§3#1Ἡ μὲν οὖν ὑπνώδης, ὅσον ἐπὶ τῷ παρόντι, τοῖς ληθαργικοῖς συμπίπτει· τὴν δ’ ἄγρυπνον, ἥτις τοῖς φρενιτικοῖς ἐπιγίγνεται, πειράσομαι διορίζειν, ἵνα δυνηθῇς εὑρίσκειν τὴν ὑφ’ Ἱπποκράτους εἰρημένην διαφοράν.
因此,就目前而言,伴有睡眠的昏沉发生在嗜睡症患者身上;而对于发生在狂躁病患者身上的失眠性昏沉,我将试图予以界定,以便你能发现希波克拉底所说的差异。
οὐ γὰρ ἦν τῶν ματαίως τὰ ὀνόματα ἐπιτιθέντων οὗτος ὁ ἀνὴρ, οὔτ’ ἀνοήτως πρόσκειται τῇ καταφορᾷ τὸ νωθρὰ, οὔτε φησιν, ὥσπερ Ὅμηρος, ὑγρὸν ἔλαιον καὶ γάλα λευκὸν, μηδενὸς ἕνεκα διορισμοῦ· καὶ γὰρ πᾶν γάλα λευκὸν καὶ ἔλαιον ὑγρόν· ἀλλ’ ἑκάστη λέξις καὶ συλλαβὴ πᾶσα πρᾶγμά τι σημαίνει παρ’ αὐτοῦ.
因为这个人绝非无端冠以名称之辈,——“懒散的”这一词加在昏沉之上也绝非无意之举,他也不像荷马那样,为了不作任何区分而说“液体的橄榄油”和“白色的奶”;因为确实,所有的奶都是白色的,橄榄油都是液体的;但在他那里,每一个词和每一个音节都具有某种实际的指代。
περὶ φρενίτιδος ἄρα λόγον ποιούμενος, ὅπερ πρὸς τὰ παρόντα χρήσιμόν ἐστι διδάσκειν τοὺς τὸ σύνηθες αὐτῷ μανθάνειν βουλομένους, ποτὲ μὲν οὕτω γράφει, παρελήρει· ποτὲ δ’ οὕτω, παρηνέχθη· ποτὲ δὲ πάλιν, παρέκοψε· πάλιν δὲ, παρεφρόνησε· καὶ πάλιν, ἐξέστη· καὶ αὖθις, ἐμάνη, καὶ ἐξεμάνη, καὶ οὐ κατενόει, καὶ παρέλεγε.
因此,当他在讨论狂躁病时——为了教导那些想要学习他习惯用法的人,这对于当前的目的非常有用——他有时写道:“他胡言乱语”;有时写道:“他精神错乱”;有时又写道:“他神志不清”;再次写道:“他狂乱”;再次写道:“他丧失理智”;此外又写道:“他发狂”、“他极度发狂”、“他无法理解”以及“他呓语”。
ταῦτα πάντα τῶν βεβλαμμένων τὴν διάνοιάν ἐστιν, οὓς ἅπαντας σὺ μὲν παραφρονοῦντας ὀνομάζεις, Ἱπποκράτει δ’ οὐκ ἀρκεῖ τὸ γένος μόνον εἰπεῖν, ἀλλ’ ἑκάστῳ μεγέθει τοῦ τῆς παραφροσύνης εἴδους ἴδιον ἐφεύρηκεν ὄνομα.
这一切都属于智力受损者,你固然将他们所有人统称为“精神失常”,但对希波克拉底而言,仅说出这一属是不够的,而是为精神失常这一种类的每种程度都找到了一个特有的名称。
ἄνθρωπος γάρ, φησι, θερμαινόμενος ἐδείπνησεν, οὐκ ἐτόλμησεν εἰπεῖν πυρετὸν τοσαύτην θερμασίαν, καθ’ ἣν δύναταί τις δειπνῆσαι.
因为他说,“一个人身体发热着吃晚饭”,他不敢把某人尚能进食的这种程度的发热称为“发烧”。
πάλιν δὲ τὸ τοῦ πυρετοῦ μέγεθος ἐνδεικνύναι βουλόμενός φησι, πῦρ ἔλαβεν αὐτόν.
另一方面,当他想要表明发热的严重程度时,他说,“火抓住了他”。
ἠσχολησάμην μὲν ἐπιδεικνύων τὴν τοῦ ἀνδρὸς ἐπιμέλειαν περὶ τὰς λέξεις, ἀλλ’ ὡς ἤδη εἰδόσι καὶ πεπεισμένοις ἐπὶ τὸ ζητούμενον ἀφίξομαι.
我固然花心思展示了这个人对用词的精确追求,但既然你们已经知晓并信服,我这就转向我们所探讨的主题。
διττὸν μὲν εἶδος τῆς ἀγρύπνου καταφορᾶς.
失眠性昏沉有两种类型。
ὀνομάζεται δὲ ἡ μὲν νωθρὰ, ἧς μέμνηται νῦν Ἱπποκράτης· ἡ δὲ τῷ τοῦ γένους ὀνόματι κέχρηται.
一种被称为“懒散的”,这就是希波克拉底现在提到的;另一种则直接使用属名。
κοινὸν δ’ ἀμφοτέρων ἐστὶ τῶν καὶ μάλιστα τῆς ὑπνώδους διαφερουσῶν, ὅτι φράζουσί τε καὶ παραληροῦσι μεδεμιᾶς ἐχόμενα γνώμης, κᾀπὶ τὰς ἀναστάσεις πρόθυμοί εἰσι μάλα, ὧν οὐδὲν ἐπὶ ταῖς ληθαργικαῖς ὑπάρχει καταφοραῖς.
这两种与睡眠性昏沉最为不同的类型,其共同点在于,他们说话和胡言乱语时不带任何理性,并且极度渴望起床,而这些特征在嗜睡症的昏沉中完全不具备。
οὔτε γὰρ χωρὶς φράζουσί τι καὶ πανούργως, δυσαίσθητοι δ’ εἰσὶν, οὕτε πρὸς τῶν ἐπιβοώντων καὶ νυττόντων ἐγείρονται ῥᾳδίως.
因为他们既不能在无意识中狡黠地吐露言语,而且感觉迟钝,也无法轻易被呼喊和戳刺的人唤醒。
κῶμα δὲ τὸ μὲν φρενιτικὸν καὶ ἄγρυπνον ἔξω ταύτης ἐστὶ τῆς δυσαισθησίας καὶ δυσκινησίας· καὶ γὰρ ἀνίστανται ῥᾳδίως ἀκούσαντες τῆς φωνῆς καὶ ἤχου παντὸς, κᾂν μέρους τινὸς ἅψῃ τοῦ σώματος, εὐθὺς ἐξαίρουσι τοὺς ὀφθαλμοὺς, καὶ πρὸς τὸν ἁπτόμενον ἀποβλέπουσι.
而狂躁病性和失眠性的昏睡则不存在这种感觉迟钝和行动困难;因为他们一听到声音或任何声响就能轻易坐起,即便你只是碰到他们身体的某个部位,他们也会立刻睁开眼睛,望向触碰他们的人。
κατ’ αὐτὴν δὲ τὴν καταφόρησιν ἢ χεῖρα κινοῦσιν, ἢ σκέλος, ἢ σύμπαν τὸ σῶμα ῥίπτουσιν ἀλόγως, ἐξαίφνης τε καὶ παραφρονητικῶς ἐξάλλονται σπασμοῦ δίκην, καὶ ταῦτα πάντα ποιοῦσι μετὰ τοῦ καὶ λέγειν τινὰ οὐ προσηκόντως, ὧν οὐδὲν οἱ μετὰ καταφορᾶς λη θαργικοὶ πράττουσιν, ἀκίνητοι γὰρ ἀεὶ καὶ ἄφωνοι κεῖνται τοῖς βαθέως κοιμωμένοις ὁμοιωθέντες.
而在昏沉的过程中,他们要么动手,要么动脚,要么无理智地翻动整个身体,并且会像痉挛一样突然疯狂地跳起来,而且他们在做这一切时还会说一些不合时宜的话,而伴有昏沉的嗜睡症患者绝不会做这些,因为他们始终静卧无言,就如同沉睡中的人一样。
τῶν δὲ μὴ ὑπνωδῶς καταφερομένων οἱ μὲν οὕτω ῥᾳδίως καὶ ἐπὶ πολὺ εὐκίνητοί εἰσιν, ὥστε μὴ διαλείπειν βοῶντες μέγα, καὶ κινεῖν τι μόριον σφοδρῶς, ἂν δ’ ἐξεγείρῃς αὐτοὺς ἢ προσλαλῇς, προσβλέπουσιν ἀπρεπῶς καὶ μᾶλλον ἐξίστανται, καὶ κακὸν πράττειν ἐπιχειροῦσι, καὶ πάντως ἀκούειν προθυμότατοί εἰσιν οὐδὲν ἀπολειπόμενοι τῶν ἄκρως παραφρονούντων· οἱ δ’ ἔμπαλιν ἀνιστάμενοι κατανοοῦσι μᾶλλον, καὶ οὐ πολὺ κινοῦνται, καὶ τότε μᾶλλον παραφρονοῦσιν, ὅταν ἐπιτρέψῃς αὐτοὺς τῷ κώματι.
在非睡眠性昏沉的人当中,有些人如此轻易且持续地躁动,以至于不停地大声叫喊,剧烈地活动身体的某个部位,如果你唤醒他们或对他们说话,他们就会以一种异样的目光盯着你,变得更加丧失理智,并试图行恶,且无论如何都极度渴望倾听,与那些极度精神错乱的人相比毫无二致;而另一些人则相反,在坐起时更有理解力,不太活动,而只有当你听凭他们处于昏睡状态时,他们才会更加语无伦次。
καὶ κατὰ τοῦτο μάλιστά ἐστιν αὐτοὺς διορίζειν τῶν ληθαργικῶν καταφορῶν.
而正是在这一点上,最能将他们与嗜睡症的昏沉区分开来。
αὕτη μὲν οὖν ἐστιν ἡ πρὸς Ἱπποκράτους λεγομένη νωθρὰ καταφορά.
因此,这就是希波克拉底所说的“懒散的昏沉”。
ἐπεὶ δὲ σαφῶς ἐμάθομεν, ὡς οὐ μόνον τὸ καταφέρεσθαι τῶν φρενιτικῶν τισι συμβαίνει, ἀλλὰ καὶ τὸ νωθρῶς, (περὶ τούτου μάλιστ’ ἄν τις ἀπορήσειεν) ἐπὶ τὴν λοιπὴν μεταβῶμεν ἀμφισβήτησιν, ἧς εἰ μέν τινα εὑρήσωμεν λύσιν, ἕξομεν ἤδη τὸ πᾶν.
既然我们已清楚地得知,不仅有些狂躁病患者会陷入昏沉,而且还是以一种懒散的方式陷入(关于这点人们可能最感到困惑),那我们就转向剩下的一处争议吧;如果我们能找到这一争议的某种解决办法,我们便掌握了全部。
ἔστι δὲ ἡ ἀμφισβήτησις ἥδε. μεμνημένος Ἱπποκράτης ἐν τῷ προῤῥητικῷ τῶν κωματωδῶν ἀγρύπνων, ἀπορεῖ πότερον φρενιτικοὺς αὐτοὺς, ἤ τι ἕτερον ὀνομάσει.
这一争议如下:希波克拉底在《预后论》中提到那些昏睡且失眠的患者时,疑惑应该称他们为狂躁病患者,还是别的什么。
ἔχει δὲ ἐφεξῆς οὕτως.
其后的原文如下:“那些在初期呈昏睡状态、伴有头部、腰部、季肋部和颈部疼痛、且失眠的人,难道真是狂躁病患者吗?
οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί εἰσι;
”