§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΦΥΣΙΝ ΟΓΚΩΝ ΒΙΒΛΙΟΝ.
Ἕν τι τῶν συμβεβηκότων τοῖς σώμασιν ὑπάρχει τὸ δηλούμενον πρᾶγμα πρὸς τῆς ὄγκου φωνῆς.
## 盖伦《论反自然的肿瘤》书通过“肿胀”(onkos)一词所表明的事物,是属于身体的偶属性之一。
τὴν γὰρ εἰς μῆκος καὶ πλάτος καὶ βάθος διάστασιν οὕτως ὀνομάζουσιν Ἕλληνες.
因为希腊人将向长度、宽度和深度的延伸如此命名。
ἔστι δ’ ὅτε καὶ τὴν ὑπὲρ τὸ κατὰ φύσιν αὔξησιν ὄγκον καλοῦσιν, ὅπερ οὐ τοῖς νοσοῦσι μόνον καθ’ ὁτιοῦν μόριον, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν ὑπάρχει.
但有时他们也将超出自然状态的增大称为“肿胀”,这不仅存在于身体某一部分有病的人身上,也存在于健康的人身上。
καὶ γὰρ καὶ οἱ παχεῖς ηὔξηνται μὲν ὑπὲρ τὸ κατὰ φύσιν εἰς βάθος καὶ πλάτος, οὐ μὴν ἤδη γέ πω παρὰ φύσιν ἔχουσιν.
事实上,肥胖的人在深和宽上虽然超出了自然状态而有所增大,但他们绝非因此就已经处于反自然的状态。
ὡς γὰρ πολλάκις εἴρηται, τρίτη τίς ἐστι κατάστασις ἡ τῶν οὐ φύσει διακειμένων σωμάτων, ἐν μέσῳ πως ὑπάρχουσα τῶν κατὰ φύσιν τε καὶ παρὰ φύσιν ἐχόντων.
因为正如屡次所说的那样,存在着某种第三种状态,即非自然处境下的身体的状态,它处于自然状态与反自然状态之间的某种中间位置。
ὁ μὲν οὖν παχὺς ἢ ἰσχνὸς οὐ παρὰ φύσιν, ἀλλ’ ἁπλῶς μόνον ὁ μὲν ὑπὲρ τὸ κατὰ φύσιν, ὁ δὲ ἐνδεέστερον ἔχει τοῦ κατὰ φύσιν, οὐ φύσει δὲ ἑκάτερος.
因此,肥胖或消瘦的人并非处于反自然状态,而只是单单一方超出了自然状态,另一方则不足于自然状态,且双方都不是自然处境。
ὁ δὲ ἐξ ὑδέρου τὸν ὄγκον ἐπικτησάμενος, ἢ ἐκ φθόης τὴν λεπτότητα, παρὰ φύσιν ἄμφω διάκεινται.
然而,因水肿而获得肿胀者,或因结核而获得消瘦者,两者都处于反自然的状态。
πρόκειται δὲ ἡμῖν ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ σκέψασθαι περὶ τῶν παρὰ φύσιν ὄγκων, ὅλον τε καταλαμβανόντων τὸ σῶμα, καὶ μόριον ὁτιοῦν αὐτοῦ, τοσοῦτον ἐπιδιορισαμένοις, ὡς τῶν οὐ φύσει διαθέσεων αἱ ὑπερβολαὶ παρὰ φύσιν εἰσίν.
而在当下的讨论中,我们的任务是考察反自然的肿瘤,它们既可能占据整个身体,也可能占据身体的任何一部分,只要我们预先做此限定:非自然状态的过度呈现便是反自然状态。
ὅρος δὲ τῆς ὑπερβολῆς ἐστιν αὐτῶν ἡ βλάβη τῆς ἐνεργείας.
而它们过度的标准则是功能的受损。
ἀλλὰ περὶ μὲν τούτων τῶν ὄγκων οὐ δεῖ μακροτέρου λόγου.
然而,关于这些肿胀,无需赘言。
γινώσκεται γὰρ ὑπὸ πάντων ἀνθρώπων, οὐ μόνον τῶν ἰατρῶν, σαρκὸς καὶ πιμελῆς ἀμετρία τὴν γένεσιν αὐτῶν ἐργαζομένη·
因为不仅是医生,所有人尽皆知,肌肉和脂肪的无度增生导致了它们的产生。
τοὺς δ’ ἄλλους ὄγκους, ὅσοι κατὰ τὴν διάθεσιν αὐτῶν τῶν σωμάτων, οὐ μόνον τὴν ποσότητα πρώτην, τοῦ κατὰ φύσιν ἐξεστήκασιν, ἤδη σκοπῶμεν, ἀπὸ φλεγμονῆς ἀρξάμενοι.
那么,现在让我们来考察其余的肿瘤,即那些根据身体自身的状态——而非仅仅是在最先的数量上——偏离了自然状态的肿瘤,并从炎症开始探讨。