Humanitext Reader

盖伦 · 论异常肿块 §12-15

恶性溃疡与象皮病的机制及疝气等疾患的命名

第 7 段,共 8 段 · 希腊语

内容简介

作者阐述了黑胆汁引起的癌症、侵蚀健康组织的食蚀疮等恶性溃疡的产生,以及象皮病的发生机制。他还讨论了头癣、疖等皮肤小肿物,以及疝气类疾病的命名法与字母拼写的演变。

§12Ὅταν δὲ εἰς σάρκα μέλαινα κατασκήψῃ χολὴ, δακνώδης μὲν οὖσα διαβιβρώσκει τὸ περικείμενον δέρμα, καὶ ἕλκος ἐργάζεται·
当黑胆汁侵袭肌肉时,如果它是刺激性的(具有侵蚀性),它就会侵蚀周围的皮肤并产生溃疡;但如果它较为温和,则形成无溃疡的癌症。
μετριωτέρα δὲ ὑπάρχουσα, τὸν χωρὶς ἑλκώσεως ἀποτελεῖ καρκῖνον. εἴρηται δὲ ἔμπροσθεν ὅτι καὶ τὰς φλέβας ἐξαίρει μειζόνως τῶν φλεγμονῶν, ὁποῖόν τε τὸ εἶδος αὐτῶν τῆς χρόας ἐστίν.
前面已经说过,它比炎症更能使静脉膨胀,以及它们颜色的外观是如何的。
οὐ μόνον δὲ τὸ καρκινῶδες ἕλκος, ἀλλὰ καὶ ἄλλα πολλὰ σὺν ὄγκοις τῶν περιεχόντων αὐτὰ συνίσταται σωμάτων, ἔγγονα σύμπαντα κακοχυμίας, ἤτοι πικροχολίας τινὸς, ἢ μελαγχολικῆς, ἢ καί πως ἄλλως ἰώδους τε καὶ μοχθηρᾶς ἐκ διαφθορᾶς μείζονος ὑποτραφείσης.
不仅是癌症性溃疡,许多其他伴有周围身体部位肿胀的病症也同样成立,它们全都是恶液质的产物,或是某种苦胆汁(黄胆汁),或是黑胆汁,或是由更大的腐败所滋养的其他某种毒性且有害的变质所引起的。
§13Ὅσα δὲ ἐν αὐτοῖς ἐπινέμεται καὶ τῶν πέριξ ἅπτεται διαβιβρώσκοντα τὸ περιέχον ὑγιὲς σῶμα, ταῦτα σύμπαντα φαγεδαινικὰ προσαγορεύεται· τὰ δ’ ἐξ ἀμφοῖν σύνθετα, τοῦ τε ἕλκους αὐτοῦ καὶ τοῦ πέριξ ὄγκου, φαγέδαιναν ὀνομάζουσιν.
在这些病症中,凡是蔓延并侵蚀周围健康组织、波及周边部位的,都被称为“食蚀性的”;而将这两者——即溃疡本身和周围肿胀——结合在一起的复合病症,人们称之为“食蚀疮”。
ἐπινέμεται μὲν οὖν καὶ ὁ ἕρπης ἀναβιβρώσκων τὰ πέριξ, ἀλλ’ ἔστι μόνον τοῦ δέρματος ἕλκωσις, ἡ φαγέδαινα δὲ σὺν τῷ δέρματι καὶ τῶν ὑποκειμένων ἅπτεται.
因此,疱疹也会通过侵蚀周边而蔓延,但它只是皮肤的溃疡,而食蚀疮则在波及皮肤的同时,也侵及皮下的组织。
Χειρώνεια δὲ καὶ Τηλέφεια καλεῖν ἕλκη περιττόν· ἀρκεῖ γὰρ ἅπαντα κοινῇ κακοήθη προσαγορεύειν.
将溃疡称为“奇龙疮”或“泰勒福斯疮”是多余的;因为只要把它们统称为“恶性溃疡”就足够了。
ἔστι δὲ καὶ ἡ ψώρα καὶ ἡ λέπρα μελαγχολικὰ πάθη μόνου τοῦ δέρματος, ὡς εἴγε κᾀν ταῖς φλεψὶ καὶ τῇ σαρκὶ γίγνοιτο, καρκῖνος ὀνομάζεται.
此外,疥癣和癞病也只是皮肤的黑胆汁性疾病,如果它们也发生在静脉和肌肉中,就被称为癌症。
§14Μελαγχολικὸν δὲ πάθος καὶ ὁ ἐλέφας ἐστὶ, τὴν μὲν πρώτην γένεσιν ἐξ αἵματος ἴσχων μελαγχολικοῦ, τῷ χρόνῳ δὲ πλείων ἡ μέλαινα γίνεται τοῦ αἵματος, ἡνίκα δυσώδεις εἰσὶ καὶ ἀπεχθεῖς ἰδεῖν, ἐνίοις δὲ αὐτῶν καὶ ἕλκη συμπίπτει.
象皮病也是一种黑胆汁性疾病,其最初确实是由黑胆汁性血液产生的,但随着时间的推移,黑胆汁变得比血液更多,此时患者身体散发恶臭,令人不忍直视,在他们中的一些人身上也会伴生溃疡。
τοῦτο τὸ πάθος ἀρχόμενον ὀνομάζουσι σατυριασμὸν, ἐπειδὴ τοῖς σατύροις ὅμοιοι γίγνονται τὸ πρόσωπον.
这种疾病在初期被称为“萨梯狂”,因为他们的面容变得像萨梯(森林之神)。
ἔνιοι δὲ τὰς κατὰ τοὺς κροτάφους ἐξοχὰς ὀστώδεις οὕτω καλοῦσι.
但也有人将太阳穴处的骨性突起称为萨梯狂。
γίγνονται δὲ καὶ κατ’ ἄλλα μόρια τοιαῦται τῶν ὀστῶν ἐξοχαὶ, καὶ καλοῦσιν αὐτὰς ἐξοστώσεις ἔνιοι, καθάπερ καὶ τὰς κατὰ φύσιν ἐντάσεις τῶν αἰδοίων μὴ καθισταμένας τινὲς ὀνομάζουσι σατυριασμὸν, τινὲς δὲ πριαπισμόν.
在其他部位也会产生此类骨性突起,有人称之为骨赘,正如有人将无法消退的生殖器异常勃起称为萨梯狂,而有人称之为阴茎异常勃起一样。
§15Ἔστι δὲ καὶ ὁ ἀχὼρ ἕλκος μικρὸν ἐν τῷ δέρματι τῆς κεφαλῆς, εἰκάσαις δὲ αὐτὸ φλέγματος ἁλμυροῦ καὶ νιτρώδους ἔκγονον ὑπάρχειν.
头癣也是头部皮肤上的小溃疡,你可以推测它是含有盐分和硝石的粘液的产物。
ἐκρεῖ γοῦν αὐτοῦ τις ἰχὼρ οὔθ’ ὑδατώδης ἁπλῶς οὔτ’ ἤδη παχὺς ὥσπερ τὸ μέλι, καθάπερ ἐν τοῖς κηρίοις ὀνομαζομένοις.
无论如何,从中流出某种既非单纯水样、亦非像蜂蜜那样粘稠的浆液,不像在所谓的“蜂窝癣”中那样。
καὶ γὰρ καὶ ταῦτα σὺν ὄγκῳ τινὶ καὶ κατατρήσεσι πλείοσι γίγνεται, μελιτώδους ἐκρέοντος ὑγροῦ.
因为后者也伴随着某种肿胀和多个穿孔而产生,并流出像蜂蜜一样的液体。
μικρὸς δὲ καὶ τούτων ὁ ὄγκος, ἀλλ’ οὐκ εἰς τοσοῦτον εἰς ὅσον ἀχῶρος.
这些(蜂窝癣)的肿胀也很小,但没有头癣那么小。
ἔτι δὲ καὶ τούτων ὄγκοι μικρότεροι παρὰ φύσιν ἐπὶ τοῦ δέρματος γεννῶνται, μυρμηκίαι τε καὶ ἀκροχορδόνες τε καὶ ψύδρακες, ἐπικνυκτίδες τε, ἅπασι γνώριμα πάθη.
此外,皮肤上还会产生比这些更小的异常肿胀,如疣、软纤维瘤、脓疱和夜疹,这些都是众所周知的疾病。
γνώριμος δ’ οὐχ ἥκιστα καὶ ὁ δοθιήν ἐστιν, ἐπιεικὴς μὲν ὑπάρχων, ὅτε ἐν αὐτῷ μόνῳ συνίσταται τῷ δέρματι, κακοήθης δὲ, ὅταν ἐκ πλείονος ἀνίσχηται βάθους.
此外,疖也是极为人所知的,当它仅在皮肤本身形成时是温和(良性)的,但当它从更深处升起时则是恶性的。
ἔοικε γὰρ οὕτως φύματι, καὶ τῇ σκληρότητι μόνον διήνεγκε φύματος ὁ τοιοῦτος δοθιήν.
因为它在此时类似于“热疖”(肿瘤),这种疖仅在硬度上与热疖有所不同。
ἔστι δ’ ἄμφω τὰ πάθη φλεγμονώδη.
这两种病症都是炎症性的。
καὶ τρίτον ἐπ’ αὐτοῖς ὁ βουβὼν, καὶ τέταρτον ὅπερ ὀνομάζουσιν ἔνιοι φύγεθλον, θερμότητι ἅμα καὶ τάχει γενέσεως ἀφορίζοντες τῶν ἄλλων φυμάτων.
在这两者之外,第三是鼠径腺炎(腹股沟淋巴结炎),第四是有人称为“红肿热疖”的病症,他们通过其热度及产生的速度来将它与其他热疖区分开来。
εἰσὶ δὲ καὶ οἱ κατὰ βουβῶνας καὶ μασχάλας μόνας γίνεσθαι φύγεθλα λέγοντες, φλεγμονὰς ὑπάρχοντα τῶν ἀδένων.
也有人说这种红肿热疖仅发生在腹股沟和腋窝,属于腺体的炎症。
τῶν τῇδε σκιῤῥωθέντων τὸ δὲ πάθος ὀνομάζεται χοιρὰς, ὥσπέρ γε καὶ τῶν ὄρχεων σκιῤῥωθέντων ὄνομα τῷ νοσήματι σαρκοκήλην ἔθεντο, καθάπερ ὅταν ὑγρὸν ὑδατῶδες ἐν τοῖς περὶ τὸν ὄρχιν ἀθροίζηται χιτῶσιν, ὑδροκήλην καλοῦσιν, ἐπιπλοκήλην τε καὶ ἐντεροκήλην, καὶ πρὸς τούτων ἔτι τὸ σύνθετον ἐξ ἀμφοῖν, μᾶλλον τοῦ δέοντος πεπλεγμένον, ἐντεροεπιπλοκήλην, νεωτέρων ἰατρῶν ὄνομα, τῶν καὶ σύμπαντας τοὺς κατὰ τῶν ὄρχεων ὄγκους ὀνομαζόντων κήλας διὰ τοῦ η΄ στοιχείου τῆς πρώτης λεγομένης συλλαβῆς, οὐ διὰ τοῦ α΄, καθάπερ ὑπὸ τῶν Ἀθηναίων.
在这些部位硬化(结块)的病症被称为“瘰疬”,正如当睾丸硬化时,人们将该疾病命名为“肉疝”(肉瘤)一样;又如当水样液体积聚在睾丸周围的被膜中时,他们称之为“水疝”(阴囊积水),以及“网膜疝”和“肠疝”,此外还有这两者的复合体,即比通常情况更复杂地交织在一起的“肠网膜疝”——这是较新一代医生的名称,他们还将睾丸处的所有肿胀都称为“疝”(kele),在拼写第一个音节时使用字母“eta(η)”,而不像雅典人那样使用字母“alpha(α)”(即拼写为 kale)。
ὥσπερ δὲ τῶν εἰρημένων ὀνομάτων ἕκαστον  ἐνδείκνυται τοῦ μέρους τὸ νόσημα καθ’ οὗ λέγεται, οὕτω καὶ ἡ κιρσοκήλη νεώτερον ὄνομα δηλοῖ τὸ πάθος ἐφ’ οὗ λέλεκται.
正如上述每个名称都指明了它所对应的部位的疾病一样,较新的名称“精索静脉曲张”(kirsokele)也同样表明了它所指称的病症。

词汇与语法注释

  1. 320ὑποτραφείσης — 属格、单数、阴性现在被动分词,修饰先行阴性名词 `διαφθορᾶς`,意为“由更大的腐败所养育的”。
  2. p.728ἀρχόμενον — 中性单数宾格分词,与前方的名词 `τοῦτο τὸ πάθος` 一致,并起副词作用,意为“在初期”或“在开始时”。
  3. p.728εἰκάσαις — 选语气(希求法)主动语态第二人称单数。这是在省略助词 `ἄν` 的情况下使用的潜在希求法,表示温和的推测:“你或许可以推测”。
  4. p.729διὰ τοῦ η΄ στοιχείου — 介词 `διά` 接属格,意为“通过字母 eta”。这指的是新一代医生使用的通用希腊语(Koine)拼写 `κήλη`,以对比阿提卡方言中使用 alpha 的拼写 `κάλη`。

引用这一段

盖伦, 论异常肿块 §12-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg054.humanitext-grc1:12-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。