§2#2καὶ μετ’ ὀλίγον· οὔτε γὰρ ᾑμοῤῥάγει καλῶς, οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγένετο κρίσιμος.
稍后又说:“因为既没有充分的鼻出血,也没有发生任何其他习惯性的、能解决危机的转移。
ἐκεῖνα δὲ πῶς εἴρηται;
”那么,那些话又是怎么说的呢?
ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόῤῥοπα ἦν, καὶ ἐξ ἀμφοτέρων τοῖσι πλείστοισιν, ἀπύροισιν ὀρθοστάδην, ἔστι δ’ οἷς καὶ σμικρὰ ἐπεθερμαίνοντο, κατέσβη πᾶσιν ἀσινέως, οὐδ’ ἐξεπύησεν οὐδενὶ, ὥσπερ τὰ ἐξ ἄλλων προφάσεων.
“许多人耳旁的肿胀是偏向一侧的,而大多数人则是双侧的,发生在无热且能站立行走的患者身上,但也有一些人在局部有轻微的发热,它们在所有人身上都无害地消退了,没有一个人像其他原因引起的那样化脓。
ὄντως γὰρ παράλογον, μηδὲν ἐκπυῆσαι, καὶ οὐκ εἰθισμένα πάντως.
”因为确实,没有任何化脓是反常的,而且也完全不是习惯性的。
εἶτ’ ἐπιφέρει, ἦν δ’ ὁ τρόπος αὐτέων, χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆς· παράλογον γὰρ χωρὶς φλεγμονῆς ἅπασι γενέσθαι τὰς περὶ τὰ ὦτα ἀποστάσεις.
随后他补充道:“而它们的形式是:松软、巨大、弥漫,不伴有炎症”;因为耳周的转移在所有人身上都不伴有炎症而发生,这是反常的。
ὥστε φέρειν πάλιν κᾀνταῦθα τὸ κῶμα φαίνεται ἐπὶ καταφορᾶς τῆς ὑπνώδους, ὅταν λέγῃ· ἦν δὲ τὸ κῶμα συνεχὲς, οὐχ ὑπνῶδες· ὡς γὰρ ὑπνῶδες εἶναι δέον αὐτὸ, καὶ ὡς τοιοῦτο ἀεὶ γιγνόμενον, εἶτα νῦν παραλόγως οὐ γιγνόμενον, ἐπισημαίνεται.
因此,在这里,当他说“昏睡是持续的、不伴有睡眠的”时,他似乎也是将“昏睡”一词用于指代睡眠性的昏沉(kataphora);因为他特意指出,它本应是睡眠性的,且通常也是作为这样的情况发生,但现在反常地没有这样发生。
τὸ δ’, ὅταν ἐν τῷ αὐτῷ βιβλίῳ τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἐπὶ τοῦ Πυθίωνος εἴπῃ, ἐννάτῃ κωματώδης, ἀσώδης, ὅτε διεγείροιτο· σαφῶς γὰρ κᾀνταῦθα τὸ κῶμα καταφοράν τινα δηλοῦν ἔοικεν.
同样的,在《流行病》第三卷关于皮提翁的记录中,他说“第九日呈昏睡状态,被唤醒时恶心”;因为显然在这里,昏睡也似乎是指某种昏沉。
ἀλλ’ οὐχ οἷόν τέ φασιν ἅμα καταφέρεσθαι καὶ ἀγρυπνεῖν.
“但是,”他们说,“不可能同时处于昏沉状态又是失眠的。
ταῦτα γὰρ οἱ θαυμαστοὶ λέγουσιν ἐξηγηταὶ, μὴ γιγνώσκοντες, ὅτι δύο εἰσὶν εἴδη καταφορᾶς, ὡς οἵ τε δοκιμώτατοι τῶν ἰατρῶν γεγράφασι καὶ αὐτὰ τὰ γιγνόμενα μαρτυρεῖ.
”因为那些了不起的注释家们说这些话,是因为不知道昏沉有两种类型,正如最受推崇的医生们所写的那样,且实际发生的现象本身也证实了这一点。
κοινὸν μὲν γὰρ ἀμφοτέρων ἐστὶν, ὅτι ἐπαίρειν οὐ δύνανται τοὺς ὀφθαλμοὺς, ἀλλ’ εὐθέως βαρύνονται καὶ ὑπνοῦν βούλονται· ἴδιον δὲ θατέρας, ὅτι οἱ μὲν ὑπνοῦσιν εὐθέως, βαθέως τε καὶ χρόνον πολύν· οἱ δὲ ἄγρυπνοι στρεφόμενοί εἰσιν, ἄλλης ἐπ’ ἄλλῃ φαντασίας ἐπιγινομένης, καὶ τὴν γνώμην κινούσης, καὶ τὸν ὕπνον διακοπτούσης, ὅθεν ἀεὶ μὲν ἄγρυπνοι μένουσιν, ἀνίστασθαι δὲ ἀδυνατοῦσι καὶ πράττειν τὰ τῶν ἐγρηγορότων, ἀλλ’ ἐλλιπέστερον ἔχουσιν, ἢ ὡσανεὶ ἐγρηγόρουν, καὶ βαρύνονται καὶ καταφέρονται, ὥστ’ ἐλπίσεις, ἂν συγχωροίης αὐτοῖς, ῥᾳδίως ἂν κατακοιμηθῆναι, συγχωρηθέντος δ’ αὐτοῖς τούτου, οὐχ ὅπως ὑπνοῦσιν, ἀλλ’ οὐδ’ ἣν εἶχον ἐλπίδα, ὡς ὑπνώσοντες, φυλάττουσιν.
因为两者的共同点在于,他们无法睁开眼睛,而是立刻感到沉重并想要睡觉;而其中一种所独有的特征是,他们会立刻入睡,且睡得很深、时间很长;而另一种患者则是失眠且翻来覆去,一个接一个的幻觉不断出现,惊扰他们的心灵并打断他们的睡眠,因此他们虽然始终保持失眠,却无法起床并做那些清醒者做的事,而是处于一种比真正清醒时更为衰弱的状态,身体沉重并处于昏沉中,以至于你会指望如果由着他们,他们很容易就会入睡,但当由着他们时,他们不仅没有入睡,甚至无法保持他们曾拥有的能入睡的希望。
ἐνταῦθ’ οὖν νόει μοι κῶμα, ὡς κοινὸν ἀμφοτέρων, ὅπερ δὴ καλεῖν ἔθος ἡμῖν καταφοράν· ἂν δὲ τὴν ὑπνώδη μόνην νοήσῃς, ἁμαρτήσεις, τὴν γὰρ οὐχ ὑπνώδη καταφορὰν στερήσεις ὀνόματος, οὐχ ἧττον τῆς ἑτέρας δεομένην τῆς τοῦ κώματος ἐπωνυμίας.
因此,在这里请帮我将昏睡理解为两者的共同点,这也就是我们习惯称之为昏沉的状态;如果你只理解为睡眠性的那一种,你就会犯错,因为你会剥夺非睡眠性昏沉的名称,而它对“昏睡”这一称呼的需要绝不亚于另一种。
ἄν τε μὲν οὖν ὑπνώδης ἄν τε ἄγρυπνος εἴη καταφορὰ, κῶμα καλεῖν ἔθος ἐστὶν αὐτῷ· καὶ οὐδαμῶς γε ἀλλήλοις μάχεται τὰ κατὰ μέρος, ἀλλ’ εὐλόγως ὁτὲ μὲν ἐν ταῖς σμικραῖς ἀγρυπνίαις εὑρίσκεται τὸ κῶμα, ὁτὲ δ’ ἐν τῷ ὕπνῳ.
因此,无论昏沉是睡眠性的还是失眠性的,他都习惯称之为“昏睡”;而这些具体的描述绝不互相矛盾,反而是合乎情理的,有时在轻微的失眠中发现昏睡,有时在睡眠中发现它。
καὶ γὰρ ἡ καταφορὰ ὁτὲ μὲν ὑπνώδης ἐστὶν, ὁτὲ δὲ ἄγρυπνος, ὥστε οὐκ ἔχεις εἰπεῖν περὶ τῶν καταφερομένων, ὅτι ἀγρυπνοῦσιν ἢ μή· τοσοῦτόν γε μὴν διαφέρουσιν, ὅσον οἱ μὲν πλείους αὐτῶν ὑπνοῦσιν, ὀλίγοι δὲ τῶν οὕτως ἐχόντων ἄγρυπνοι μένουσιν, ὅθεν καίτοι ἀμφοτέρων τυγχάνον τὸ πάθος, οἰκειότερον μέντοι πολλῷ τῶν ὑπνούντων εὑρίσκεται.
因为昏沉有时是睡眠性的,有时是失眠性的,所以对于那些处于昏沉中的人,你无法说他们是失眠的还是不失眠的;然而,它们之间的差异在于,他们中的大多数人入睡,而处于这种状态的人中只有少数人保持失眠,因此,虽然这一病症是两者共有的,但显然它与入睡的人更为亲近。
διὰ τοῦτο μὲν οὖν φησιν, ἦν δὲ τὸ κῶμα συνεχὲς, οὐχ ὑπνῶδες, ὡς ἂν ἐπὶ τὸ πολὺ ὑπνώδους γιγνομένου.
因此,他说“昏睡是持续的、不伴有睡眠的”,是因为它通常是伴有睡眠而发生的。
ἂν τοίνυν κοινόν ἐστιν ἀμφοτέρων τὸ κῶμα καὶ τοῦ ὕπνου οἰκειότερον, εὐλόγως, ὅταν βούληται τὴν ὑπνώδη σημαίνειν καταφορὰν, ἁπλῶς φάσκει κωματώδεις· ὅταν δὲ πάλιν τὴν ἄγρυπνον, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης φησὶ κωματώδεις ἀγρύπνους.
那么,既然昏睡是两者共有的,且与睡眠更为亲近,因此,当他想要表示睡眠性的昏沉时,他简单地称之为“昏睡状态的”;而当他要表示失眠性的昏沉时,他不是简单地,而是带有附加说明地称之为“昏睡且失眠的”。
οἶδε γὰρ ἀμφότερα, ὅτι τε οἰκειότερόν ἐστι τῷ ὕπνῳ τὸ κῶμα καὶ τῇ αὐτοῦ φύσει μᾶλλον ὡμοίωται, καὶ ὅτι μετ’ ἀγρυπνίας ἔστιν ὅτε συνίσταται.
因为他知道这两点:昏睡与睡眠更为亲近,且更类似于其本性,以及它有时会与失眠共同存在。
κᾂν μὲν τοῦθ’ οὕτως ἔχῃ, θαυμαστὸν οὐδὲν, εἰ μὴ μόνον τοῖς ληθαργικοῖς, ἀλλὰ καὶ τοῖς φρενιτικοῖς συμπίπτῃ.
如果是这样的话,它不仅发生在嗜睡症患者身上,也发生在狂躁病患者身上就没有什么可奇怪的了。
τὸ δ’ οὐχ ὑπνῶδες κῶμα τούτοις μὲν οὐκ ἔστιν ἴδιον, γίνεται δ’ ἐνίοτε.
而非睡眠性的昏睡对后者来说并不是特有的,但有时也会发生。
εὑρήσεις γὰρ πολλοὺς φρενιτικοὺς οὔτε ἀνισταμένους οὔτε ἐπαίρειν τοὺς ὀφθαλμοὺς ὅλως δυναμένους, ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ μένοντας ὁμοίους τοῖς ληθαργικοῖς, ὥστε τούτους οἱ πολλοὶ καὶ ἀπαίδευτοι τῶν ἰατρῶν, οὔτε τί δεῖ καλεῖν οἴδασιν, ἀλλὰ παντάπασιν ἀποροῦσι, καὶ ἀλλότριον δοκεῖ αὐτοῖς εἶναι τοῦτο τὸ πάθος καὶ ἀνώνυμον, ἔνιοι δὲ σύμμικτόν ἐκ ληθάργου τε καὶ φρενίτιδος ὑπολαμβάνουσι, καὶ προσαγορεύουσι τυφομανίαν.
因为你会发现许多狂躁病患者既不起床,也完全无法睁开眼睛,而是呆在同一个地方,像嗜睡症患者一样,以至于大多数没有受过良好教育的医生既不知道该怎么称呼他们,也完全无能为力,并且这一病症在他们看来是异己且无名的,而有些人则认为这是嗜睡症和狂躁病的混合体,并称之为“昏迷狂躁”(typhomania)。
καὶ τὸ κάκιστον πάντων, τινὲς τῶν Ἱπποκρατείων εἶναι προσποιουμένων τοῦτό φασι, καίτοι δήπου σαφῶς οὕτω καὶ φανερῶς γράφοντος Ἱπποκράτους, οὐκ ἐν ἀμφιδόξῳ βιβλίῳ, ἀλλ’ εἴπερ τις ἄλλος τῶν γνησίων εἶναι πεπιστευμένῳ τῷ τρίτῳ τῶν ἐπιδημιῶν, οὔτ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς, ὥσπερ ἐπ’ ἄλλοισιν, ἀλλ’ ἄλλῃ τινὶ καταφορῇ νωθρῇ βαρέως ἀπώλλυντο.
而最糟糕的是,一些自称是希波克拉底信徒的人也这样说,尽管希波克拉底写得如此清楚和明白,而且不是在一部有争议的书里,而是在被公认为最真实不过的《流行病》第三卷中写道:“狂躁病患者中没有一个人像在其他情况下那样狂躁,而是由于另一种懒散的昏沉而在严重的病况中死去。
οὐ μόνον γὰρ ὅτι καταφορὰ ταῖς φρενίτισιν ἐνίοτε συμπίπτει διήγγειλεν, ἀλλ’ ὅτι καὶ νωθρὰ πολλάκις.
”因为他不仅宣告了昏沉有时会发生在狂躁病中,还宣告了它常常是懒散的。
τίς δ’ ἡ νωθρά;
那么,什么是懒散的呢?
μεμνήσῃ πρῶτον μὲν τῆς διαιρέσεως, ἂν μὴ μέλλῃς τὰ παρόντα παρακούειν, ὅταν καταφορὰν τὴν μὲν ὑπνώδη, τὴν δὲ ἄγρυπνον ἐκάλουν, καὶ τὴν μὲν ὑπνώδη ἰδίαν εἶναι τῶν ληθαργικῶν καὶ διαπαντὸς ὑπάρχειν αὐτοῖς, τὴν δὲ οὔτε ἰδίαν εἶναι τῶν φρενιτικῶν οὔτε ὑπάρχειν αὐτοῖς διαπαντός.
如果你不打算把眼前的内容听错,你首先会记住那个划分,当时他们将昏沉分为睡眠性的和失眠性的,并且睡眠性的是嗜睡症患者所特有的且始终存在于他们身上,而另一种既不是狂躁病患者所特有的,也并非始终存在于他们身上。 ”