- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 7. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1824.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg054.humanitext-grc1:2#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ガレノスは炎症(フレグモネー)の定義と特徴的な症状を挙げた後、その原因が熱による拡散ではなく、血管の遮断と濃密化に伴う血液の蓄積(過剰)にあることを、切開時の観察や傷口からの漿液流出のメカニズムを通じて論証する。
Λέγεσθαι δὲ εἴθισται τοῖς Ἕλλησι τοὔνομα τοῦτο κατὰ τῶν ἐν ὄγκῳ μείζονι μορίων σαρκωδῶν, ἅμα τάσει καὶ ἀντιτυπίᾳ καὶ ὀδύνῃ σφυγματώδει καὶ θερμῇ καὶ μετ’ ἐρυθήματος· ἥτις δ’ ἐστὶν ἡ αἰτία, δι’ ἣν ταῦτα ἐγένετο τὰ συμπτώματα, μὴ ὅτι τοῖς πολλοῖς, ἀλλ’ οὐδ’ αὐτοῖς τοῖς ἰατροῖς1 ἔγνωσται πᾶσιν. οὐδὲ γὰρ ὁδῷ τινι ποιοῦνται τὴν ζήτησιν οἱ πλείους αὐτῶν, ἀλλὰ τὸ δόξαν αὐτοῖς ἁπλῶς ἀποφαίνονται. γίγνοιτο δ’ ἂν ἡ σκέψις, εἴπερ τις ὁδῷ προέρχοιτο, τοιαδί.2 μείζων ὄγκος οὐκ ἄν ποτε γένοιτο περὶ σῶμα οὐδὲν ἄνευ τοῦ τὴν οὐσίαν αὐτοῦ δυοῖν τούτων παθεῖν θάτερον, ἢ ὑπὸ θερμότητος πολλῆς οἷον περιζέσασαν χυθῆναι, ἢ ἔξωθέν τινα νεωτέραν οὐσίαν ἐπικτήσασθαι. χεομένη μὲν γὰρ πνευματοῦται καὶ ψυχθεῖσά γε αὕτη τὸν ἀρχαῖον ὄγκον ἀνακτᾶται ῥᾳδίως. οὔτε δὲ πνεῦμα περιεχόμενον ἐν τοῖς φλεγμαίνουσιν ὁρᾶται, καθάπερ ἐν ἄλλοις ὄγκοις πολλοῖς, καὶ ψυχόμενα πρὸς τὴν ἐξ ἀρχῆς κατάστασιν οὔτ’ εὐθὺς οὔτ’ ἐξ ἅπαντος ἐπανέρχεται. ὅτι δ’ οὐ περιέχεται πνεῦμα, δῆλον ἐκ τῆς τομῆς. φαίνεται γὰρ εἰ τμηθείη τὸ φλεγμαῖνον, αἷμα μὲν ἐκχεόμενον πάμπολυ καὶ τὸ χωρίον ὅλον ἐναργῶς αἵματος μεστὸν, ὥσπερ οἱ διάβροχοι σπόγχοι, πνεῦμα δὲ οὔτ’ εὐθὺς ἐκπῖπτον οὔτ’ αὖθις. ἀλλὰ καὶ ἡ χροιὰ μόνη τοῦ αἵματος οἰκεία τε ἅμα καὶ ἀχώριστος. οὐδὲ γὰρ ἄλλο τῶν ἐν τῷ σώματι μορίων ἢ χυμῶν ἐρυθρὸν, πλὴν σαρκός τε καὶ αἵματος. ἀλλ’ οὔτε πολυσαρκία ἐστὶ τὸ πάθημα τῆς φλεγμονῆς, καὶ εἴπερ συσταίη ποτὲ πολυσαρκία κατὰ τὸ σῶμα μόνη, χωρὶς αἵματος πλήθους, ὁ μὲν ὄγκος μείζων γίνεται τοῦ κατὰ φύσιν, ἡ χροιὰ δὲ ἐν ὅροις ὑγιεινοῖς διαμένει, μηδὲν τῆς ἀρχαίας ἐξαλλάττουσα φύσεως. οὐδενὶ γὰρ αὐξανομένῳ κατὰ τὴν οὐσίαν ἐπιτείνεται τὸ πρόσθεν χρῶμα. οὕτω γὰρ ἂν ἥ τε χιὼν ἐγίνετο λευκοτέρα καὶ ἡ πίττα μελαντέρα καὶ ὁ χρυσὸς ξανθότερος. ἕτερον οὖν ἐστι προφανῶς αὔξησις οὐσίας ἀλλοιώσεως. αὐξάνεται μὲν γὰρ κατὰ τὸ ποσὸν, ἀλλοιοῦται δὲ κατὰ τὸ ποιόν. ἔστι δέ που καὶ τὸ χρῶμα ποιᾶς οὐσίας, οὐ ποσῆς γνώρισμα. διὰ ταῦτα μὲν οὖν πολυσαρκία ἕτερον φλεγμονῆς, δι’ αὐτὰ δὲ ταῦτα πλεονάζειν ἄν τις ἐν αὐτῇ τὸν τοῦ αἵματος ὑπολάβοι χυμόν. ἀλλὰ καὶ μεθ’ ἑλκῶν ἐνίοτε μέγισται γίνονται φλεγμοναὶ, καὶ φαίνεταί τις ἐκρέων ἰχὼρ ὑδατώδης λεπτὸς, αἱματώδους φαινομένου τοῦ πέριξ χωρίου. ἀναγκαῖον οὖν ἐν τῷδε τὴν πύκνωσιν τῆς σαρκὸς, ἣν ἐν τοῖς κατὰ τὸ τραῦμα πέρασιν ἑαυτῇ ἐπεκτήσατο, συμμετρίας εἰς τοσοῦτον ἥκειν,3 ὡς διεκπίπτειν ἐπιτρέπουσαν τοῖς ἰχῶρσιν, ἐναποστέγειν δ’ ἔνδον ἑαυτῆς τὸ αἷμα. καὶ μὴν ὅσον αἵματος ἰχὼρ λεπτομερέστερός ἐστι, τοσοῦτον ἢ καὶ πλέον ἔτι παχυμερέστερος ὑπάρχει πνεύματος. ὥστε εἴπερ ἡ κατὰ τὸ τραῦμα σὰρξ ἐπιτρέπει ἐκπίπτειν τοῖς ἰχῶρσιν, ἐπέτρεπεν ἂν δήπου τῷ πνεύματι. κενωθέντος δὲ ἅπαξ αὐτοῦ, καθίστατο ἂν εὐθέως καὶ ὁ τῆς φλεγμονῆς ὄγκος. ἀμέλει καὶ φαίνεται γιγνόμενον οὕτως ἐν οἷς ἂν μορίοις ὄντως ἀθροισθῇ τὸ πνεῦμα. τμηθέντων γὰρ αὐτῶν αὐτίκα συστέλλεται πᾶς ὄγκος. ἀλλὰ καὶ ἡ γένεσις αὐτῆς τῆς ἐπὶ τραύμασι γενομένης φλεγμονῆς μαρτυρεῖ. ἐν ἀρχῇ μὲν γὰρ ἔτι νεοτρώτων ὄντων ἐκπίπτει πλῆθος αἵματος· ἴσχεται δ’ αὖθις ἤτοι ψυξάντων ἡμῶν, ἢ αὐτομάτως ὑπὸ τοῦ περιέχοντος ψυχθέν. ἀλλὰ καὶ πιλησάντων ἡμῶν ταῖς χερσὶν ἢ ἐπιδησάντων, ἴσχεται κωλυόμενον ἐκρεῖν. εἶτ’ ἐν τοῖς στόμασι τῶν διῃρημένων ἀγγείων ἰσχόμενόν τε καὶ φραττόμενον πιλοῦταί τε καὶ πήγνυται, παραπλήσιόν τι πάσχον θρόμβῳ, πλὴν ὅτι θρόμβος μὲν ἀθρόα τοῦ αἵματός ἐστι πῆξις αἰσθητὴ, τὸ δ’ ἐπὶ τῶν ἑλκῶν γιγνόμενον οὐκέτ’ ἀθρόως, ἀλλὰ κατὰ σμικρὰ καὶ πολλὰ πέρατα τῶν διῃρημένων ἀγγείων ἵστησι καὶ παχύνει τὸ αἷμα. ὅταν οὖν ἅμα μὲν τοῦτο παχύτερον, ἅμα δὲ τῶν ἀγγείων τὸ πέρας γένηται στενότερον, ἴσχεται μὲν ἤδη τὸ αἷμα, διεκπίπτουσι δὲ ἰχῶρες. ταῦτα πάντα τεκμήρια μέγιστα τοῦ πληθύνειν ἐν τοῖς φλεγμαίνουσι μορίοις τὸ αἷμα. θερμότερον μὲν οὖν ἐστι τοῦ κατὰ φύσιν ἐν τοῖς οὕτω διακειμένοις, οὐ μὴν τοσοῦτον θερμότερον, ὡς μόνῃ τῇ χύσει τηλικοῦτον ἐργάσασθαι τὸν ὄγκον. πολλὰ δ’ ἂν εἴη σοι καὶ τὰ τοῦδε τεκμήρια. πρῶτον μὲν οἱ διακαέστατοι τῶν πυρετῶν· ὅσον γὰρ ἐπὶ τούτων ἡ θερμασία σφοδροτέρα τῆς κατὰ τὰ φλεγμαίνοντα μόριά ἐστι, τοσοῦτον τὸν ὄγκον ἐχρῆν εἶναι μείζονα.4
ギリシア人の間では、この名前(炎症)は、張り、抵抗、拍動性の熱い痛み、そして赤みを伴った、より大きな腫脹の中にある肉質の部分に対して用いられるのが常である。しかし、これらの症状が生じる原因が何であるかは、一般の人々は言うに及ばず、医師たち自身でさえ全員に知られているわけではない。というのも、彼らの大部分は何らかの系統的な方法に従って探究を行うのではなく、単に自分たちに思われたことを言明するだけだからである。もし誰かが系統的に進むとすれば、考察は次のようになるだろう。いかなる体においても、その実質が次の二つのうちどちらか一方を被ることなしには、より大きな腫脹が生じることは決してない。すなわち、多量の熱によっていわば沸騰して拡散するか、あるいは外部から何か新しい実質を獲得するかのどちらかである。実際、拡散されたものは気化し、冷却されると容易に元の腫脹を取り戻す。しかし、炎症を起こしている部位には、他の多くの腫脹におけるように気が含まれているのは見られないし、また冷却されても、元の状態にすぐ戻ることも、完全に戻ることもない。そして、気が含まれていないことは、切開から明らかである。実際、炎症を起こしている部位を切開してみると、非常に多くの血液が流れ出し、その場所全体が水を含んだ海綿のように明らかに血液で満ちているのが見えるが、気はすぐにも後からも逃げ出すことはないからである。それだけでなく、色だけでも、血液固有のものであり、同時にそれから不可分なものである。というのも、体内の部位や液体のうち、肉と血液を除いては、他に赤いものは何もないからである。しかし、炎症という疾患は肉過剰(ポーリーサルキア)ではなく、また、もし血液の過多を伴わずに体の一部に肉過剰だけが形成されたとしても、腫脹は自然な状態よりも大きくなるが、色は健康な範囲に留まり、元の性質を何ら変化させない。なぜなら、実質において増大するいかなるものにとっても、以前の色が強まることはないからである。もしそうなら、雪はより白くなり、ピッチはより黒くなり、金はより黄色くなっただろうからである。したがって、実質の増大と変質とは明らかに異なるものである。なぜなら、増大は量に関して起こり、変質は質に関して起こるからである。そして、色というのも、おそらく量的な実質ではなく、質的な実質の指標である。それゆえに肉過剰は炎症とは異なるものであり、またまさにこれらの理由から、人は炎症において血液という液体が過剰になっていると推測するだろう。しかしまた、潰瘍を伴って非常に大きな炎症が生じることもあり、周囲の場所は血走って見えるのに、薄く水っぽい漿液が流れ出ているのが見られる。したがって、この場合、傷口の端において肉がそれ自体に獲得した濃密化が、漿液が流れ出ることは許すが、自身の内部に血液を閉じ込めるような、そのような度合いに達していることは必然である。そして、漿液が血液よりも粒子が細かいのと同じだけ、あるいはそれ以上に、漿液は気よりも粒子が粗い。したがって、もし傷口の肉が漿液の流出を許すなら、当然、気の流出も許すはずである。そして、それが一度排出されれば、炎症の腫脹もただちに収まるはずである。実際、気が本当に蓄積している部位においては、そのように起こるのが見られる。なぜなら、それらが切開されると、ただちにすべての腫脹が縮むからである。しかしまた、傷口の上に生じる炎症そのものの発生プロセスも証言している。なぜなら、傷がまだ新しい初めのうちには、多量の血液が流れ出るが、我々が冷却するか、あるいは周囲の環境によって自然に冷却されて、それは再び止められるからである。あるいはまた、我々が手で圧迫するか、あるいは包帯を巻くことによって、流出が阻止されて止められる。その後、切断された血管の開口部において引き止められ塞がれた血液は、圧縮されて凝固し、血栓に非常によく似た状態になる。ただし、血栓は血液の一挙の知覚可能な凝固であるのに対し、潰瘍において生じるものは一挙ではなく、切断された血管の多くの小さな端々において、血液を静止させ濃厚にする、という点を除いては。したがって、血液がより濃厚になると同時に、血管の端がより狭くなるとき、血液はすでに引き止められるが、漿液は流れ出る。これらすべては、炎症を起こしている部位において血液が過剰になっていることの最大の証拠である。したがって、そのように病んでいる部位では、自然な状態よりも熱くなっているが、しかし単なる拡散だけでこれほど大きな腫脹を作り出すほどには熱くない。そして、あなたにとってこのことの証拠もまた多く存在するだろう。第一に、最も激しい高熱がそうである。なぜなら、これらの熱病における熱が炎症を起こしている部位の熱よりも激しい分だけ、腫脹もより大きくなければならないはずだからである。
- 2μὴ ὅτι τοῖς πολλοῖς, ἀλλ’ οὐδ’ αὐτοῖς τοῖς ἰατροῖς
μὴ ὅτι... ἀλλ’ οὐδέ... は、「〜は言うに及ばず(〜だけでなく)、…さえ〜ない」という強い譲歩・付加を表す否定のイディオムである。ここでは、一般大衆(τοῖς πολλοῖς)において原因が知られていないのは当然のこととして、専門家である医師たち(τοῖς ἰατροῖς)においてさえ全員が知っているわけではないことを強調している。
- 2γίγνοιτο δ’ ἂν ἡ σκέψις, εἴπερ τις ὁδῷ προέρχοιτο, τοιαδί
希求法+ἄν(γίγνοιτο ἄν)に対し、条件節が εἴπερ+希求法現在(προέρχοιτο)の形を取る。系統的な方法(ὁδῷ)を用いて探究を前に進める場合の、潜在的な思考プロセスを提示している。後続の ἄν 伴う過去形や現在形の議論の骨格となる導入部である。
- 2ἀναγκαῖον οὖν ἐν τῷδε τὴν πύκνωσιν τῆς σαρκὸς... συμμετρίας εἰς τοσοῦτον ἥκειν
非人称形容詞 ἀναγκαῖον に導かれる対格不定詞(accusative with infinitive)構文。意味上の主語は τὴν πύκνωσιν τῆς σαρκὸς(肉の濃密化)であり、主動詞(不定詞)は ἥκειν(達すること)である。不定詞に続く ὡς は結果節を導き、分詞 ἐπιτρέπουσαν が意味上の主語である πύκνωσιν(女性単数対格)に格一致している。
- 2τοσοῦτον τὸν ὄγκον ἐχρῆν εἶναι μείζονα
不完全過去 ἐχρῆν(または χρῆν)は不定詞(εἶναι)を伴って「〜であるべきだった(実際はそうではない)」という反実仮想のニュアンスを表す。ここでは「高熱病の熱が炎症の熱より激しい以上、高熱病における腫れ(体積)はそれだけ大きくなければならなかった(しかし実際には高熱病でそのような腫れは生じない)」という論理を構成し、熱そのものが腫脹の直接原因ではないことを証明している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 注 1 件
