Humanitext Reader

盖伦 · 论希波克拉底所谓的昏迷 §4

初期未消化物与向嗜睡症及脑炎的发展

第 6 段,共 6 段 · 希腊语

内容简介

作者承认自己的观点使论证复杂化,但通过希波克拉底的“初期”一词,解释了初期未消化的多余物质如何发展为嗜睡症或脑炎的过程,从而为疑问词解释进行辩护。

§4Καί τοι χαλεπώτερον ἐμαυτὸν τὸν λόγον ἐπίσταμαι ποιεῖν.
然而,我知道我正在使自己的论证变得更加困难。
διωρισμένης γὰρ τῆς ὑπνώδους καταφορᾶς ἀπὸ τῆς οὐχ ὑπνώδους φρενίτιδος, οὐκ ἂν ἔτι δεόντως ἀπορῶν φαίνοιτο καὶ μὴ βεβαίως ἀποφαινόμενος φρενιτικοὺς εἶναι τοὺς τοιούτους.
因为一旦将伴有睡眠的昏睡与不伴有睡眠的脑炎区分开来,他就不再显得是在合理地怀疑,也不再显得是不敢确定地断定此类人是脑炎患者了。
ἀλλ’ ἧττον γὰρ ἐμοὶ μέλει τῆς ἐν τοῖς λόγοις χαλεπότητος ἢ τῆς ἀληθείας, ὅτι τε ἀπορητικός ἐστιν ὁ σύνδεσμος, ὁμολογῶ, καὶ δείξω τὴν αἰτίαν, δι’ ἣν οὐκ ἐτόλμησε φρενιτικοὺς εἶναι τοὺς τοιούτους ἀποφήνασθαι ὁ Ἱπποκράτης, ἀλλ’ ἔτ’ ἀπορεῖ.
但是,因为我比起论证中的困难更在乎真理,我承认这个联结词是疑问性的,并且我将展示为什么希波克拉底不敢断定此类人是脑炎患者、而仍持怀疑态度的原因。
τὸ γὰρ ἐν ἀρχῇσι προσκείμενον τὴν πάσαν ἔχει τοῦ λόγου δύναμιν, ὃ παραλείπουσιν οἱ πολλοὶ τῶν ἐξηγητῶν, ὥσπερ μάτην προσγεγραμμένον.
因为在初期附加的“在初期”一词掌握着论述的全部力量,而大多数注释者却忽略了它,仿佛它是徒劳地被写在那里似的。
παραπλήσιον γάρ τι συμβαίνει πολλῶν ἀρχομένοις νοσημάτων, οἷον ἔν τισι τῶν μεθυσθέντων ἔστιν ἰδεῖν γιγνόμενον.
因为在许多疾病的初期,人们身上会发生非常类似的事情,正如在某些喝醉了的人身上可以看到的那样。
ὅταν μὲν κωματώδεις ὦσι, καὶ σφάλλονται, καὶ βαρῶσι τὴν κεφαλὴν, καὶ μηδ’ εἰ βιάζοιντο διαίρειν δύνανται τὰ βλέφαρα· δι’ αὐτὸ δ’ αὖ πάλιν τοῦτο τὸ βάρος ὑπνοῦν ἀδυνατοῦσιν ἀσώμενοι, καὶ στρεφόμενοι, καὶ ῥιπτοῦντες ἑαυτοὺς, καὶ μεταβάλλοντες ἄλλοτ’ εἰς ἄλλο σχῆμα.
当他们处于昏睡状态时,他们步履蹒跚,感到头部沉重,即使勉强也无法睁开眼皮;但另一方面,正是因为这种沉重感,他们感到烦躁不安,翻来覆去,折腾自己,时而变换这种姿势,时而变换那种姿势,因而无法入睡。
ταῦτα γὰρ ἔστιν ἰδεῖν πολλάκις ἐπὶ τῶν μεθυσθέντων γιγνόμενα, πληρωθείσης αὐτῶν ἐν τῇ μέθῃ τῆς κεφαλῆς, εἶθ’ ὑπὸ τοῦ βάρους ἅμα τ’ εἰς κῶμα κατασπώσης ἅμα τε ὕπνον κωλυούσης.
因为人们经常可以看到这些事情发生在喝醉的人身上,由于他们在醉酒中头部充盈,随后在沉重感的作用下,既把他们向下拉入昏睡,又同时阻碍了睡眠。
οὕτως οὖν καὶ πλήθους ἀπέπτου τὴν κεφαλὴν κατειληφότος, ἄγρυπνοί τε ἅμα καὶ κωματώδεις εἰσίν.
因此,当未消化的多余物质充盈头部时,他们既失眠又处于昏睡状态。
καὶ τοῦτο κατ’ ἀρχὰς γενόμενον, ἔστιν ὅτε μὲν πεφθῇ καλῶς, ὥσπερ καὶ ἐξ οἴνου τοιοῦτο εἴη γεγονός· ἀλλ’ οὕτω μὲν οὔτε λήθαργος, οὔτε φρενῖτις ἠκολούθησεν·
当这种情况在初期发生时,有时它能被很好地消解,就像从酒中产生的情况一样;但是在这种情况下,既没有伴随嗜睡症,也没有伴随脑炎。
ἔστιν ὅτε δὲ δριμὺ γενόμενον εἰς φρενίτιδα ἐτελεύτησε.
但有时它变得辛辣刺烈,最终发展为脑炎。
πολλοῖς δ’ αὖ τὸ μὲν λεπτότερον ἢ πεφθὲν ἢ διαφορηθὲν ἐκενώθη, ὑπέμεινε δὲ τὸ παχύτερον, καὶ οὕτω λήθαργος ἐπεγένετο.
而在许多人身上,较稀薄的部分要么被消化要么被发散而排出,而较浓稠的部分残留下来,于是随之发生了嗜睡症。
προεληλυθότος μὲν τοῦ τοιούτου νοσήματος, ἡ τοιαύτη διάθεσις, ὡς μὲν ἡμεῖς ἐδείξαμεν, ἐγγὺς ἤδη φρενίτιδος· ὡς δ’ οἱ τὸ μικτὸν πάθος ἐκ ληθάργου καὶ φρενίτιδος εἰσάγοντες ὑπολαμβάνουσιν, ἐκείνῳ δόξειεν ἂν εἶναι συγγενεστέρα.
当此类疾病进展时,这种体质如我们所展示的那样,已经接近脑炎;但正如那些引入由嗜睡症和脑炎构成的混合病症的人所设想的那样,在他们看来这似乎与后者更为亲近。
πότερον δ’ ἤδη τοὺς οὕτως ἔχοντας ὀνομάζειν χρὴ φρενιτικοὺς, ἢ ὀλίγου ὕστερον ἔσεσθαι προσδοκᾷν, τοῦθ’ ἑτέρας ἂν εἴη σκέψεως, οὔτ’ ὠφελούσης τι τὰ νῦν προκείμενα, καὶ ἄλλως διὰ τοῦ εἰσίν, ὃ καί τινες προσγράφουσι τῷ ἆρα φρενιτικοὶ, τινὲς δ’ οὔ.
然而,是否应该将处于这种状态的人已经称为脑炎患者,还是预料他们不久后会变成那样,这将是另一个讨论的主题,对当前摆在面前的事物没有任何帮助,况且这还因为有些人加在 ἆρα φρενιτικοί 上的那个 εἰσίν 一词(而有些人则没有加)。

词汇与语法注释

  1. §4διωρισμένης γὰρ τῆς ὑπνώδους καταφορᾶς — 使用 sector 完成时被动分词 διωρισμένης 的属格独立结构,设定了伴有睡眠的昏睡(嗜睡症)已经与不伴有睡眠的脑炎在概念上区分开来的背景条件。
  2. §4οὐκ ἂν ἔτι δεόντως ἀπορῶν φαίνοιτο — 带 ἄν 的希求法潜在语气(ἂν ... φαίνοιτο)。分词 ἀπορῶν 及随后的 μὴ ἀποφαινόμενος 作为 φαίνοιτο 的补充分词,描述主语(希波克拉底)的状态。
  3. §4τὸ γὰρ ἐν ἀρχῇσι προσκείμενον — 中性单数分词 προσκείμενον 与冠词 τὸ 连用,作名词性主语。ἐν ἀρχῇσι(在初期)是离子方言的与格复数形式。
  4. ¦p.664¦ὅταν μὲν κωματώδεις ὦσι, καὶ σφάλλονται — ὅταν 从句(带虚拟式 ὦσι)修饰主句直陈式动词如 σφάλλονται。联结词 καὶ 的叠用(多连接词并列)列举并强调了醉酒者同时出现的多种症状。

引用这一段

盖伦, 论希波克拉底所谓的昏迷 §4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg052.humanitext-grc1:4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。