Humanitext Reader

盖伦 · 论异常肿块 §9-11

胆汁性肿瘤、创伤性动脉瘤与组织坏死

第 6 段,共 8 段 · 希腊语

内容简介

在第9章至第11章中,作者梳理了胆汁性流出(由黄胆汁引起的疱疹和丹毒,由黑胆汁引起的癌症和硬化肿),阐明了血管受损导致的内出血、黑斑及动脉瘤的特征与诊断,并界定了固形组织坏死(坏死与坏疽)的定义与区别。

§9Λεκτέον δὲ ἐφεξῆς τὰ χολώδη ῥεύματα.
接下来必须讨论胆汁性的流出。
νενίκηκε γὰρ οὐκ οἶδ’ ὅπως τὸ τῶν ἰατρῶν ἔθος, ἄν τε χολὴν ὀνομάσωμεν ἁπλῶς ἄν τε χολώδη χυμὸν, ἀκούειν ἡμᾶς τὴν ὠχρὰν καὶ πικρὰν, οὐ τὴν ὀξεῖαν καὶ μέλαιναν.
因为不知何故,在医生的习惯中已占支配地位的是,无论我们是单称“胆汁”还是称“胆汁性体液”,我们所理解的都是那黄褐色而苦的,而不是那酸而黑的。
ἐκείνην γὰρ ἀεὶ μετὰ προσθήκης ὀνομάζουσι, συνάπτοντες τῇ προσηγορίᾳ τοῦ χυμοῦ τὴν χρόαν.
因为他们每次称呼后者时总是带有附加语,将颜色与体液的名称联结在一起。
ὅταν οὖν κατασκήψῃ χολῶδες ῥεῦμα, τὸ μὲν ἀκριβὲς ἑλκοῖ τὸ δέρμα, τὸ δὲ ὑδατώδεσιν ἰχῶρσιν ἢ αἵματι συμμιγὲς ἧττόν ἐστι δριμὺ καὶ μᾶλλον εἰς ὄγκον αἴρει τὸ μέρος ἢ ἑλκοῖ.
因此,当胆汁性流出侵袭时,纯粹的那种会使皮肤溃烂,而与水样浆液或血液混合的那种则刺激性较弱,更多是将该部位提升为肿胀而非使其溃烂。
τουτὶ μὲν οὖν ἐρυσίπελας ὀνομάζεται, θάτερος δὲ ἕρπης.
因此,后者被称为丹毒,而前者则被称为疱疹。
ἐνδείκνυται δὲ τὸν ἐργασάμενον χυμὸν ἥ τε χρόα καὶ ἡ θερμότης τῶν παθῶν.
而这些病症的颜色和热度,指明了产生它们的体液。
ἐπεὶ δὲ αὖ καὶ τοῦ δριμέος ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον ὑπάρχει τοιοῦτος, ἰστέον ἐπὶ μὲν τοῦ δριμυτέρου τὸν ἐσθιόμενον ἕρπητα συνίστασθαι, οὕτω γὰρ αὐτὸν ὠνόμασεν Ἱπποκράτης, ὑπὸ δὲ θατέρου τὸν ἕτερον, ᾧ καὶ κεγχρίαν ἔνιοι τῶν μεθ’ Ἱπποκράτην τοὔνομα ἔθεντο, διότι κέγχροις ὁμοίας ἐξοχὰς ἀποτελεῖ κατὰ τὸ δέρμα.
此外,在刺激性体液中,有的是较弱的,有的是较强的,须知在更刺激的体液上形成了“食蚀性疱疹”(因为希波克拉底是这样称呼它的),而在另一种体液上则形成了另一种疱疹,希波克拉底之后的一些人将其命名为“粟粒疹”,因为它在皮肤上产生类似于小米的突起。
φλέγματι μὲν οὖν μοι δοκεῖ μεμῖχθαι τὸ τοιοῦτον ῥεῦμα· τὸ δὲ ἕτερον ἀκριβοῦς εἶναι χολῆς.
因此,在我看来,此类流出是与粘液相混合的;而另一种则是纯粹的胆汁。
διὰ τοῦτο καὶ μετὰ ἀναβρώσεως γίγνεται, τὸ συνεχὲς ἀεὶ τοῦ δέρματος ἐπιλαμβάνοντος τοῦ πάθους, ὅθεν αὐτῷ καὶ τοὔνομα.
因此,它也伴随着侵蚀而产生,病症总是蔓延到相邻的皮肤,因此它也有了那个名字。
μιχθέντος δὲ αἵματος ἴσου τῇ χολῇ, τὸ πάθος ἀμφοῖν ἐν μέσῳ τὴν ἰδέαν ἐστὶ καὶ τὴν φύσιν ἐρυσιπέλατός τε καὶ φλεγμονῆς.
而当血液与胆汁等量混合时,两者的病症在外观和性质上都介于丹毒与炎症之间。
εἰ δὲ πολὺ ἐπικρατοίη τὸ ἕτερον, ἀπὸ τοῦ κρατοῦντος ἡ προσηγορία τῷ πάθει, κατηγορεῖται δὲ αὐτῷ τὸ μιχθέν.
但若其中一方占绝对优势,则由占优势者赋予该病症名称,而混合的那种成分则作为属性附加于其上。
ἐρυσίπελας μὲν οὖν φλεγμονῶδες ἐπὶ τῇ ξανθῇ κρατούσῃ, φλεγμονὴ δὲ ἐρυσιπελατώδης ἐπὶ τῷ κρατοῦντι αἵματι λέγεται.
因此,当黄胆汁占优势时被称为“炎症性丹毒”,而当血液占优势时则被称为“丹毒性炎症”。
παραπλήσιος δὲ καὶ ἡ τῶν ἄλλων μίξεων ἑρμηνεία, φλεγμονὴ σκιῤῥώδης, καὶ σκίῤῥος φλεγμονώδης, οἴδημά τε φλεγμονῶδες καὶ οἰδηματώδης φλεγμονή.
其他混合情况的表述也类似:“硬化肿性炎症”与“炎症性硬化肿”,“炎症性水肿”与“水肿性炎症”。
τέτταρα γὰρ ταῦτ’ ἔστι συνεχῶς γινόμενα πάθη δι’ ἐπιῤῥοὴν ὑγρῶν, ἐρυσίπελας καὶ οἴδημα καὶ φλεγμονὴ καὶ σκίῤῥος.
因为这四种由于液体流入而连续产生的病症是:丹毒、水肿、炎症和硬化肿。
ἐρυσίπελας μὲν οὖν, ὡς εἴρηται, χολώδους ῥεύματος κρατήσαντος· φλεγμονὴ δὲ, αἱματώδους· οἴδημα δὲ λεπτοῦ τὴν σύστασιν φλέγματος, ὥσπέρ γε παχέος καὶ γλίσχρου τὸ ἕτερον εἶδος τῶν σκίῤῥων· τὸν γὰρ ἕτερον ἡ ἰλὺς τοῦ αἵματος ἀπεργάζεται.
因而,正如所说,当胆汁性流出占优势时产生丹毒;当血液性流出占优势时产生炎症;而当其组成为稀薄粘液时产生水肿,正如另一种硬化肿产生于稠厚且粘稠的粘液一样;因为另一种硬化肿是由血液的沉渣所制造成的。
ἔστι δὲ δήπου καὶ αὐτὴ διττὴ, τὸ μὲν ἕτερον εἶδος, ὅπερ Ἱπποκράτης ὀνομάζει μέλαιναν· τὸ δ’ ἕτερόν ἐστι μὲν καὶ τοῦτο μέλαν, ἰδίαν δὲ ἔχει τὴν προσηγορίαν· ὀνομάζεται γὰρ μέλαινα χολή.
而这确实也是双重的,其中一种是希波克拉底称之为“黑”的;另一种虽然也是黑的,但有它自己的名称,即被称为“黑胆汁”。
ταύτης μὲν οἱ καρκῖνοι, θατέρου δὲ τοῦ μέλανος ἕν τι τῶν σκίῤῥων εἶδος ἔγγονον ὑπάρχει.
因此,从后者(黑胆汁)产生癌症,而从另一种黑的物质则产生硬化肿的一种。
διορίζεται δὲ ἀπὸ θατέρου τοῦ φλεγματικοῦ τῇ χρόᾳ.
它与另一种由粘液产生的硬化肿通过颜色来区分。
κοινὰ δ’ ἀμφοῖν ὁ μείζων τοῦ κατὰ φύσιν ὄγκος ἀνώδυνός τε καὶ σκληρὸς, ἥ τε γένεσις ἀμφοτέρων ἐνίοτε μὲν ἐξ ἀρχῆς, ἔστιν ὅτε δὲ ἐκ μεταπτώσεως ἤτοι φλεγμονῆς, ἢ ἐρυσιπελάτων, ἢ οἰδήματος, ἐμψυχθέντων ἀμετρότερον.
两者的共同点是:比自然状态更大的、无痛且硬的肿胀,以及两者的产生有时是起初就直接发生的,有时则是由于炎症、丹毒或水肿被过度冷却后转变而来的。
§10Ἐγγὺς δ’ ἐστὶ σκίῤῥου τά τε ἐκχυμώματα καλούμενα καὶ τὰ μελάσματα, πρεσβύταις μάλιστα συμβαίνοντα θλασθεισῶν τῶν φλεβῶν.
与硬化肿接近的是所谓的内出血和黑斑,它们尤其发生于静脉受挫伤的老年人。
ἔστι δὲ καὶ τούτων ἔνια μὲν, ὡς εἴρηται, μέλανα, καὶ μάλιστα γέρουσι γίγνεται ταῦτα, διὰ σμικρὰς προφάσεις· ἔνιοι δὲ καὶ ἐρυθροὶ καὶ μέλανες ἐν τῷ μεταξὺ, τὰ καλούμενα πελιδνά.
正如所说,这些之中有一些是黑色的,而这些在老年人中由于极小的诱因就会产生;而有一些则介于红色和黑色之间,即所谓的铅青色。
γίγνεται δ’ ἅπαντα τὰ τοιαῦτα ἐκ τῶν φλεβῶν αἵματος ἐκχεομένου, ποτὲ μὲν διὰ τῶν χιτώνων θλασθέντων, ἔστι δ’ ὅτε ἀναστομωθέντων κατὰ τὸ πέρας.
所有此类情况都是由于血液从静脉中流出而产生的,有时是因为血管壁受挫伤,有时则是由于其末端开张。
§11Ἀρτηρίας δ’ ἀναστομωθείσης τὸ πάθος ἀνεύρυσμα καλεῖται.
当动脉开张时,该病症被称为动脉瘤。
γίγνεται δὲ τρωθείσης αὐτῆς, ἐπειδὰν εἰς οὐλὴν μὲν ἀφίκηται τὸ προσκείμενον αὐτῇ δέρμα, μένῃ δὲ τῆς ἀρτηρίας ἕλκος μήτε συμφυθείσης μήτε συνουλωθείσης μήτε σαρκὶ φραχθείσης.
它发生于动脉受创伤时,即当与其相邻的皮肤已经愈合结痂,但动脉的溃疡依然存在,既未愈合,也未结痂,亦未被肌肉所填塞。
διαγινώσκεται δὲ τὰ τοιαῦτα παθήματα τῶν σφυγμῶν τῶν ἐργασαμένων ἀρτηριῶν, ἀλλὰ καὶ θλιβομένων ἀφανίζεται πᾶς ὁ ὄγκος, παλινδρομούσης εἰς τὰς ἀρτηρίας τῆς ἐργαζομένης αὐτὸν οὐσίας, ἣν ἐδείξαμεν ἐν ἄλλοις ἅμα λεπτὸν καὶ ξανθὸν εἶναι αἷμά τι πνεύματι λεπτῷ καὶ πολλῷ συμμιγές.
此类病症是通过产生它们的动脉的搏动来诊断的;而且在受压迫时,整个肿块会消失,因为产生该肿胀的物质会倒流回动脉中。 我们已在其他著作中表明,这种物质是同时伴有稀薄而黄褐色的血液,并与稀薄且大量的普纽玛(气息)相混合。
εὐθὺς δὲ καὶ θερμότερόν ἐστι τὸ αἷμα τοῦτο τοῦ κατὰ τὰς φλέβας καὶ τρωθέντος τοῦ ἀνευρύσματος ἐξακοντίζεται δυσεπισχέτως.
而且这种血液显然比静脈中的血液更温热,且当动脉瘤受创伤时,它会极难遏制地喷射出来。
ὑποχωρεῖ μὲν οὖν κᾀν τοῖς οἰδήμασιν ἡ ὕλη θλιψάντων τῶν δακτύλων, καὶ βοθροῦται τὸ μέρος, ἀλλ’ οὔτε σφυγμός ἐστιν ἐν τούτῳ τῷ πάθει, καὶ ἡ χροιὰ λευκοτέρα, καὶ τὸ οἴδημα πολλῷ πλατύτερόν τε καὶ μεῖζον ἀνευρύσματος, πλὴν εἴποτε θρόμβος τις ἐγγενόμενος ἐξ ἀνευρύσματος σφάκελον ἐργάζοιτο.
在水肿中,当手指压迫时,物质确实会退去,且该部位会凹陷下去;但在这种病症中没有搏动,颜色更白,且水肿比动脉瘤要宽阔和巨大得多,除非有时从动脉瘤中产生某种血栓并引起坏死。
καλῶ δ’ οὕτω τὴν φθορὰν τῶν στερεῶν σωμάτων ἅπασαν, ὡς καὶ τοῖς ὀστοῖς ἐγγίνεσθαι, μήτοι γε δὴ σαρξὶν, ἢ ἀγγείοις.
我将固形组织的这种彻底摧毁称为(坏死),它甚至会发生于骨骼中,更不用说在肌肉或血管中了。
ἡ δὲ γάγγραινα νέκρωσις καὶ αὕτη τῶν στερεῶν σωμάτων, ἀλλ’ οὔτ’ ὀστοῖς ἐπιγίγνεται καὶ ταῖς μεγίσταις ἕπεται φλεγμοναῖς, εἶδος μέν τι τῶν σφακελῶν ὑπάρχουσα, προσηγορίαν δὲ ἰδίαν ἐξαίρετον ἐπὶ τῇ κοινῇ κεκτημένη.
而坏疽也是固形组织的坏死,但它不发生于骨骼,且发生于极剧烈的炎症之后,它虽然是坏死的一种,但在共同的名称之外,还拥有其特有的专门名称。
ταῦτ’ οὖν αὐτάρκως διώρισται, καὶ λέγειν ἤδη καιρὸς περὶ τῶν μελαγχολικῶν ῥευμάτων.
因此,这些已得到了充分的区分,现在是时候讨论黑胆汁性流出了。

词汇与语法注释

  1. 356νενίκηκε γὰρ οὐκ οἶδ’ ὅπως τὸ τῶν ἰατρῶν ἔθος ... ἀκούειν ἡμᾶς — 动词 νενίκηκε(占优势,成为惯例)的主语是名词短语 τὸ τῶν ἰατρῶν ἔθος(医生的习惯),后面接不定式短语 ἀκούειν ἡμᾶς... 作为名词性或结果性成分。宾格 ἡμᾶς 是不定式 ἀκούειν 的逻辑主语。
  2. p.723ἰστέον ἐπὶ μὲν τοῦ δριμυτέρου τὸν ἐσθιόμενον ἕρπητα συνίστασθαι — 动形容词 ἰστέον(应当知道)作非人称使用,其后接的宾格加不定式短语(τὸν ἐσθιόμενον ἕρπητα συνίστασθαι)整体起到了实质性主语(或宾语)的作用。
  3. p.724ὥσπέρ γε παχέος καὶ γλίσχρου τὸ ἕτερον εἶδος τῶν σκίῤῥων — 属格 παχέος καὶ γλίσχρου 修饰省略的名词 φλέγματος(粘液),该词承接自前句的 λεπτοῦ τὴν σύστασιν φλέγματος。因此应理解为“稠厚且粘稠的[粘液]”。
  4. p.725ἣν ἐδείξαμεν ἐν ἄλλοις ἅμα λεπτὸν καὶ ξανθὸν εἶναι αἷμά τι... — 关系代词 ἣν(先行词为 οὐσία)并非动词 ἐδείξαμεν 的直接宾语,而是其后不定式 εἶναι 的逻辑主语(宾格)。整个关系从句构成了间接陈述:“我们在其他著作中表明这一物质是……”。

引用这一段

盖伦, 论异常肿块 §9-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg054.humanitext-grc1:9-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。