῤῥοι, καὶ οἰδήματα, καὶ καρκῖνοι, καὶ πνευματώσεις, ὑπὲρ ὧν οὐδ’ αὐτῶν ἀγνοεῖν χρὴ τὸν ἰατρὸν, ἀλλ’ ἀκριβῶς ἐπισκέπτεσθαι τήν τε γένεσιν ἑκάστου καὶ τὴν οὐσίαν.

瘻管と呼ばれるものも、狭く細長いコルポスであり、それら(他のコルポス)と同様に、余剰物の流入によって、収縮したり再び剥離したりする、あちらのコルポスのように。粉瘤、脂肪腫、蜜腫、およびその他すべてのこれに類するものを、ある人々はアポステーマの中に分類し、別の者は別の類に分類する。これらの性質は名前からも極めて明らかである。というのも、アテローマ(粉瘤)の中には粥に類似したものが、メリケーリス(蜜腫)の中には蜜に、ステアトーマ(脂肪腫)の中には脂肪に類似したものが見出されるからである。そして大抵の場合、膜状の被膜がこれらすべてを包んでいる。したがって、これらすべては自然に反する腫瘍であり、これらに加えて、炭疽、壊疽、疱疹、丹毒、硬化腫、浮腫、癌、気腫があり、医師はこれらについても無知であってはならず、それぞれの発生と本質を正確に検討せねばならない。

§6

Αἱ μὲν δὴ γάγγραιναι καὶ οἱ ἄνθρακες,1 ἐπειδὰν οἷον ζέσαν τὸ αἷμα ἐγγύς τε τῆς φλεγμονῆς διακαύσῃ τὸ δέρμα. ταῦτ’ ἄρα καὶ σὺν ἐσχάρᾳ γίγνονται, καὶ φλύκταιναι προηγοῦνται τοῦ ἕλκους, ὥσπερ ἐν τοῖς πυρικαύστοις, ὀξύτατόν τε πυρετὸν ἐπιφέρουσι, καὶ κίνδυνον ὑπόγυιον ἀμφὶ τῇ ζωῇ. μέλαινα δὲ τοὐπίπαν καὶ τεφρώδης ἡ ἐσχάρα φαίνεται τοῦ τῶν ἀνθράκων ἕλκους, οὐ μὴν οὐδ’ ἡ χροιὰ τῆς πέριξ φλεγμονῆς ὁμοίως ταῖς ἄλλαις ἐρυθρά ἐστιν, ἀλλ’ ἐπὶ τὸ μελάντερον ῥέπει, τρόπον ἕτερον τῶν ἐκχυμωθέντων, ἢ ὑπὸ κρύους καταψυχθέντων· οὐ σφοδρῶς γὰρ πελιδνὸς, ὥσπερ ἐπ’ ἐκείνοις ὁ ὄγκος, ἀλλ’ ἔχει τι καὶ στίλβον, οἷον ἡ ἄσφαλτός τε καὶ ἡ πίττα. τοιαύτη δέ ἐστι καὶ ἀκριβὴς  μέλαινα χολή. καὶ τοίνυν καὶ ἡ κακοήθεια τῶν ἐν τοῖς ἄνθραξιν ἑλκῶν ἐντεῦθέν ἐστιν. ἔοικε γὰρ ἤτοι γε ἐξ ἀρχῆς εὐθέως, ἢ ὑπεροπτώμενον ἐν τῇ ζέσει τὸ αἷμα μελαγχολικὸν γίνεσθαι.

壊疽と炭疽は、いわば沸騰した血液が、炎症の近くの皮膚を焼き尽くすときに[生じる]。それゆえにこれらは仮痂を伴って生じ、火傷の場合のように水疱が潰瘍に先立って現れ、極めて激しい熱をもたらし、生命に対する差し迫った危険を伴う。そして炭疽の潰瘍の仮痂は、概して黒く灰のように見えるが、周囲の炎症の色も、他の場合のように同様に赤いのではなく、より黒みを帯びる傾向があり、内出血したものや寒さによって冷やされたものとは異なるやり方である。なぜなら、腫瘍はそれらの場合のようにひどく鉛色なのではなく、アスファルトやピッチのように、ある種の光沢を持っているからである。そして、純粋な黒胆汁もそのようなものである。したがって、炭疽における潰瘍の悪性もここに由来する。というのも、血液が最初から直接、あるいは沸騰のなかで過度に焼き尽くされることによって、黒胆汁質に変化すると思われるからである。

§7

Χωρὶς δὲ τοῦ ζεῖν ἡ μέλαινα χολὴ τοὺς καρκίνους ἐργάζεται, καὶ ἢν δριμυτέρα τύχῃ, μεθ’ ἕλκους. ταῦτ’ ἄρα καὶ μελάντεροι τῇ χροιᾷ τῶν φλεγμαινόντων εἰσὶ, καὶ ἥκιστα θερμοί. πληροῦνται δὲ αἱ φλεβὲς ἐπ’ αὐτῶν καὶ τείνονται μᾶλλον ἢ ἐν ταῖς φλεγμοναῖς. ἧττον γὰρ ἐκπίπτει τῶν ἀγγείων εἰς τὴν πέριξ σάρκα διὰ πάχος ὁ γεννῶν τοὺς καρκίνους χυμός. οὐ μὴν οὐδὲ ἐρυθραὶ καθάπερ ἐν ταῖς φλεγμοναῖς αἱ φλέβες εἰσὶν, ἀλλὰ καὶ αὐταὶ κατὰ τὸν λυποῦντα χυμόν.

しかし、沸騰を伴わずに、黒胆汁は癌を作り出す。そして、もしそれがより刺激性の強いものである場合には、潰瘍を伴う。それゆえに、それらは炎症を起こしているものよりも色が黒く、極めて熱が低い。そしてそれらの上にある静脈は、炎症におけるよりも満たされ、張り詰めている。なぜなら、癌を生み出す体液は、その濃密さのために、血管から周囲の肉へと漏れ出ることがより少ないからである。さらに、静脈は炎症におけるように赤くもなく、害を及ぼしている体液と同じ色をしている。

§8

Ἕπεται δὲ ταῖς μεγάλαις φλεγμοναῖς ἡ καλουμένη γάγγραινα, νέκρωσίς τε οὖσα τοῦ πάσχοντος μορίου. κᾂν μὴ διὰ ταχέων τις αὐτὴν ἰάσηται, νεκροῦται ῥᾳδίως τὸ παθὸν οὕτω μόριον, ἐπιλαμβάνει τε τὰ συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον. ἐπειδὰν γὰρ ἰσχυρῶς φραχθῇ κατὰ τὰς μεγίστας φλεγμονὰς τά τε στόματα τῶν ἀγγείων, οἵ τε πόροι πάντες οἱ κατὰ τὸ δέρμα τῆς κατὰ φύσιν ἀποστερούμενοι διαπνοῆς, τὰ οὕτω κάμνοντα σώματα νεκροῦνται ῥᾳδίως. καὶ πρῶτον μὲν αὐτῶν ἀποσβέννυται τὸ τῆς χρόας εὐανθὲς, ὃ συνῆν ταῖς φλεγμοναῖς· ἔπειθ’ ἡ ὀδύνη καὶ ὁ σφυγμὸς οἴχονται, οὐ πεπαυμένης δή που τῆς διαθέσεως, ἀλλὰ τῆς αἰσθήσεως νενεκρωμένης.2 ἀχώριστος δὲ φλεγμονῆς μεγάλης ὁ σφυγμός. οὕτω δὲ ἐοίκασιν ὀνομάζειν οἱ παλαιοὶ τὴν αἰσθητὴν κίνησιν αὐτῷ τῷ κάμνοντι τῶν ἀρτηριῶν, εἴτε χωρὶς ὀδύνης, εἴτε καὶ σὺν ταύτῃ γίγνοιτο. διὸ καὶ προστιθέασί τινες ἐν τοῖς συμπτώμασι τῆς φλεγμονῆς τῷ σφυγμῷ τὸ σὺν ὀδύνῃ. ταυτὶ μὲν οὖν ἐν ὀνόματι τὴν ἀμφισβήτησιν ἔχει, κάλλιον δὲ ἐπίστασθαι τὴν γένεσιν αὐτῶν καταφρονοῦντα τῆς προσηγορίας. ἐν μὲν δὴ τῷ κατὰ φύσιν ἀναίσθητός ἐστιν ἡμῖν ἡ κίνησις τῶν ἀρτηριῶν, ἐν δὲ ταῖς φλεγμοναῖς αἰσθητὴ σὺν ὀδύνῃ. πλήττει γὰρ ἡ ἀρτηρία διαστελλομένη τὰ πέριξ σώματα, καὶ πρὸς τῆς πληγῆς ὀδυνώμεθα. διὰ τὴν φλεγμονήν. ὅταν δὲ καὶ αὐτὸς ὁ χιτὼν ἤδη φλεγμαίνῃ, πλήττουσά τε ἅμα καὶ πληττομένη3 διπλασιάζει τὴν ὀδύνην. περὶ μὲν δὴ τούτων αὐτάρκως εἴρηται.

また、激しい炎症には、壊疽と呼ばれるものが後を追い、それは罹患している部位の壊死である。そして、もし誰かがそれを速やかに治療しなければ、そのように罹患した部位は容易に死滅し、隣接する部分を侵食し、人間を死に至らしめる。極めて激しい炎症において、血管の開口部も、皮膚にあるすべての通路も強力に閉塞され、自然な蒸散を奪われるとき、そのように病んでいる組織は容易に死滅するからである。そして、まずそれらの組織から、炎症に伴っていた血色の良い皮膚の色が消え去る。次いで、痛みと拍動が消え去るが、これはもちろん病態が収まったからではなく、感覚が死滅したからである。拍動は、激しい炎症から切り離せないものである。古代の人々は、動脈の感知できる運動を、それが痛みを伴わないものであれ痛みを伴うものであれ、病んでいる人自身にとってそのように呼んでいたようである。それゆえ、ある人々は炎症の諸症状の中で、拍動に「痛みを伴う」という言葉を付け加えている。したがって、これらのことは名称をめぐる論争をはらんでいるが、名称を軽視して、それらの発生を理解する方がより優れている。自然な状態においては、動脈の運動は私たちにとって感知できないが、炎症においては痛みを伴って感知できる。なぜなら、動脈が拡張するときに周囲の組織を打つのであり、私たちはその打撃によって痛みを感じるからである、炎症のゆえに。しかし、被膜自体がすでに炎症を起こしているときには、打つと同時に打たれることで、痛みは倍加する。これらについては十分に語られた。

構文注3 件
  1. 6Αἱ μὲν δὴ γάγγραιναι καὶ οἱ ἄνθρακες

    文頭の Αἱ μὲν δὴ γάγγραιναι καὶ οἱ ἄνθρακες に対応する主動詞(例えば「生じる」γίγνονται など)が省略されている。後に続く ἐπειδάν(〜のとき)節が文の実質的な述部を形成している。

  2. 8οὐ πεπαυμένης δή που τῆς διαθέσεως, ἀλλ’ τῆς αἰσθήσεως νενεκρωμένης

    二つの属格絶対構文(πεπαυμένης... τῆς διαθέσεως と τῆς αἰσθήσεως νενεκρωμένης)が、否定の οὐ と対比の ἀλλά によって並置されている。痛みが消えた実際の理由(病態の終息ではなく感覚の麻痺・壊死)を対比的に説明している。

  3. 8πλήττουσά τε ἅμα καὶ πληττομένη

    主語である動脈の被膜(χιτών)を修飾する分詞で、能動の πλήττουσα(打つ)と受動の πληττομένη(打たれる)が並置され、血管壁が周囲の組織を圧迫する(打つ)と同時に、自らも圧力を受ける(打たれる)という二重の作用により、痛みが増幅(倍加)することを表現している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0057.tlg054.humanitext-grc1:5-8