Humanitext Reader

盖伦 · 论异常肿块 §2#1

炎症的定义及其血液积聚的成因

第 2 段,共 8 段 · 希腊语

内容简介

盖伦在给出炎症(phlegmone)的定义和特征症状后,通过切开时的观察以及伤口流出浆液的机制,论证了炎症的起因并非热力导致的扩散,而是由于血管阻塞和肌肉致密化所引起的血液积聚(过剩)。

§2#1Λέγεσθαι δὲ εἴθισται τοῖς Ἕλλησι τοὔνομα τοῦτο κατὰ τῶν ἐν ὄγκῳ μείζονι μορίων σαρκωδῶν, ἅμα τάσει καὶ ἀντιτυπίᾳ καὶ ὀδύνῃ σφυγματώδει καὶ θερμῇ καὶ μετ’ ἐρυθήματος·
在希腊人中,这一名称(炎症)习惯上用于指代处于较大肿胀中的肌肉部位,并伴有紧张、抗阻(硬度)、搏动性且灼热的疼痛以及发红。
ἥτις δ’ ἐστὶν ἡ αἰτία, δι’ ἣν ταῦτα ἐγένετο τὰ συμπτώματα, μὴ ὅτι τοῖς πολλοῖς, ἀλλ’ οὐδ’ αὐτοῖς τοῖς ἰατροῖς ἔγνωσται πᾶσιν.
然而,导致这些症状产生的起因是什么,不仅普通大众不知道,甚至连医生们自己也并非全都知晓。
οὐδὲ γὰρ ὁδῷ τινι ποιοῦνται τὴν ζήτησιν οἱ πλείους αὐτῶν, ἀλλὰ τὸ δόξαν αὐτοῖς ἁπλῶς ἀποφαίνονται.
因为他们中的大多数人并不按照任何系统的方法进行探究,而只是简单地声明他们所认为的事情。
γίγνοιτο δ’ ἂν ἡ σκέψις, εἴπερ τις ὁδῷ προέρχοιτο, τοιαδί. μείζων ὄγκος οὐκ ἄν ποτε γένοιτο περὶ σῶμα οὐδὲν ἄνευ τοῦ τὴν οὐσίαν αὐτοῦ δυοῖν τούτων παθεῖν θάτερον, ἢ ὑπὸ θερμότητος πολλῆς οἷον περιζέσασαν χυθῆναι, ἢ ἔξωθέν τινα νεωτέραν οὐσίαν ἐπικτήσασθαι.
如果有人按照系统的方法推进,其考察应当如下:在任何身体部位,如果其基质不经历以下两件事之一,就绝不会产生更大的肿胀:要么因高热而如沸腾般扩散,要么从外部获得某种较新的基质。
χεομένη μὲν γὰρ πνευματοῦται καὶ ψυχθεῖσά γε αὕτη τὸν ἀρχαῖον ὄγκον ἀνακτᾶται ῥᾳδίως.
因为扩散开来的物质会含有气,一旦冷却,它便很容易恢复到原先的肿胀状态。
οὔτε δὲ πνεῦμα περιεχόμενον ἐν τοῖς φλεγμαίνουσιν ὁρᾶται, καθάπερ ἐν ἄλλοις ὄγκοις πολλοῖς, καὶ ψυχόμενα πρὸς τὴν ἐξ ἀρχῆς κατάστασιν οὔτ’ εὐθὺς οὔτ’ ἐξ ἅπαντος ἐπανέρχεται.
但是在发炎的部位,既看不到像在许多其他肿胀中那样包含着气,而且在冷却时,它们也既不能立刻、也不能完全恢复到最初的状态。
ὅτι δ’ οὐ περιέχεται πνεῦμα, δῆλον ἐκ τῆς τομῆς.
而其中不包含气,从切开中显而易见。
φαίνεται γὰρ εἰ τμηθείη τὸ φλεγμαῖνον, αἷμα μὲν ἐκχεόμενον πάμπολυ καὶ τὸ χωρίον ὅλον ἐναργῶς αἵματος μεστὸν, ὥσπερ οἱ διάβροχοι σπόγχοι, πνεῦμα δὲ οὔτ’ εὐθὺς ἐκπῖπτον οὔτ’ αὖθις.
因为如果将发炎的部分切开,会看到有极多的血液流出,整个地方显而易见地充满血液,就像浸透的水绵一样,而气则无论是在当时还是在过后都没有逸出。
ἀλλὰ καὶ ἡ χροιὰ μόνη τοῦ αἵματος οἰκεία τε ἅμα καὶ ἀχώριστος.
不仅如此,单是颜色本身既是血液所特有的,同时又与血液不可分离。
οὐδὲ γὰρ ἄλλο τῶν ἐν τῷ σώματι μορίων ἢ χυμῶν ἐρυθρὸν, πλὴν σαρκός τε καὶ αἵματος.
因为除了肌肉和血液之外,身体中的其他部位或体液没有一个是红色的。
ἀλλ’ οὔτε πολυσαρκία ἐστὶ τὸ πάθημα τῆς φλεγμονῆς, καὶ εἴπερ συσταίη ποτὲ πολυσαρκία κατὰ τὸ σῶμα μόνη, χωρὶς αἵματος πλήθους, ὁ μὲν ὄγκος μείζων γίνεται τοῦ κατὰ φύσιν, ἡ χροιὰ δὲ ἐν ὅροις ὑγιεινοῖς διαμένει, μηδὲν τῆς ἀρχαίας ἐξαλλάττουσα φύσεως.
但是发炎这一病症并不是肌肉过剩(多肉症),而且即使身体中某处形成了单纯的肌肉过剩,而没有血液的过量,其肿胀虽然会比自然状态更大,但颜色仍保持在健康的范围内,不改变其原有的性质。
οὐδενὶ γὰρ αὐξανομένῳ κατὰ τὴν οὐσίαν ἐπιτείνεται τὸ πρόσθεν χρῶμα.
因为对于任何在基质上增长的事物来说,其先前的颜色并不会因此而加深。
οὕτω γὰρ ἂν ἥ τε χιὼν ἐγίνετο λευκοτέρα καὶ ἡ πίττα μελαντέρα καὶ ὁ χρυσὸς ξανθότερος.
否则的话,雪就会变得更白,沥青会变得更黑,黄金会变得更黄。
ἕτερον οὖν ἐστι προφανῶς αὔξησις οὐσίας ἀλλοιώσεως.
因此,基质的增长与变质显然是不同的。
αὐξάνεται μὲν γὰρ κατὰ τὸ ποσὸν, ἀλλοιοῦται δὲ κατὰ τὸ ποιόν.
因为增长是就数量而言,而变质是就质量而言。
ἔστι δέ που καὶ τὸ χρῶμα ποιᾶς οὐσίας, οὐ ποσῆς γνώρισμα.
而且颜色大约是某种质的基质的标志,而非量的基质的标志。
διὰ ταῦτα μὲν οὖν πολυσαρκία ἕτερον φλεγμονῆς, δι’ αὐτὰ δὲ ταῦτα πλεονάζειν ἄν τις ἐν αὐτῇ τὸν τοῦ αἵματος ὑπολάβοι χυμόν.
因此,由于这些原因,肌肉过剩不同于炎症,也正是因为这些原因,人们会推测在炎症中血液这一体液是过剩的。
ἀλλὰ καὶ μεθ’ ἑλκῶν ἐνίοτε μέγισται γίνονται φλεγμοναὶ, καὶ φαίνεταί τις ἐκρέων ἰχὼρ ὑδατώδης λεπτὸς, αἱματώδους φαινομένου τοῦ πέριξ χωρίου.
然而,有时在伴有溃疡的情况下也会产生极大的炎症,并且可以看到有某种稀薄、水样的浆液流出,而周围的区域则显得充满血色。
ἀναγκαῖον οὖν ἐν τῷδε τὴν πύκνωσιν τῆς σαρκὸς, ἣν ἐν τοῖς κατὰ τὸ τραῦμα πέρασιν ἑαυτῇ ἐπεκτήσατο, συμμετρίας εἰς τοσοῦτον ἥκειν, ὡς διεκπίπτειν ἐπιτρέπουσαν τοῖς ἰχῶρσιν, ἐναποστέγειν δ’ ἔνδον ἑαυτῆς τὸ αἷμα.
因此,在这种情况下,肌肉在伤口边缘自身所获得的致密化,必然达到了这样一种适度的比例,即允许浆液流出,却将血液阻隔在自身内部。
καὶ μὴν ὅσον αἵματος ἰχὼρ λεπτομερέστερός ἐστι, τοσοῦτον ἢ καὶ πλέον ἔτι παχυμερέστερος ὑπάρχει πνεύματος.
而且,浆液比血液细微多少,其比气就要粗大多少,甚至更多。
ὥστε εἴπερ ἡ κατὰ τὸ τραῦμα σὰρξ ἐπιτρέπει ἐκπίπτειν τοῖς ἰχῶρσιν, ἐπέτρεπεν ἂν δήπου τῷ πνεύματι.
因此,如果伤口处的肌肉允许浆液流出,它当然也会允许气流出。
κενωθέντος δὲ ἅπαξ αὐτοῦ, καθίστατο ἂν εὐθέως καὶ ὁ τῆς φλεγμονῆς ὄγκος.
而一旦气被排空,炎症的肿胀也就会立刻消退。
ἀμέλει καὶ φαίνεται γιγνόμενον οὕτως ἐν οἷς ἂν μορίοις ὄντως ἀθροισθῇ τὸ πνεῦμα.
事实上,在确实积聚了气的部位,显而易见就是这样发生的。
τμηθέντων γὰρ αὐτῶν αὐτίκα συστέλλεται πᾶς ὄγκος.
因为一旦切开它们,所有的肿胀立刻就会收缩。
ἀλλὰ καὶ ἡ γένεσις αὐτῆς τῆς ἐπὶ τραύμασι γενομένης φλεγμονῆς μαρτυρεῖ.
而且,伤口上所产生的炎症本身的生成过程也提供了证明。
ἐν ἀρχῇ μὲν γὰρ ἔτι νεοτρώτων ὄντων ἐκπίπτει πλῆθος αἵματος· ἴσχεται δ’  αὖθις ἤτοι ψυξάντων ἡμῶν, ἢ αὐτομάτως ὑπὸ τοῦ περιέχοντος ψυχθέν.
因为在开始时,当伤口还新鲜时,会流出大量的血液;而随后,要么由于我们予以冷却,要么由于被周围环境自发冷却,血液便被止住。
ἀλλὰ καὶ πιλησάντων ἡμῶν ταῖς χερσὶν ἢ ἐπιδησάντων, ἴσχεται κωλυόμενον ἐκρεῖν.
或者,由于我们用手按压或包扎,血液因流出受阻而被止住。
εἶτ’ ἐν τοῖς στόμασι τῶν διῃρημένων ἀγγείων ἰσχόμενόν τε καὶ φραττόμενον πιλοῦταί τε καὶ πήγνυται, παραπλήσιόν τι πάσχον θρόμβῳ, πλὴν ὅτι θρόμβος μὲν ἀθρόα τοῦ αἵματός ἐστι πῆξις αἰσθητὴ, τὸ δ’ ἐπὶ τῶν ἑλκῶν γιγνόμενον οὐκέτ’ ἀθρόως, ἀλλὰ κατὰ σμικρὰ καὶ πολλὰ πέρατα τῶν διῃρημένων ἀγγείων ἵστησι καὶ παχύνει τὸ αἷμα.
随后,在被切断的血管口处被阻挡和堵塞的血液会被压缩并凝固,经历类似于血栓的变化,只不过血栓是血液整体的、可感知的凝固,而在溃疡上发生的凝固不是整体发生的,而是在被切断血管的许多微小末端使血液停止并变稠。
ὅταν οὖν ἅμα μὲν τοῦτο παχύτερον, ἅμα δὲ τῶν ἀγγείων τὸ πέρας γένηται στενότερον, ἴσχεται μὲν ἤδη τὸ αἷμα, διεκπίπτουσι δὲ ἰχῶρες.
因此,当这部分血液变稠,同时血管的末端变窄时,血液便已被阻挡,而浆液则流出。
ταῦτα πάντα τεκμήρια μέγιστα τοῦ πληθύνειν ἐν τοῖς φλεγμαίνουσι μορίοις τὸ αἷμα.
所有这些都是发炎部位血液过剩的最大证据。
θερμότερον μὲν οὖν ἐστι τοῦ κατὰ φύσιν ἐν τοῖς οὕτω διακειμένοις, οὐ μὴν τοσοῦτον θερμότερον, ὡς μόνῃ τῇ χύσει τηλικοῦτον ἐργάσασθαι τὸν ὄγκον.
因此,在如此状态下的部位,虽然比自然状态更热,但并没有热到单凭扩散就能产生如此大肿胀的程度。
πολλὰ δ’ ἂν εἴη σοι καὶ τὰ τοῦδε τεκμήρια.
关于这一点,你也会有许多证据。
πρῶτον μὲν οἱ διακαέστατοι τῶν πυρετῶν· ὅσον γὰρ ἐπὶ τούτων ἡ θερμασία σφοδροτέρα τῆς κατὰ τὰ φλεγμαίνοντα μόριά ἐστι, τοσοῦτον τὸν ὄγκον ἐχρῆν εἶναι μείζονα.
首先是那些最炽热的热病;因为在这些热病中,热量比发炎部位的温度要剧烈多少,其肿胀也就应当相应地更大。

词汇与语法注释

  1. 313μὴ ὅτι τοῖς πολλοῖς, ἀλλ’ οὐδ’ αὐτοῖς τοῖς ἰατροῖς — 短语 μὴ ὅτι... ἀλλ’ οὐδέ... 是一种表示让步和递进否定的固定用法,意为“不仅/且不说……,甚至连……也不……”。在此处用于强调,普通大众(τοῖς πολλοῖς)不知道原因自不待言,甚至连作为专业人士的医生们(τοῖς ἰατροῖς)也并非人人都知晓。
  2. 313γίγνοιτο δ’ ἂν ἡ σκέψις, εἴπερ τις ὁδῷ προέρχοιτο, τοιαδί — 主句中的 ἄν 加上希求语气(γίγνοιτο ἄν)与条件从句中的 εἴπερ 加上希求语气(προέρχοιτο)构成了表示潜在或假设的情况(将来较不明确条件句)。它引入了若有人按照系统方法(ὁδῷ)推进时可能采取的思考路径,为随后的论证搭建了框架。
  3. 354ἀναγκαῖον οὖν ἐν τῷδε τὴν πύκνωσιν τῆς σαρκὸς... συμμετρίας εἰς τοσοῦτον ἥκειν — 这是一个由非人称形容词 ἀναγκαῖον 引导的带定格不定式构文。不定式的逻辑主语是 τὴν πύκνωσιν τῆς σαρκὸς(肌肉的致密化),不定式动词是 ἥκειν(达到)。不定式之后的 ὡς 引导结果从句,其中分词 ἐπιτρέπουσαν 在性、数、格上与 πύκνωσιν(阴性单数宾格)保持一致。
  4. p.711τοσοῦτον τὸν ὄγκον ἐχρῆν εἶναι μείζονα — 未完成过去时 ἐχρῆν(源自 χρή)结合不定式(εἶναι)表示本该发生而未发生的事情(反事实虚拟,“应当……但实际不然”)。此处构成了逻辑论证:既然高热病的热度比炎症更剧烈,那么高热病中的肿胀也应当相应地更大,但现实中并非如此,从而证明单纯的热并非肿胀的直接原因。

引用这一段

盖伦, 论异常肿块 §2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg054.humanitext-grc1:2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。