§16Κιρσοὺς δὲ καὶ τὰς ἄλλας ἁπάσας φλέβας εὐρυνομένας ὀνομάζουσιν οἱ παλαιοί.
古代人将静脉曲张(cirsus)以及所有其他扩张的静脉都称为 varicose。
κιρσοὺς δὲ καὶ ταύτας οἱ νεώτεροι καλοῦσιν ἰατροὶ, τὸ ι΄ στοιχεῖον μετὰ τοῦ κ΄ στοιχείου τιθέντες, οὐ καθάπερ οἱ Ἀθηναῖοι.
而较新一代的医生也称这些为静脉曲张,他们在字母 kappa 之后放置字母 iota,不像雅典人那样。
γίνονται δὲ καὶ κατὰ τὰ σκέλη κιρσοὶ διὰ ἀῤῥωστίαν τῶν τῇδε φλεβῶν, καὶ μᾶλλον ὅταν αἷμα παχὺ πλεονάζῃ κατὰ τὸ σῶμα.
脚部也会因为该处静脉的虚弱而产生静脉曲张,尤其是当体内粘稠的血液过剩时。
περιτοναίου δὲ τρωθέντος, ἢ ῥαγέντος, εἶτα μὴ συμφύντος, ὄγκος μαλακὸς γίνεται κατὰ τὸ χωρίον.
当腹膜受损或破裂,随后未能愈合时,该部位就会产生柔软的肿胀。
εἰ δὲ καὶ κατὰ τὸν βουβῶνα γένοιτο, καλοῦσι βουβωνοκήλην.
如果这也发生在腹股沟,他们称之为腹股沟疝(bubonocele)。
εἰ δὲ κατὰ τὸν ὀμφαλὸν συμβαίη τοῦτο, καλοῦσιν ἐξομφάλους ἔνιοι τῶν ἰατρῶν τοὺς ᾧδε πάσχοντας.
如果这发生在脐部,一些医生将这样患病的人称为脐疝患者(exomphalos)。
ἔστι δ’ οὐ τοῦ περιτοναίου μόνου οὐδὲν τῶν παθῶν τούτων, ἀλλὰ χρὴ πάντως καὶ τὴν τοῦ μυὸς ἀπονεύρωσιν παθεῖν, ἣν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ὁποία τίς ἐστιν ἐδήλωσα.
然而,这些病症没有一个仅属于腹膜,而是肌肉的腱膜也必须同样受损,关于这是一种怎样的结构,我在《解剖操作》中已经作了说明。
ταυτὶ μὲν οὖν τὰ πάθη τῶν ἐγκαρσίων μυῶν ἐστιν, αἱ δ’ ἐν τῷ βουβῶνι κῆλαι τῶν λοξῶν, ἤτοι ῥηγνυμένης, ἢ ἀνευρυσμένης αὐτῶν τῆς κατὰ τοῦτο τὸ χωρίον ἀπονευρώσεως ἅμα τῷ περιτοναίῳ χιτῶνι.
因此,这些病症属于腹横肌,而腹股沟的疝则属于腹斜肌,因为它们在这一部位的腱膜与腹膜壁一起,要么破裂,要么被扩张。
γίγνονται δὲ καὶ ἄλλοι τῶν ταύτῃ χωρίων ὄγκοι, διά τι τῶν ὑποκειμένων σπλάγχνων ἐξαιρόμενον.
在这些部位也会产生其他肿胀,这是由于其下方某种内脏凸出所致。
εἴρηται δὲ καὶ τὰ πάθη τὰ τοὺς ὄγκους αὐτῶν ἐργαζόμενα.
而产生这些肿胀的病症也已经说过。
φλεγμοναὶ γάρ εἰσι καὶ σκίῤῥοι καὶ ἀποστήματα καὶ ὅσα τοιαῦτα.
因为它们是炎症、硬化、脓疡以及所有此类病症。
κατὰ δὲ τοὺς ὑδερικοὺς ἀθροίζεται ταύτῃ πλῆθος, ὑδατῶδες μὲν ἐν τοῖς ἀσκίταις, πνευματῶδες δὲ ἐν τοῖς τυμπανίταις, φλεγματῶδες δὲ ἐν τοῖς ἀνὰ σάρκα καὶ λευκοφλεγματίαις ὀνομαζομένοις.
在水肿患者中,该部位会积聚大量的物质,在腹水症中是水性的,在鼓胀症中是气性的,在全身浮肿和被称为白粘液质的病症中则是粘液性的。
§17Ἤδη δὲ καὶ ἄλλοι τινὲς ὄγκοι τετυχήκασιν ἰδίων ὀνομάτων, οὐδὲν ἐξαίρετον ἔχοντες, οἷον ἐπουλίδες τε καὶ παρουλίδες, καὶ θύμοι, καὶ τἄλλα ὅσα τοιαῦτα σαρκώδη βλαστήματα.
此时,某些其他肿胀也已经获得了它们自己的名称,它们并没有什么特别之处,例如龈瘤(epulis)、齿龈脓肿(parulis)、疣状赘生物(thymus)以及所有其他此类肉质赘芽。
καθάπερ γε πάλιν αἱ σταφυλαὶ καὶ τὰ παρίσθμια καὶ αἱ ἀντιάδες οὐκ ἄλλό τι ἢ φλεγμοναί εἰσιν, αἱ μὲν σταφυλαὶ τοῦ γαργαρεῶνος, αἱ δὲ ἀντιάδες τῶν ἐν ἀρχῇ τῆς φάρυγγος ἀντικειμένων ἀλλήλοις ἀδένων, ὥσπερ τὰ παρίσθμια τῶν κατ’ αὐτὴν τὴν φάρυγγα σωμάτων.
正如另一方面,悬雍垂炎(staphyle)、扁桃体炎(paristhmia)和扁桃体肥大(antiades)不外乎是炎症:悬雍垂炎是悬雍垂的炎症,扁桃体肥大是咽喉入口处彼此相对的腺体的炎症,而扁桃体炎则是沿咽喉本身的组织炎症。
Ἱπποκράτης δ’ ἔοικεν οὐχ ἅπασαν φλεγμονὴν τοῦ κίονος ὀνομάζειν σταφυλὴν, ἀλλ’ ἓν μόνον εἶδος, ἐν ᾧ τὸ πέρας τοῦ γαργαρεῶνος ὁμοιοῦται σταφυλῆς ῥαγί.
希波克拉底似乎并不将悬雍垂的所有炎症都称为“staphyle”,而仅指其中一种,即悬雍垂的末端变得像葡萄粒的那种。
ἀλλὰ καὶ οἱ πολύποδες, ἤτοι φλεγμονῆς, ἢ φύματος, ἤ τινος βλαστήματος, ἢ ὅπως ἂν ἐθελήσῃ τις ὀνομάζειν, ἐν μυκτῆρσι συνισταμένου ἀποτελοῦνται, φλεγμονώδεις δ’ εἰσὶ καὶ ὑγροὶ διὰ τὸ χωρίον.
此外,鼻息肉(polyps)也是由炎症、或热疖、或某种赘芽,或者无论人们想怎么称呼它的东西在鼻腔中形成而产生的,由于该部位的原因,它们具有炎症性且是湿润的。
ἐγκανθὶς δὲ καὶ αὕτη παρὰ φύσιν μέν τις ὄγκος ἐν τοῖς μεγάλοις γίνεται κανθοῖς, ἔστι δ’ οὐ τῷ παντὶ γένει παρὰ φύσιν.
而泪丘瘤(encanthis)本身也是发生在内眦(大眼角)处的某种异常肿胀,但对于整个类别(组织)来说,它并非完全异常。
τὰ δὲ πτερύγια βλαστήματά ἐστι τοῦ ἐπιπεφυκότος ἔξωθεν ὑμένος τοῖς ὀφθαλμοῖς, ὃς ἀπὸ τοῦ περιοστίου καταφερόμενος ἐπὶ τὴν στεφάνην ἀφικνεῖται.
翼状胬肉(pterygia)是从外部覆盖眼睛的膜(结膜)的赘芽,该膜从骨膜向下延伸到达角膜缘。
τὰ δὲ σταφυλώματα καλούμενα, τὰ μὲν τῇ θέσει μόνῃ, τὰ δὲ τῇ διαθέσει παρὰ φύσιν ἐστὶν, εἴρηται δὲ περὶ τῶν τοιούτων ἁπάντων, ὅσα κατὰ τοὺς ὀφθαλμοὺς συνίσταται πάθη, δι’ ἑτέρου.
而被称为角膜葡萄肿(staphylomata)的病症,有些仅在位置上是异常的,有些则在状态上是异常的;关于所有这些在眼部形成的病症,已经在另一部著作中作了论述。
καιρὸς οὖν ἤδη παύειν ἐν τῷδε τὸν λόγον, οὐδὲ μιᾶς ἔτι τῶν παρὰ φύσιν ὄγκων ἰδέας ἀῤῥήτου καταλελειμμένης.
因此,现在是时候结束这里的讨论了,因为没有任何一种异常肿胀的类型被遗漏而未被论述。