Humanitext Reader

盖伦 · 论希波克拉底所谓的昏迷 §3#2

基于语法与用例对疑问词ἆρά γε的考证

第 5 段,共 6 段 · 希腊语

内容简介

盖伦论证了希波克拉底文本中的“ἆρά γε”一词表示疑问而非推论,并通过语法的词序规则以及希波克拉底其他著作中的平行用法来支持他的论点。

§3#2γράφεται δὲ διχῶς ἥδε ἡ ῥῆσις, ἐπί τισι μὲν ἀντιγράφοις οὕτως, ἐπί τισι δὲ ἄνευ τοῦ εἰσίν, ἆρά γε φρενιτικοί;
这一节有两种写写,在某些抄本中是这样,而在另一些抄本中则没有 εἰσίν,作 ἆρά γε φρενιτικοί;。
ἀλλὰ νῦν μὲν τὸ πρῶτον ἐρευνῶμεν.
但现在让我们先探讨第一个问题。
ἐπειδὴ δύο τὰ πρῶτά ἐστι κώματος εἴδη, καὶ τὸ μὲν τοῖς ληθαργικοῖς ἀεὶ, τὸ δὲ τοῖς φρενιτικοῖς ἔστιν ὅτε συμπίπτει, ἀπορεῖ νῦν Ἱπποκράτης, εἰ δεῖ τοὺς οὕτως ἔχοντας ὀνομάζειν φρενιτικούς.
既然昏睡有两种主要类型,一种总是发生在嗜睡症患者身上,另一种有时发生在狂躁病患者身上,希波克拉底现在感到疑惑,是否应该将处于这种状态的人称为狂躁病患者。
τοῦτο δὲ οὐχ ὅπως ἄπορον, ἀλλ’ ἔμπαλιν ῥᾳδίως εὑρετὸν καὶ πρόχειρον εἶναι δοκεῖ.
但这似乎不仅不是个难题,反而相反地容易解决且显而易见。
ἐπειδὴ γάρ ἐστι δύο κώματα, καὶ τὸ μὲν ὑπνῶδες τὸ τῶν ληθαργικῶν ἴδιον οὐ δύναται ἐνταῦθα νοηθῆναι, τὸ γὰρ ἄγρυπνοι προσκείμενον οὐκ ἐπιτρέπει σημαίνεσθαι τοῦτο, περὶ τοῦ λοιποῦ κώματος τὸ ἆρά γε φρενιτικόν ἐστιν ἀπαγγέλλειν φαίνεται.
因为既然有两种昏睡,而嗜睡症特有的伴有睡眠的那种在这里是无法理解的(因为 ἄγρυπνοι 的添加不允许它被指代),他似乎是在对剩下的一种昏睡宣告“难道他们是狂躁病患者吗?
πῶς ἄρα ἀπορεῖ;
”那么他又是如何感到疑惑的呢?
συλλογιστική ἐστί, φησιν, ἡ ἆρα λέξις, οὐκ ἀπορητική.
他说,“ἆρα 这个词是推论性的,而不是疑问性的。
ἀλλὰ τοῦτο μὲν ἐὰν μὴ βάρβαρον εἶχε τὴν ἑρμηνείαν καὶ πάσης Ἑλληνικῆς συνηθείας ἀλλοτρίαν, ἴσως ἂν ἀπεδεχόμην· ὅτε δὲ οὔτε οἱ ἄλλοι Ἕλληνες οὔτε ὁ Ἱπποκράτης τοιαύτῃ προτάσεων συντάξει οὐχ εὑρίσκονται χρώμενοι, πῶς ἂν δεχοίμην συλλογιστικὸν εἶναι τὸ ἆρα ἐπίῤῥημα;
”但是,如果这种解释不是那么荒谬且背离所有希腊语惯用法的话,我或许会接受;但是既然既没有发现其他希腊人,也没有发现希波克拉底使用这样的命题句法,我怎能接受副词 ἆρα 是推论性的呢?
πρὶν γὰρ ἢ λήμμασι χρῆσθαι ἐν τῷ λόγῳ καὶ προτάξαι αὐτὰ τοῦ συμπεράσματος, οὐκ ἔστι συλλογίζεσθαι.
因为在论证中不使用前提并将其置于结论之前,是不可能进行推论的。
φέρε εἰπεῖν, ὅπως τὸ λεγόμενον σαφὲς γένηται καὶ τοῖς ἧττον γεγυμνασμένοις, τὸ ἆρά γε ἡμέρα ἐστί; καὶ, ἆρά γε ἐλεύσεται σήμερον; ἀπορητικὸν ἔχει ἐπίῤῥημα.
例如,为了让所说的话对那些不那么熟悉的人也能变得清晰, ἆρά γε ἡμέρα ἐστί; 和 ἆρά γε ἐλεύσεται σήμερον; 这两个表达包含了一个疑问副词。
ἂν δὲ λόγῳ ἀποφαίνειν αὐτοῖς βουληθῶ, ἤτοι ἁπλῶς λέγων οὕτω χωρὶς πάσης ἀποδείξεως, ἐλεύσεται σήμερον· ἤτοι μετ’ ἀποδείξεως οὕτως, ἐὰν ἥλιος ὑπὲρ γῆν ἐστιν, ἡμέρα ἐστίν· ἐὰν περιπατεῖ, κινεῖται ἄρα.
但如果我想在论证中对他们进行断定,要么没有任何证明地直接这样说,“他今天会来”;要么带有证明地这样说,“如果太阳在地平线之上,就是白天”;“如果他行走,他就在移动(ἄρα)”。
ὅταν δὲ χωρὶς ἀποδείξεως ἀποφαίνωμέν τι, οὐ δεόμεθα τοῦ ἄρα ἐπιῤῥήματος, περιττὸς γάρ ἐστιν ὁ λόγος, καὶ οὐδεὶς οὕτω φησὶν, ἡμέρα ἐστὶν ἄρα, οὔθ’ οὕτως, ἀρά γε ἡμέρα ἐστὶν, ἐπειδὰν ἐξῇ λέγειν οὕτως ἁπλῶς, ἡμέρα ἐστίν.
但是当我们没有任何证明地断定某事时,我们不需要副词 ἄ分(ἄρα),因为这个词是多余的,当可以简单地这样说“今天是白天”时,没有人会这样说“今天是白天因此”,也不会这样说“难道今天是白天”。
οὔθ’ οὕτω κατ’ ἀπόδειξιν οἷόν τέ ἐστι χρῆσθαι αὐτὸν τῷ ἆρά γε.
他也不可能在证明中这样使用 ἆρά γε。
πῶς γὰρ ἂν εἴη ἀπόδειξις, πάσης ἀποδείξεως ἐξ ἑτέρων λημμάτων ἕτερον λῆμμα καταλαμβανούσης;
因为如果每一个证明都是从其他前提出发得出另一个前提,这又怎么可能是证明呢?
ἀλλὰ μηδὲν φαίνεται νῦν λῆμμα συλλογιστικὸν εἰς ἀπόδειξιν λαμβάνων.
但他现在似乎没有为证明采用任何推论性的前提。
πῶς οὖν τὸ ἆρά γε ἐπίῤῥημα γενήσεται ἀντ’ ἀπορητικοῦ συλλογιστικὸν καὶ συμπεραντικόν;
那么,副词 ἆρά γε 怎么会代替疑问副词而变成推论性和结论性的呢?
μετὰ γάρ τινων οὔτε τὸν αὐτὸν τόπον κατέχουσι τὸ ἀπορητικὸν ἐπίῤῥημα καὶ τὸ συλλογιστικόν τε καὶ συμπεραντικὸν καλούμενον, ἀλλὰ τὸ μὲν ἀπορητικὸν πρόκειται ἀεὶ, τὸ δὲ συλλογιστικὸν καὶ συμπεραντικὸν μεταξὺ τοῦ ὀνόματος καὶ τοῦ κατηγορουμένου καθίσταται.
因为与某些词相比,疑问副词与被称为推论性和结论性的词并不占据相同的位置,疑问词总是前置,而推论性和结论性的词则置于名词和谓语之间。
ἀποροῦντες γὰρ λέγομεν, ἆρά γε ἡμέρα ἐστί; συλλογιζόμενοι δὲ οὕτως, ἡμέρα ἄρα ἐστί.
因为当我们有疑问时,我们会说 ἆρά γε ἡμέρα ἐστί; 而当我们推论时,会这样说 ἡμέρα ἄρα ἐστί。
πῶς οὖν νῦν προετέθη;
那么,为什么现在它被前置了呢?
ὡς οὐ συλλογιστικὸν ὑπάρχον, προετέθη.
它是作为非推论性的词被前置的。
οὐ γὰρ εἴρηται οὕτω, φρενιτικοὶ ἄρα εἰσὶν, ἀλλ’ ἁπλῶς, ἆρά γε φρενιτικοί εἰσιν; ἀποροῦντος φανερῶς τοῦ Ἱπποκράτους, καὶ μὴ τολμῶντος ἀποφήνασθαι βεβαίως ὑπὲρ αὐτῶν, ὥσπερ ἀμέλει πολλάκις φαίνεται ποιῶν.
因为并不是这样说的,“他们因此是狂躁病患者”,而只是简单地作 ἆρά γε φρενιτικοί εἰσιν;,希波克拉底显然在怀疑,不敢对他们做出确定的断定,就像他确实经常表现出来的那样。
ἀρκέσει δ’ ἓν ἢ δεύτερον παράδειγμα, χάριν τοῦ μὴ διατρίβειν ἐπὶ πλέον ἐν οὕτω σαφεῖ πράγματι.
为免在如此显而易见的事情上拖延太久,一两个例子就足够了。
ἐν μὲν οὖν τῷ πρώτῳ τῶν ἐπιδημιῶν φησι, μετὰ δὲ ταῦτα δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες.
因此,在《流行病》第一卷中他说:“在这些事情之后,他们全都变得像患赤痢一样。
ἆρά γε ὅτι οὔρησαν ὑδατώδεα, σκεπτέον.
我们应当考虑是否是因为他们排出了水样尿。
ἐνταῦθα τὸ σκεπτέον προσκείμενον, οὐδὲ τὸν ἀναιδέστατον ἄλλως ἀκούειν ἐάσει τοῦ ἄρα συνδέσμου, πλὴν ὡς ἀπορητικοῦ.
”在这里,加上“我们应当考虑”,即使是最厚颜无耻的人,也不会将 ἄρα 这个联结词理解为疑问之外的其他意思。
ἐν δὲ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν τὸ μετ’ οὔρησιν σύναγμά, φησι, παιδίοισι μᾶλλον, ἆρά γε ὅτι θερμότερα;
而在《流行病》第六卷中他说:“排尿后的沉淀物在儿童中更为常见;难道是因为他们更温热吗?
ἐν αὐτῷ δὲ τῷ προῤῥητικῷ, ἐν φρενιτικοῖσι λευκὴ διαχώρησις κακὸν, ὡς καὶ Ἀρχεκράτει.
”而在《预后论》本身中:“在狂躁病患者中,白色大便是不祥之兆,正如在阿克克拉特那里一样。
ἆρά γε ἐπὶ τούτοισι καὶ νωθρότης γίνεται;
在这些症状之上,难道也会产生懒散吗?
καὶ πάλιν, ἐν  ἀφωνίῃ πνεῦμα, οἷον τοῖσι πνιγομένοισι πρόχειρον, πονηρόν.
”再次,在 “失声时,呼吸表浅,就像那些窒息的人一样,是坏的。
ἆρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;
难道这种情况也是错乱的吗?
εἰ τοίνυν χρὴ κεφαλὴν ἐπιδοῦναι τῷ λόγῳ, καὶ μήτ’ ἄλλος τις τῶν Ἑλλήνων οὕτω κέχρηται τῷ ἆρα συνδέσμῳ μήθ’ Ἱπποκράτης αὐτὸς, ὡς ἐγὼ νῦν ἔδειξα, μέμψαιτ’ ἄν τις, οἶμαι, τοὺς ἐξηγησαμένους ὡς οὐκ ἀπορητικὸν σύνδεσμον.
”因此,如果必须为这个论述作结,而且既没有其他希腊人这样使用过 ἆρα 这个联结词,希波克拉底本人也没有,正如我刚才所展示的那样,我认为,人们会谴责那些将其解释为非疑问联结词的解释者们。

词汇与语法注释

  1. p.660οὔτε οἱ ἄλλοι Ἕλληνες οὔτε ὁ Ἱπποκράτης τοιαύτῃ προτάσεων συντάξει οὐχ εὑρίσκονται χρώμενοι — 用于强烈强调的双重否定。在关联否定词 οὔτε... οὔτε... 之后,随后的否定词 οὐχ 并没有抵消否定,而是强烈地加强了否定,意为“其他希腊人和希波克拉底绝不被发现使用……”。
  2. p.661μετὰ γάρ τινων οὔτε τὸν αὐτὸν τόπον κατέχουσι — 关于疑问副词 ἆρα / ἆρά γε 与推论连接词 ἄρα 词序的句法区分。盖伦指出,表示疑问的 ἆρα 总是前置的(置于句首),而表示推论的 ἄ分 则是后置的,置于主语和谓语之间。

引用这一段

盖伦, 论希波克拉底所谓的昏迷 §3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg052.humanitext-grc1:3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。