Humanitext Reader

盖伦 · 论异常肿块 §2#2

血液的热不膨胀性与腐败外渗过程

第 3 段,共 8 段 · 希腊语

内容简介

作为第二个证据,作者论证了血液并不具有因受热而显著膨胀的性质,并阐明了由于孔道阻塞导致滞留的血液在发炎部位发生腐败和产热,从而使血液渗入并积聚在周围组织及解剖学空隙中的过程。

§2#2δεύτερον δὲ τεκμήριον ἐκ τῆς τοῦ αἵματος οὐσίας·
第二个证据来自血液的基质。
οὐ γὰρ ὥσπερ πίττα καὶ ῥητίνη καὶ κηρὸς ὑπὸ ψύξεως πέπηγεν, ἀλλ’ ἔστιν ἀεί τε καὶ φύσει θερμότερον.
因为血液并不像沥青、树脂和蜡那样因冷却而凝固,而是始终且在本性上更热。
ἐκείνοις μὲν οὖν θερμαινομένοις εἰς τοὐναντίον ἡ μετάστασις· αἵματι δὲ κατὰ φύσιν ὑπάρχοντι θερμῷ γένοιτο μὲν ὀλίγῳ τινὶ ὁ μείζων ὄγκος, οὐ μὴν ἐπὶ τοσοῦτον, ὅσον ἐξαίρουσιν αἱ φλεγμοναὶ τὰ πάσχοντα μόρια.
因此,那些东西(沥青等)在受热时会发生向相反状态的转变;但对于本性温热的血液而言,虽然可能会产生稍微大一些的肿胀,但绝不会达到炎症使受病部位膨胀的那种程度。
καίτοι γε πίττα καὶ ῥητίνη καὶ κηρὸς, εἰς τοσαύτην ἀφικνούμενα θερμασίαν, εἰς ὅσην ἥκει τὰ φλεγμαίνοντα, βραχὺ τοῦ ἐξ ἀρχῆς ἐπαύξεται.
然而,沥青、树脂和蜡,即使达到了发炎部位所达到的那种热度,其体积也仅比最初稍微增加一点。
καί σοι καὶ τοῦτό ἐστι τεκμήριον ἕτερον ἐπὶ τοῖς εἰρημένοις οὐ σμικρὸν τοῦ τὸν ὄγκον τῶν φλεγμαινόντων μορίων μὴ διὰ μόνην γίνεσθαι τὴν χύσιν.
这对你来说也是在已说的之外另一个不小的证据,证明发炎部位的肿胀并非仅仅由于扩散而产生。
ὀλίγη μὲν γάρ ἐστιν ἡ κατὰ θερμασίαν ἀλλοίωσις τοῦ αἵματος, οὐκ ὀλίγῳ δὲ μείζων ὁ ὄγκος.
因为因热产生的血液变质是微小的,但其肿胀的增大却绝非微小。
ἱκανὸν δὲ τεκμήριον ἔστω σοι καὶ αὐτὸ τὸ φαινόμενον.
而眼前显现的现象本身,也足以作为你的证据。
οὐ γὰρ ὥσπερ ἡ ῥητίνη καὶ ἡ πίττα καὶ ὁ κηρὸς θερμαινόμενα σφοδρότερον ἐπιπλεῖστον ἥκουσι χύσεως, οὕτω καὶ τὸ αἷμα· φυλάττει δὲ, κᾂν ἐπὶ πυρὸς ἕψηται, τὸν ἔμπροσθεν ὄγκον, ἢ οὐδ’ ὅλως ἢ παντάπασιν ἐλάχιστον εἰς μέγεθος ἐξαιρόμενον.
因为血液并不像树脂、沥青和蜡那样,在受到更剧烈加热时会达到极大的扩散;相反,血液即使在火上被煮沸,仍保持其先前的体积,要么完全不增大,要么膨胀到微乎其微的程度。
εἴρηται δέ μοι καὶ πρόσθεν, ὅτι ψυχομέναις ταῖς φλεγμοναῖς οὐκ ἀεὶ καθίστασθαι συμβαίνει.
正如我之前也说过的,炎症在冷却时并不总是会消退。
τὴν γὰρ ἀκμάζουσάν τε καὶ μεγάλην, ἐφ’ ἧς ἐσφήνωται τὸ ῥεῦμα, κᾂν ἐπὶ πλέον ψύξῃς, οὐ καθαιρήσεις τὸν ὄγκον, ἀλλὰ πελιδνὸν ἐργάσῃ τὸ μέρος καὶ ψυχρὸν, εἰς σκίῤῥον τε μεταστήσεις τὸ πάθος.
因为对于处于极盛期且巨大的炎症,其中流入液已经楔入固着,即使你进一步冷却它,也无法消退其肿胀,反而会使该部位变得青黑且冰冷,并将这一病症转变为硬结。
εὐκολώτατα δὲ πρὶν μὲν σφηνωθῆναι τὸ ῥεῦμα τοῖς ψύχουσί τε καὶ στύφουσιν ἀναστέλλεται, καὶ μάλισθ’ ὅταν ὀλίγον ᾖ· δυσλύτως δὲ ἔμπροσθεν ἐμπλασθὲν, ὑπὸ μὲν τῶν στυφόντων καὶ ψυχόντων οὐδὲν ὀνίναται, κενωθῆναι δὲ δεῖται.
事实上,在流入液被楔入固着之前,通过冷却和收敛的手段极易被抑制,尤其是当其量很少时;但在先前已被堵塞且难以消解之后,通过收敛和冷却的手段不会得到任何益处,而是需要被排空。
ἐξεύρηται τοιγαροῦν τηνικαῦτα τοῖς ἰατροῖς οὐ μόνον τοῖς θερμαίνουσι διαφορεῖν, ἀλλὰ καὶ αὐτοῦ τι τοῦ αἵματος αἰσθητῶς ἐκκενοῦν, ἀμυχὰς εἰς τὸ δέρμα ποιούντων.
因此,在这种情况下,医生们不仅发明了用温热的药物来发散它,而且还通过在皮肤上划出切口,从而明显地排空血液本身。
πάντα ταῦτα οὖν μεγάλα γνωρίσματα τοῦ πεπληρῶσθαι τὸ φλεγμαῖνον αἱματώδους χυμοῦ.
所有这些都是发炎部位发红和充满血液体液的巨大标志。
θερμὸν δὲ ἀμέτρως οὐκ εὐθὺς ἐξ ἀρχῆς, ἀλλ’ ἐν τῷ χρόνῳ γίνεται, διὰ τὴν ἔμφραξιν ἁπάντων τῶν πόρων ἰσχομένης τῆς ἀρχαίας ἀναπνοῆς.
而它并不是一刚开始就过度炎热,而是随着时间的推移而变得炎热,这是因为所有的孔道被阻塞,导致原先的呼吸(排汗发散)受阻。
ἀναγκαῖον οὖν δήπου καὶ σήπεσθαι χρονίζοντι τῷ αἵματι.
因此,当血液滞留时,它必然也会发生腐败。
πάντα γὰρ ὅσα θερμὰ καὶ ὑγρὰ σώματα, κατὰ θερμὸν ἀθροιζόμενα τόπον ἑτοίμως σήπεται, μήτε κενούμενα μήτε ἐμψυχόμενα, ὥστε καὶ ἡ ἐκ τῆς σηπεδόνος αὐτοῦ προέρχεται θερμότης, ἐφ’ ᾗ πρόσθεν εἶχεν.
因为所有温热且湿润的物体,当积聚在温热的地方,既没有被排空也没有被冷却时,就很容易发生腐败,从而导致因腐败而产生的热量加在它原先已有的热量之上。
ὅτι μὲν οὖν ἐν τοῖς ἀγγείοις αἷμα πλεῖον ἤθροισται κατὰ τὰ φλεγμαίνοντα μόρια, τοῖς ὄγκοις αὐτῶν τεκμαρτέον, οὐχ ἥκιστα δὲ καὶ τῷ φαίνεσθαι φλέβας ἐν αὐτοῖς ἀοράτους ἔμπροσθεν οὔσας ὑπὸ σμικρότητος, οὐ γεννηθείσας δήπου κατὰ τὴν φλεγμονὴν, ἀλλ’ ἐκ τοῦ πληρωθῆναι τοῦ αἵματος εἰς μέγεθος ἀρθείσας τοσοῦτον, ὡς αἰσθητὰς γενέσθαι.
因此,在发炎部位的血管中积聚了更多的血液,这必须从它们的肿胀中推测出来,而且同样显著地,也由于在其中看到了先前因微小而不可见的静脉。 这些静脉当然不是在炎症过程中产生的,而是因为充满血液而被扩大到如此大的程度,以至于变得可以被感知。
μάλιστα δὲ ἐν ὀφθαλμοῖς φαίνεται τοῦτο συμπῖπτον καὶ πόσθῃ καὶ τιτθοῖς.
这种情况尤其最常发生在眼睛、包皮和乳房中。
ὅτι δὲ καὶ ἡ σύμπασα φαίνεται σὰρξ, ἧς ἤδη καὶ μάλιστα πάθος ἐστὶν ἡ φλεγμονὴ, πληροῦσθαι ῥεύματος αἱματώδους, ἥ τε χροιὰ καὶ ὁ ὄγκος αὐτὸς ἐνδείκνυται.
而肌肉整体——炎症正是其最主要的病症——显现出被血液流入液充满,这一点无论是颜色还是肿胀本身都表明了。
διὰ τοῦτο δὲ καὶ ὑγρὰ πᾶσα καὶ διάβροχος ὥσπερ ἔριον καὶ σπόγγος φαίνεται, καὶ τούτῳ μαρτυροῦσι καὶ οἱ ἐκρέοντες ἰχῶρες, ἐπειδὰν ἔχῃ στόμιον ἡ φλεγμονή.
正因如此,所有的肌肉都显得湿润且浸透,就像羊毛和海绵一样,而当炎症有开口时流出的浆液也证实了这一点。
εἰκότως δὲ, οἶμαι, καὶ τὸ δέρμα σὺν τοῖς ὄγκοις τῶν ὑποκειμένων ἐξαίρεται καὶ περιτείνεται, καὶ τῷ χρόνῳ δὲ δέχεται καὶ αὐτὸ τοῦ ῥεύματος, ὥσπερ καὶ οἱ τῶν ἀγγείων χιτῶνες.
而且我认为,理所当然地,皮肤也随着其下方部位的肿胀而隆起并绷紧,并且随着时间的推移,皮肤自身也像血管的内膜一样接收了流入液。
οὕτω δὲ καὶ οἱ ὑμένες οἱ κατὰ τὸ φλεγμαῖνον μέρος, ἔτι δὲ καὶ τὰ νεῦρα καὶ οἱ τένοντες ἀπολαύουσιν ἐν τῷ χρόνῳ τῆς φλεγμονῆς, ἐνίοτε μέν τοι τρωθέντων αὐτῶν ἢ καὶ ἄλλως παθόντων, ἐξ αὐτῶν ἐκείνων πρῶτον ἄρχεται τὸ κακόν.
同样地,发炎部位的膜,乃至神经和腱,也会随着时间的推移而受到炎症波及,不过有时当它们受伤或以其他方式受病时,恶疾首先是从这些事物本身开始的。
ὅλως δὲ οὐδὲν τῷ φλεγμαίνοντι μορίῳ κατὰ φύσιν ἔχον ἀκριβῶς διαμένει χρονιζούσης τῆς φλεγμονῆς, ἀλλὰ συναπολαύει τῇ σαρκὶ πάντα τοῦ ῥεύματος, ὥστ’ ἐνίοτε καὶ τῶν ὀστῶν ἅπτεται, ἐν γοῦν τῷ κατὰ φύσιν ἔχειν χαλαρόν τέ πασχόντων.
总之,当炎症拖延时,发炎部位没有任何东西能精确地保持在自然状态,而是所有事物都与肌肉一同承受了流入液的影响,以至于有时甚至波及骨头,至少在它们受病时,即使在自然状态下也变得松弛了。
ἐν γοῦν τῷ κατὰ φύσιν ἔχειν χαλαρόν τέ ἐστι τὸ δέρμα τοῖς γε μὴ παχέσιν, ἥ τ’ ἐν τῷ μεταξὺ χώρα κενὴ, καθ’ ἧς ἐπιπέπτωκεν·
至少在不肥胖的人中,在自然状态下,皮肤是松弛的,而皮肤所覆盖的中间空间是空无一物的。
ὡσαύτως δὲ καὶ αἱ κατὰ τὴν σάρκα χῶραι, περὶ ὧν ἐπὶ πλέον ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέλεκται, κεναὶ πᾶσαι τυγχάνουσιν οὖσαι, καὶ μάλιστά γε αἱ περὶ τὰς ἀρτηρίας ἐν κύκλῳ ταῖς διαστολαῖς αὐτῶν ἀνακείμεναι·
同样地,肌肉中的空间(关于这一点在《解剖操作》中有更详细的论述)也全都恰好是空无一物的,尤其是那些环绕在动脉周围、为动脉扩张而留出的空间。
κατὰ δὲ τὰς φλεγμονὰς ἅπασαι πληροῦνται τοῦ αἵματος, ἐκ μὲν τῶν ἀγγείων διιδρουμένου κατὰ τοὺς χιτῶνας αὐτῶν, ἐν παντὶ δὲ μορίῳ τῆς σαρκὸς ἀναμιγνυμένου δροσοειδῶς.
但在发生炎症时,所有这些空间都被血液充满,血液从血管壁中渗出,并在肌肉的每一个部位像露水一样混合。

词汇与语法注释

  1. p.711τοῦ τὸν ὄγκον ... μὴ διὰ μόνην γίνεσθαι τὴν χύσιν — 带有属格冠词 τοῦ 的不定式短语,同位语性地解释前文的“τεκμήριον ἕτερον”(另一个证据)。宾格“τὸν ὄγκον”是不定式“γίνεσθαι”的历史主语。
  2. p.712ἐφ’ ἧς ἐσφήνωται τὸ ῥεῦμα — 关系代词 ἧς 为阴性单数属格,指代先行词“τὴν ἀκμάζουσάν τε καὶ μεγάλην”(处于极盛期且巨大的炎症)。介词 ἐπί 接属格表示“在……情况下”或“在其中”。
  3. p.714πασχόντων — 属格复数分词 πασχόντων(源自 πάσχω,“受病,承受”)在此处用作独立属格(genitive absolute),其默示的主语为受波及的身体诸部位(μορίων)。
  4. p.714καὰ δὲ τὰς φλεγμονὰς — 文本中的“καὰ”推测为介词“κατά”的排印错误,在此表示时间或状态,意为“在炎症期间”或“在炎症中”。

引用这一段

盖伦, 论异常肿块 §2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg054.humanitext-grc1:2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。