§2#1Σκόπει οὖν, ἐπί τινος ἀῤῥώστου γυναικὸς ἃ λέγει.
因此,且看他在谈到一个生病的妇人时说了什么。
ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, οἰκέτεω γυναῖκα, πῦρ ἔλαβεν, ἀρχομένη δὲ κωματώδης, καὶ πάλιν ἄγρυπνος.
“另一个妇人,是奴仆的妻子,在怀孕五个月左右流产,发热,开始时呈昏睡状态,接着又是失眠。
φαίνεται γὰρ διαστέλλων κατ’ ἀντίθεσιν τὸ κῶμα τῆς ἀγρυπνίας, ὡς ἐναντία.
”因为他似乎是通过对照,将昏睡与失眠作为对立面区别开来。
αὖθις δ’ ἐν τῇ λοιμώδει καταστάσει, κωματώδεές, φησιν, ἐπὶ πολὺ, καὶ πάλιν ἄγρυπνοι.
此外,在疫病状态中,他说:“大多呈昏睡状态,接着又是失眠。
καὶ μετ’ ὀλίγα· κωματώδεες δὲ μάλιστα οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες ἦσαν.
”稍后又说:“狂躁病患者和稽留热患者尤其呈昏睡状态。
ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασι, τοῖσι μεγίστοισιν, ὅτι μετὰ πυρετοῦ γίνοιτο.
不过,在其他最重大的疾病中,只要伴随发热,情况也是如此。
διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο, ἢ λεπτοὺς καὶ μικροὺς ὕπνους κοιμᾶσθαι.
然而,在大多数病例中,自始至终要么伴有重度昏睡,要么只有轻微且短暂的睡眠。
καὶ πάλιν· ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξὺς, κατ’ ἀρχὰς συνεχὴς, καυσώδης, διψώδης, ἀρχόμενος κωματώδης, καὶ πάλιν ἄγρυπνος.
”又说:“在萨索斯,住在阿耳忒弥斯神殿上方的帕罗斯人,患了急热,开始时是持续的、稽留的、口渴的,开始时呈昏睡状态,接着又是失眠。
ἐν ἅπασι γὰρ τούτοις ἀντιτίθησι τὴν ἀγρυπνίαν τῷ κώματι.
”因为在所有这些地方,他都将失眠与昏睡相对立。
συνήθως γοῦν οὕτως ἑρμηνεύων, μυριάκις εὑρήσεις αὐτὸν, ὅταν ἐναντίων πραγμάτων μνημονεύῃ, τὸν τρόπον τοῦτον γράφοντα, μᾶλλον δὲ οὐδέποτ’ ἄλλως, οἷον ἐκ πολλῶν ὀλίγα παραγράψω ἐκ τοῦ αὐτοῦ βιβλίου.
既然他通常如此表达,你会发现他无数次在提到对立事物时以这种方式写作,甚至可以说绝非以其他方式;这里我将从同一本书中摘录许多中的一小部分。
κάλλιον γὰρ ἐξ ἑνὸς εἶναι δοκεῖ πάντα τὰ παραδείγματα λαβεῖν.
因为将所有的例子都取自同一个地方似乎更好。
δύο γυναῖκας ἀναγράφων πρὸ τῆς λοιμώδους καταστάσεως, ἐπὶ μὲν τῆς προτέρης φησὶν, ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, οἰκέτεω γυναῖκα, πῦρ ἔλαβεν, ἀρχομένη δὲ κωματώδης, καὶ πάλιν ἄγρυπνος.
他在疫病状态之前记录了两个妇人,关于第一个,他说道:“另一个妇人,在怀孕五个月左右流产,是奴仆的妻子,发热,开始时呈昏睡状态,接着又是失眠。
ἐπὶ δὲ τῆς δευτέρας φησί· γυναῖκα, ἥτις κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τότε τεκοῦσαν πρῶτον ἐπιπόνως ἄρσεν, πῦρ ἔλαβεν· καὶ πάλιν εἰς νύκτα ἐπεῤῥίγωσεν, ἄκρεα οὐκ ἀνεθερμαίνοντο, οὐκ ὕπνωσε, σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει· η΄ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, διψώδης, κωματώδης, ἀσώδης.
”关于第二个,他说道:“一个妇人,躺在假市场附近,当时第一次艰难地生下一个男孩,发热;夜里又发冷,四肢不暖,没有入睡,轻微譫妄,接着又很快清醒;第八日中午左右发热,口渴,昏睡,恶心。
ἑξῆς δ’ ἐν τῷ λοιμῷ πολλοὺς ἀῤῥώστους γράφει, πρῶτόν θ’ ἁπάντων, οὗ μικρὸν πρόσθεν ἐμνημόνευσα, ποικίλως τε καὶ ἀνωμάλως νοσήσαντα, καὶ πολλὰς πολλάκις (ἀπιότ. καὶ ἀχειρόπ. ) εἰς τἀναντία μεταβολὰς ποιησάμενον.
”接着,在疫病中,他记录了许多病人,首先是所有病人中,我刚才提到的那个病情多变且不规则的病人,他多次在没有消退且未施人手的情况下(ἀπιόντων καὶ ἀχειροποιήτων),向对立状态发生了多次转变。
ἄρχεται δὲ τοῦτον τὸν τρόπον· ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξύς.
他以此种方式开始:“在萨索斯,住在阿耳忒弥斯神殿上方的帕罗斯人,患了急热。
ἀλλ’ οὐδὲν εἰς τὸν παρόντα λόγον χρεία πρώτων ἡμερῶν, ὧν δὲ χρῄζω, τούτων μνημονεύσω.
”但对于当前的讨论,并不需要最初几天的记录,我将只提及我所需要的部分。
ἑνδεκάτῃ ἵδρωσεν οὐ δι’ ὅλου, περιέψυξε μὲν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη.
“第十一日,他出汗,并非全身,发冷,但很快又热起来。
σαφῶς γὰρ ἂν τῷ περιέψυξε τὸ ἀνεθερμάνθη ἐναντίον.
”因为显然“热起来”与“发冷”是相对立的。
ἔπειτα δωδεκάτῃ πυρετὸς ὀξὺς, διαχωρήματα χολώδεα, λεπτὰ, πολλὰ, οὔροισιν ἐναιώρημα, παρέκρουσεν.
随后在第十二日急热,胆汁性粪便,清稀且多,尿中有悬浮物,譫妄。
ἑπτακαιδεκάτῃ ἐπιπόνως.
第十七日,情况严重。
οὔτε γὰρ ὕπνοι, ὅ τε πυρετὸς ἐπέτεινεν.
因为既无睡眠,且发热加剧。
εἰκοστῇ ἵδρωσεν δι’ ὅλου, ἄπυρος, διαχωρήματα χολώδεα, ἀπόσιτος, κωματώδης.
“第二十日,全身出汗,退热,胆汁性粪便,厌食,昏睡。
εἰκοστῇ τετάρτῃ ὑπέστρεψεν.
第二十四日,复发。
τριακοστῇ τετάρτῃ ἄπυρος, κοιλίη οὐ ξυνίστατο, καὶ πάλιν ἀνεθερμάνθη.
”“第三十四日,退热,大便不实,接着又热起来。
τεσσαρακοστῇ ἄπυρος, κοιλίη ξυνέστη χρόνον οὐ πολὺν, ἀπόσιτος, σμικρὰ πάλιν ἐπύρεξε.
”“第四十日,退热,大便结实,但为时不久,厌食,又轻微发热。
πάλιν· εἰ γάρτοι διαλείποι καὶ διακουφίσαιεν, πάλιν ταχὺ ὑπέστρεφεν.
”又说:“因为如果热退且病情缓解,很快又会复发。
ἐναντίον γὰρ τῷ διακουφίσαι τὸ ὑποστρέψαι.
”因为“复发”与“缓解”是相对立的。
καὶ τὰ κατὰ κοιλίην, φησὶ, συνιστάμενα, καὶ πάλιν διαλυόμενα.
他又说:“大便时而结实,时而稀溏。
τὸ γὰρ συνίστασθαι τῷ διαλύεσθαι ἐναντίον.
”因为“结实”与“稀溏”是相对立的。
ἑξῆς δ’ ἑτέραν ἄῤῥωστον ἐκτιθέμενος, ὀγδόῃ, φησὶ, πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας, καὶ ταχὺ πάλιν κατενόει.
接着他举出另一个病妇:“第八日,她严重譫妄,接下来的几天也是如此,接着又很快清醒。
καὶ πάλιν ἑξῆς· εἰκοστῇ μικρὰ περιέψυξε, καὶ ταχὺ πάλιν ἀνεθερμάνθη.
”接下去又说:“第二十日,她轻微发冷,接着又很快热起来。
καὶ αὖθις· ἑβδόμῃ καὶ εἰκοστῇ ἄπυρος, κοιλία ξυνέστη.
”再次:“第二十七日,退热,大便结实。
οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ χρόνον πολὺν, πυρετοὶ δὲ πάλιν παρείποντο.
不久之后,右髋剧痛,持续了很长时间,发热再次随之而来。
εἶτ’ ἐφεξῆς· καὶ τὰς ἑπομένας ἄφωνος, καὶ πάλιν κατενόει καὶ διελέγετο.
”接着:“随后的几天失语,接着又清醒并能交谈。
ἀλλὰ τί δεῖ μακρολογεῖν ἁπάντων μνημονεύοντα μυρίων μυριάκις ὄντων;
”然而,既然有成千上万个例子,何必冗长地全部提及呢?
οὕτω πολλὰ παρ’ αὐτοῦ τοῦ τοιούτου εἴδους τῆς ἑρμηνείας.
在他那里,这种类型的表达方式就是如此之多。
ὡς ὅταν λέγῃ, κωματώδης καὶ πάλιν ἄγρυπνος, ἐναργῶς ἀντιτίθησι τῇ ἀγρυπνίᾳ τὸ κῶμα.
因此,当他说“昏睡,接着又是失眠”时,他显然是将昏睡与失眠相对立。
καὶ μὴν ἀγρυπνίᾳ καταφορὰν εἰς ὕπνον ἔχεις ἀντιτιθέναι, καὶ οὐδὲν ἄλλο τοίνυν θάτερον ἀναφαίνεται πάλιν ἐκ τοῦ κώματος σημαινόμενον.
而且,你只能将“陷入睡眠”与失眠相对立,因此,通过昏睡所表达的显然没有别的东西,正是后者(陷入睡眠)。
τί δ’ ὅταν λέγῃ, κατεῖχε δ’ ἢ τὸ κῶμα συνεχὲς οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι.
那么,当他说“要么是持续的不伴睡眠的昏睡控制了他们,要么是伴有痛苦的失眠”时,又意味着什么呢?
καὶ γὰρ ἂν καὶ τὸ τοιοῦτο εἶδος τῆς ἑρμηνείας ἴδιον Ἱπποκράτει, ἐπισημαίνεσθαι τὰ συνέπεσθαι μὲν εἰωθότα, νῦν δ’ οὐχ ἑπόμενα παρὰ λόγον.
因为这种类型的表达方式也是希波克拉底所特有的,即特意指出那些通常相伴发生、但现在却反常地没有随之发生的现象。
οἷον ὅταν εἴπῃ, οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο, καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν.
例如,当他说:“因此,稽留热仅发生在极少数人身上,而这些病人的痛苦最少。
οὔτε γὰρ αἱμοῤῥαγίη, εἰ μὲ πάνυ τι σμικρὰ καὶ ὀλίγοισιν, οὔτε παράληροι.
因为既没有鼻出血(除非在少数人身上极微量),也没有神志不清。
καὶ μετὰ ὀλίγα· οὐδ’ ἀποθανόντα οὐδένα οἶδα τότε καύσῳ, οὐδὲ φρενιτικὰ τότε γενόμενα.
”稍后又说:“当时我不知道有任何人因稽留热而死亡,也不知道当时发生了狂躁病。
δι’ ἅ λάβρον ἐκ ῥινῶν αἱμοῤῥαγεῖν, ἅπτεσθαι τῆς διανοίας, ὀξεῖς σχεῖν κινδύνους, μηδὲν ἀπαντῆσαν τηνικαῦτα, ὁμοίως ἐπισημαίνεται.
”由于这些原因,诸如鼻腔大出血、神志受损、面临急性危险等情况在当时完全没有发生,他也同样特意指出。
καὶ τὸ ἐπιφερόμενον δ’, οὐδὲ φρενιτικὰ οἶδα τότε γενόμενα, κατὰ τὸν αὐτὸν εἴρηται λόγον.
随后的“我也不知道当时发生了狂躁病”这句话,也是根据同样的道理说的。
ἐπὶ γὰρ ταῖς αὐταῖς καταστάσεσι καὶ τοῖς αὐτοῖς αἰτίοις οἵ τε καῦσοι καὶ φρενίτιδες, ἀμέλει κατὰ τὴν ὥραν πλεονάζουσι τὴν θερινὴν, καὶ ἐν χωρίοις θερμοτέροις, καὶ ἐν ἡλικίᾳ τῇ τῶν ἀκμαζόντων, καὶ ἐν φύσεσι θερμοτέραις, καὶ διαιτήμασιν ὡσαύτως, καὶ ἐπιτηδεύμασιν.
因为在同样的体质和相同的原因下,稽留热和狂躁病自然会在夏季、温暖的地区、壮年时期、热性体质,以及在饮食和活动中多发。
καὶ τὰ φρενιτικὰ πλεονάζειν ἀξιοῦν ἦν, ὡς παράλογον ἐπισημήνασθαι τὸ ἀπαντῆσαν, φρενίτιδες μὲν οὐδ’ ὅλως ἐγένοντο, καῦσοι δὲ πολλοί.
而当时本应预期狂躁病症状也会多发,因此,他将所发生的情况作为反常现象特意指出,即狂躁病完全没有发生,而稽留热却很多。
κατὰ τὴν αὐτὴν γνώμην εἴρηται καὶ ταῦτ’· ἦν δ’ ἡ κατάστασις τῶν γενομένων καύσων. ἀρχόμενοι κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς οὐκ ὀξὺς, οὐδὲ διψώδεες λίην, οὐδὲ παράληροι.
基于同样的意图,他也说了这些话:“而发生的稽留热的状态是:开始时呈昏睡状态、恶心、发冷,发热不急,也不过度口渴,亦无譫妄。 ”