§2#1Λέγεσθαι δὲ εἴθισται τοῖς Ἕλλησι τοὔνομα τοῦτο κατὰ τῶν ἐν ὄγκῳ μείζονι μορίων σαρκωδῶν, ἅμα τάσει καὶ ἀντιτυπίᾳ καὶ ὀδύνῃ σφυγματώδει καὶ θερμῇ καὶ μετ’ ἐρυθήματος·
ギリシア人の間では、この名前(炎症)は、張り、抵抗、拍動性の熱い痛み、そして赤みを伴った、より大きな腫脹の中にある肉質の部分に対して用いられるのが常である。
ἥτις δ’ ἐστὶν ἡ αἰτία, δι’ ἣν ταῦτα ἐγένετο τὰ συμπτώματα, μὴ ὅτι τοῖς πολλοῖς, ἀλλ’ οὐδ’ αὐτοῖς τοῖς ἰατροῖς ἔγνωσται πᾶσιν.
しかし、これらの症状が生じる原因が何であるかは、一般の人々は言うに及ばず、医師たち自身でさえ全員に知られているわけではない。
οὐδὲ γὰρ ὁδῷ τινι ποιοῦνται τὴν ζήτησιν οἱ πλείους αὐτῶν, ἀλλὰ τὸ δόξαν αὐτοῖς ἁπλῶς ἀποφαίνονται.
というのも、彼らの大部分は何らかの系統的な方法に従って探究を行うのではなく、単に自分たちに思われたことを言明するだけだからである。
γίγνοιτο δ’ ἂν ἡ σκέψις, εἴπερ τις ὁδῷ προέρχοιτο, τοιαδί.
もし誰かが系統的に進むとすれば、考察は次のようになるだろう。
μείζων ὄγκος οὐκ ἄν ποτε γένοιτο περὶ σῶμα οὐδὲν ἄνευ τοῦ τὴν οὐσίαν αὐτοῦ δυοῖν τούτων παθεῖν θάτερον, ἢ ὑπὸ θερμότητος πολλῆς οἷον περιζέσασαν χυθῆναι, ἢ ἔξωθέν τινα νεωτέραν οὐσίαν ἐπικτήσασθαι.
いかなる体においても、その実質が次の二つのうちどちらか一方を被ることなしには、より大きな腫脹が生じることは決してない。 すなわち、多量の熱によっていわば沸騰して拡散するか、あるいは外部から何か新しい実質を獲得するかのどちらかである。
χεομένη μὲν γὰρ πνευματοῦται καὶ ψυχθεῖσά γε αὕτη τὸν ἀρχαῖον ὄγκον ἀνακτᾶται ῥᾳδίως.
実際、拡散されたものは気化し、冷却されると容易に元の腫脹を取り戻す。
οὔτε δὲ πνεῦμα περιεχόμενον ἐν τοῖς φλεγμαίνουσιν ὁρᾶται, καθάπερ ἐν ἄλλοις ὄγκοις πολλοῖς, καὶ ψυχόμενα πρὸς τὴν ἐξ ἀρχῆς κατάστασιν οὔτ’ εὐθὺς οὔτ’ ἐξ ἅπαντος ἐπανέρχεται.
しかし、炎症を起こしている部位には、他の多くの腫脹におけるように気が含まれているのは見られないし、また冷却されても、元の状態にすぐ戻ることも、完全に戻ることもない。
ὅτι δ’ οὐ περιέχεται πνεῦμα, δῆλον ἐκ τῆς τομῆς.
そして、気が含まれていないことは、切開から明らかである。
φαίνεται γὰρ εἰ τμηθείη τὸ φλεγμαῖνον, αἷμα μὲν ἐκχεόμενον πάμπολυ καὶ τὸ χωρίον ὅλον ἐναργῶς αἵματος μεστὸν, ὥσπερ οἱ διάβροχοι σπόγχοι, πνεῦμα δὲ οὔτ’ εὐθὺς ἐκπῖπτον οὔτ’ αὖθις.
実際、炎症を起こしている部位を切開してみると、非常に多くの血液が流れ出し、その場所全体が水を含んだ海綿のように明らかに血液で満ちているのが見えるが、気はすぐにも後からも逃げ出すことはないからである。
ἀλλὰ καὶ ἡ χροιὰ μόνη τοῦ αἵματος οἰκεία τε ἅμα καὶ ἀχώριστος.
それだけでなく、色だけでも、血液固有のものであり、同時にそれから不可分なものである。
οὐδὲ γὰρ ἄλλο τῶν ἐν τῷ σώματι μορίων ἢ χυμῶν ἐρυθρὸν, πλὴν σαρκός τε καὶ αἵματος.
というのも、体内の部位や液体のうち、肉と血液を除いては、他に赤いものは何もないからである。
ἀλλ’ οὔτε πολυσαρκία ἐστὶ τὸ πάθημα τῆς φλεγμονῆς, καὶ εἴπερ συσταίη ποτὲ πολυσαρκία κατὰ τὸ σῶμα μόνη, χωρὶς αἵματος πλήθους, ὁ μὲν ὄγκος μείζων γίνεται τοῦ κατὰ φύσιν, ἡ χροιὰ δὲ ἐν ὅροις ὑγιεινοῖς διαμένει, μηδὲν τῆς ἀρχαίας ἐξαλλάττουσα φύσεως.
しかし、炎症という疾患は肉過剰(ポーリーサルキア)ではなく、また、もし血液の過多を伴わずに体の一部に肉過剰だけが形成されたとしても、腫脹は自然な状態よりも大きくなるが、色は健康な範囲に留まり、元の性質を何ら変化させない。
οὐδενὶ γὰρ αὐξανομένῳ κατὰ τὴν οὐσίαν ἐπιτείνεται τὸ πρόσθεν χρῶμα.
なぜなら、実質において増大するいかなるものにとっても、以前の色が強まることはないからである。
οὕτω γὰρ ἂν ἥ τε χιὼν ἐγίνετο λευκοτέρα καὶ ἡ πίττα μελαντέρα καὶ ὁ χρυσὸς ξανθότερος.
もしそうなら、雪はより白くなり、ピッチはより黒くなり、金はより黄色くなっただろうからである。
ἕτερον οὖν ἐστι προφανῶς αὔξησις οὐσίας ἀλλοιώσεως.
したがって、実質の増大と変質とは明らかに異なるものである。
αὐξάνεται μὲν γὰρ κατὰ τὸ ποσὸν, ἀλλοιοῦται δὲ κατὰ τὸ ποιόν.
なぜなら、増大は量に関して起こり、変質は質に関して起こるからである。
ἔστι δέ που καὶ τὸ χρῶμα ποιᾶς οὐσίας, οὐ ποσῆς γνώρισμα.
そして、色というのも、おそらく量的な実質ではなく、質的な実質の指標である。
διὰ ταῦτα μὲν οὖν πολυσαρκία ἕτερον φλεγμονῆς, δι’ αὐτὰ δὲ ταῦτα πλεονάζειν ἄν τις ἐν αὐτῇ τὸν τοῦ αἵματος ὑπολάβοι χυμόν.
それゆえに肉過剰は炎症とは異なるものであり、またまさにこれらの理由から、人は炎症において血液という液体が過剰になっていると推測するだろう。
ἀλλὰ καὶ μεθ’ ἑλκῶν ἐνίοτε μέγισται γίνονται φλεγμοναὶ, καὶ φαίνεταί τις ἐκρέων ἰχὼρ ὑδατώδης λεπτὸς, αἱματώδους φαινομένου τοῦ πέριξ χωρίου.
しかしまた、潰瘍を伴って非常に大きな炎症が生じることもあり、周囲の場所は血走って見えるのに、薄く水っぽい漿液が流れ出ているのが見られる。
ἀναγκαῖον οὖν ἐν τῷδε τὴν πύκνωσιν τῆς σαρκὸς, ἣν ἐν τοῖς κατὰ τὸ τραῦμα πέρασιν ἑαυτῇ ἐπεκτήσατο, συμμετρίας εἰς τοσοῦτον ἥκειν, ὡς διεκπίπτειν ἐπιτρέπουσαν τοῖς ἰχῶρσιν, ἐναποστέγειν δ’ ἔνδον ἑαυτῆς τὸ αἷμα.
したがって、この場合、傷口の端において肉がそれ自体に獲得した濃密化が、漿液が流れ出ることは許すが、自身の内部に血液を閉じ込めるような、そのような度合いに達していることは必然である。
καὶ μὴν ὅσον αἵματος ἰχὼρ λεπτομερέστερός ἐστι, τοσοῦτον ἢ καὶ πλέον ἔτι παχυμερέστερος ὑπάρχει πνεύματος.
そして、漿液が血液よりも粒子が細かいのと同じだけ、あるいはそれ以上に、漿液は気よりも粒子が粗い。
ὥστε εἴπερ ἡ κατὰ τὸ τραῦμα σὰρξ ἐπιτρέπει ἐκπίπτειν τοῖς ἰχῶρσιν, ἐπέτρεπεν ἂν δήπου τῷ πνεύματι.
したがって、もし傷口の肉が漿液の流出を許すなら、当然、気の流出も許すはずである。
κενωθέντος δὲ ἅπαξ αὐτοῦ, καθίστατο ἂν εὐθέως καὶ ὁ τῆς φλεγμονῆς ὄγκος.
そして、それが一度排出されれば、炎症の腫脹もただちに収まるはずである。
ἀμέλει καὶ φαίνεται γιγνόμενον οὕτως ἐν οἷς ἂν μορίοις ὄντως ἀθροισθῇ τὸ πνεῦμα.
実際、気が本当に蓄積している部位においては、そのように起こるのが見られる。
τμηθέντων γὰρ αὐτῶν αὐτίκα συστέλλεται πᾶς ὄγκος.
なぜなら、それらが切開されると、ただちにすべての腫脹が縮むからである。
ἀλλὰ καὶ ἡ γένεσις αὐτῆς τῆς ἐπὶ τραύμασι γενομένης φλεγμονῆς μαρτυρεῖ.
しかしまた、傷口の上に生じる炎症そのものの発生プロセスも証言している。
ἐν ἀρχῇ μὲν γὰρ ἔτι νεοτρώτων ὄντων ἐκπίπτει πλῆθος αἵματος· ἴσχεται δ’ αὖθις ἤτοι ψυξάντων ἡμῶν, ἢ αὐτομάτως ὑπὸ τοῦ περιέχοντος ψυχθέν.
なぜなら、傷がまだ新しい初めのうちには、多量の血液が流れ出るが、我々が冷却するか、あるいは周囲の環境によって自然に冷却されて、それは再び止められるからである。
ἀλλὰ καὶ πιλησάντων ἡμῶν ταῖς χερσὶν ἢ ἐπιδησάντων, ἴσχεται κωλυόμενον ἐκρεῖν.
あるいはまた、我々が手で圧迫するか、あるいは包帯を巻くことによって、流出が阻止されて止められる。
εἶτ’ ἐν τοῖς στόμασι τῶν διῃρημένων ἀγγείων ἰσχόμενόν τε καὶ φραττόμενον πιλοῦταί τε καὶ πήγνυται, παραπλήσιόν τι πάσχον θρόμβῳ, πλὴν ὅτι θρόμβος μὲν ἀθρόα τοῦ αἵματός ἐστι πῆξις αἰσθητὴ, τὸ δ’ ἐπὶ τῶν ἑλκῶν γιγνόμενον οὐκέτ’ ἀθρόως, ἀλλὰ κατὰ σμικρὰ καὶ πολλὰ πέρατα τῶν διῃρημένων ἀγγείων ἵστησι καὶ παχύνει τὸ αἷμα.
その後、切断された血管の開口部において引き止められ塞がれた血液は、圧縮されて凝固し、血栓に非常によく似た状態になる。 ただし、血栓は血液の一挙の知覚可能な凝固であるのに対し、潰瘍において生じるものは一挙ではなく、切断された血管の多くの小さな端々において、血液を静止させ濃厚にする、という点を除いては。
ὅταν οὖν ἅμα μὲν τοῦτο παχύτερον, ἅμα δὲ τῶν ἀγγείων τὸ πέρας γένηται στενότερον, ἴσχεται μὲν ἤδη τὸ αἷμα, διεκπίπτουσι δὲ ἰχῶρες.
したがって、血液がより濃厚になると同時に、血管の端がより狭くなるとき、血液はすでに引き止められるが、漿液は流れ出る。
ταῦτα πάντα τεκμήρια μέγιστα τοῦ πληθύνειν ἐν τοῖς φλεγμαίνουσι μορίοις τὸ αἷμα.
これらすべては、炎症を起こしている部位において血液が過剰になっていることの最大の証拠である。
θερμότερον μὲν οὖν ἐστι τοῦ κατὰ φύσιν ἐν τοῖς οὕτω διακειμένοις, οὐ μὴν τοσοῦτον θερμότερον, ὡς μόνῃ τῇ χύσει τηλικοῦτον ἐργάσασθαι τὸν ὄγκον.
したがって、そのように病んでいる部位では、自然な状態よりも熱くなっているが、しかし単なる拡散だけでこれほど大きな腫脹を作り出すほどには熱くない。
πολλὰ δ’ ἂν εἴη σοι καὶ τὰ τοῦδε τεκμήρια.
そして、あなたにとってこのことの証拠もまた多く存在するだろう。
πρῶτον μὲν οἱ διακαέστατοι τῶν πυρετῶν·
第一に、最も激しい高熱がそうである。
ὅσον γὰρ ἐπὶ τούτων ἡ θερμασία σφοδροτέρα τῆς κατὰ τὰ φλεγμαίνοντα μόριά ἐστι, τοσοῦτον τὸν ὄγκον ἐχρῆν εἶναι μείζονα.
なぜなら、これらの熱病における熱が炎症を起こしている部位の熱よりも激しい分だけ、腫脹もより大きくなければならないはずだからである。