§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΠΑΡ’ ΠΙΠΟΚΡΑΤΕΙ ΚΩΜΑΤΟΣ ΒΙΒΛΙΟΝ.
Τί ποτε σημαίνει τὸ τοῦ κώματος ὄνομα παρ’ Ἱπποκράτει;
盖伦著《论希波克拉底著作中的昏睡》在希波克拉底那里,“昏睡”这个名称究竟意味着什么?
πότερον τὴν εἰς ὕπνον καταφορὰν, ὥς τινες τῶν ἐξηγησαμένων ἔφασαν; ἢ ὕπνον αὐτόν;
是像一些注释者所说的那样,是陷入睡眠,还是睡眠本身?
ἢ, καθάπερ ἄλλοι, τὴν ὑπνώδη καταφοράν;
或者,像其他人一样,是多眠的沉睡?
καὶ γὰρ καὶ οὕτως ὠνόμασάν τινες ἐν συνθέτῳ προσηγορίᾳ τὴν ἐξήγησιν ποιησάμενοι.
因为确实有一些人在复合称呼中进行解释,并如此命名。
τινὲς δ’ οὐδὲν μὲν τούτων, τὴν ληθαργικὴν δὲ καταφορὰν κῶμα πρὸς τοῦ ἀνδρὸς ὀνομάζεσθαί φασι.
而另起一些人则认为都不是,他们说,那种嗜睡性的沉睡被此人称为“昏睡”。
παρὰ μὲν τῶν ἄλλων παλαιῶν οὐδὲ μία γένοιτ’ ἂν μεγάλη μαρτυρία· καὶ γὰρ εἰ καὶ μάλιστα καθ’. ἑτέρου πράγματος ἐκεῖνοι τοὔνομα φέρουσιν, οὐδὲν κωλύει τὸν Ἱπποκράτην διαφερόντως χρῆσθαι.
从其他古人那里得不到任何重大的证据;因为即使他们把这个名字最主要地用于另一个事物,也并不妨碍希波克拉底以不同的方式使用它。
αὐτίκα παρὰ τῷ ποιητῇ δόξειεν ἂν ὕπνον δηλοῦν τοὔνομα· Ἦ με μάλ’ αἰνοπαθῆ μαλακὸν περὶ κῶμ’ ἐκάλυψεν.
例如,在诗人(荷马)那里,这个名字似乎表示睡眠: “确实,在我这个遭受极度痛苦的人身上,笼罩了温柔的昏睡。
καὶ
— — ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα.
” 以及 “……因为我为他笼罩了温柔的昏睡。
ἀλλ’ οὐχ Ἱπποκράτης οὕτω φαίνεται χρώμενος, εἴγε καὶ μετὰ ἀγρυπνίας πολλάκις τὸ κῶμα γίγνεσθαί φησι καὶ φρενιτικοῖς συνεδρεύειν.
” 但希波克拉底似乎并非如此使用它,因为他甚至说昏睡经常伴随失眠发生,并与狂躁病患者并存。
ἐν ἀρχῇ μὲν τοῦ προῤῥητικοῦ τάδε γράφει· οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί εἰσιν;
在《预言》的开头,他这样写道: “那些在开始时变得昏睡、伴有头部、腰部、季肋部、颈部疼痛且失眠的人,难道是狂躁病患者吗?
ἐν δὲ τῷ τρίτῳ τῶν ἐπιδημιῶν (ἀπό τινων τῶν ὁμολογουμένων αὐτοῦ γνησίων βιβλίων λάβωμεν τὰς μαρτυρίας) ὧδέ πως φησιν· ἑνδεκάτῃ κατενόει, κωματώδης δὲ ἦν, οὖρα πολλὰ, λεπτὰ καὶ μέλανα, ἄγρυπνος.
” 而在《流行病》第三卷中(让我们从他公认的真作中获取证据),他大约这样说道: “第十一日,他清醒,但呈昏睡状态,尿多、清且黑,失眠。
εἶτ’ ἐφεξῆς ταῦτά φησι· ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδεα, καὶ κῶμα παρείπετο, ἀπόσιτος, ἄγρυπνος, ἄθυμος.
” 接着,他说道: “在此妇人,尿自始至终呈黑色、清且水样,并伴有昏睡、厌食、失眠、抑郁。
ἐν πάσαις γὰρ ταῖς εἰρημέναις ῥήσεσιν ἀγρυπνίας καὶ κώματος φαίνεται μνημονεύων.
” 因为在所有这些提到的段落中,他似乎都同时提到了失眠与昏睡。
ἕτερον δ’ ἄῤῥωστον αὖθις γράφων ἐν τῷ αὐτῷ βιβλίῳ φησί· τουτέῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ μέλανα, κωματώδης, ἄγρυπνος.
在同一本书中,他在描写另一个病人时又说: “在此人,自始至终,据我所知,腹部失调,尿清且黑,昏睡,失眠。
ὥστ’ ἄντικρυς εἶναι δῆλον, ὅτι μηδ’ ὕπνον, μηδὲ καταφορὰν παρ’ αὐτῷ δηλοῖ τὸ τοῦ κώματος ὄνομα.
” 因此,显而易见,在他那里,“昏睡”这个名称既不表示睡眠,也不表示沉睡。
διὰ τοῦτο, οἶμαι, τινὲς τῶν ἐξηγητῶν ἀπὸ τοῦ κωμάζειν φασὶ τοὺς κωματώδεις ὠνομάσθαι· ἐγρηγορέναι μὲν γὰρ καὶ τοὺς κωμάζοντας, ἐγρηγορέναι δὲ καὶ τοὺς κωματώδεις.
我想,正是因为这个原因,一些注释者说“昏睡者”是得名于“狂欢”;因为狂欢者是醒着的,而昏睡者也是醒着的。
καὶ νὴ Δία ὥσπερ οἱ κωμάζοντες οὐ πάνυ τι κατανεύουσιν, οὕτως οὐδὲ τοὺς κωματίζοντας, καὶ μάλιστα τοῖν ὀφθαλμοῖν.
誓以宙斯之名,正如狂欢者完全不合眼点头一样,昏睡者也是如此,尤其是在双眼上。
ὑγρούς τε γὰρ εἶναι καὶ ἐρυθροὺς καὶ ἀστηρίκτους καὶ ἐνδεδυμένους· ἀλλὰ τὸ πᾶν ἀμφοτέροις σῶμα σφαλερὸν ἐν ταῖς κινήσεσι καὶ ἀκρατές·
因为双眼湿润、发红、不稳定且凹陷;但两者的整个身体在运动中都是摇晃且无法自控的。
αὐτὸν διὰ τοῦτο καὶ τὸν Ἱπποκράτην περὶ τῆς ὅλης συνδρομῆς ἀπορεῖν, εἴτε χρὴ φρενιτικοὺς αὐτοὺς ὀνομάζειν, εἴτ’ ἄλλο τι.
由于这个原因,希波克拉底自己对这整个综合征也感到困惑,不知是该称他们为狂躁病患者,还是别的什么。
φρενιτικοὺς μὲν γὰρ εὐλαβεῖσθαι καλεῖν, μηδέπω παραπαίοντας· ἅπαντα δὲ ὁρῶντα συμπτώματα φρενιτικὰ, καὶ γὰρ κεφαλὴν, ὀσφὺν ὑποχόνδριον, καὶ τράχηλον ἀλγοῦντα, μήτε σφάλμα τι, μήτ’ ἄγνοιαν μηδεμίαν ὑποστέλλεσθαι.
因为他谨慎于称他们为狂躁病患者,因为他们还没有譫妄;但看到所有狂躁病的症状,即头部、腰部、季肋部和颈部疼痛,他并没有隐瞒任何错误或无知。
ταῦθ’ ὡς μὲν οὐκ ἔχει πιθανῶς, οὐδεὶς ἀντείποι· οὐδὲ μὴν ἱκανῶς ἐμοὶ γοῦν, οὐδὲ μετ’ ἀποδείξεως εἰρῆσθαι δοκεῖ.
没有人会反对说这些话听起来不合情理;然而,至少在我看来,这些话既不够充分,也没有得到证明。
ἐχρῆν γὰρ ἐξ Ἱπποκράτους αὐτοῦ τὴν ἐξήγησιν ποιεῖσθαι τῆς λέξεως, ἵνα μὴ μόνον ὅτι πιθανῶς εἴρηται λέγειν ἔχωμεν, ἀλλ’ ὅτι καὶ κατὰ τὴν ἐκείνου γνώμην.
因为本应当从希波克拉底本人那里对该词进行解释,这样我们不仅可以说它说得合情理,而且可以说是符合他的本意的。
οὐ γὰρ ἡγοῦμαι τοῦτο χρῆναι σκοπεῖσθαι μόνον τὸν ἀγαθὸν ἐξηγητὴν, εἰ πιθανῶς ἢ ἀληθῶς εἴρηκεν, ἀλλ’ εἰ καὶ τῆς γνώμης ἔχεται τοῦ συγγραφέως, ὅπερ οὐκ ἐν τῷ πρόσθεν λόγῳ·
因为我认为一个好的注释者不应该只考虑他是否说得合情理或真实,而应该考虑他是否符合作者的本意,而这在先前的讨论中并未做到。
καίτοι γε μέρος τι τῆς περὶ τοὔνομα γνώμης τοῦ παλαιοῦ δέδεικται διὰ τῶν ῥήσεων, ἐν αἷς ἀγρυπνίαν τὸ κῶμα γνοὺς ἐφαίνετο.
尽管这位古人关于该名称的部分意图,已经通过那些表明他将昏睡视作伴随失眠的引文中展现出来了。
καί τις ἴσως ἔχειν ἤδη τὸ πᾶν δόξειεν ἂν, ἀλλ’ ἂν βραχὺ περιμείνας ἀκούσῃ ἐκ τοῦ αὐτοῦ βιβλίου τοῦ τρίτου τῶν ἐπιδημιῶν ῥήσεων ἑτέρων, οὐχ ὅπως τὸ πᾶν, ἀλλ’ οὐδὲ τὸ ἥμισυ τοῦ παντὸς ἑαυτὸν εὑρήσει γιγνώσκοντα.
也许有人会觉得已经掌握了全部,但如果他稍微等待,听取同一部《流行病》第三卷中的其他引文,他就会发现自己不仅没有掌握全部,甚至连全部的一半都不知道。