- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 7. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1824.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg052.humanitext-grc1:2#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ガレノスは、ヒポクラテスが不眠とコーマ(昏睡)を常に対比していることを示すため、『流行病』から数多くの症例を引用し、コーマが特定の対立状態を意味していることを立証する。また、通常ならば必然的に伴うはずの症状が例外的に現れなかったことをあえて特記するという、ヒポクラテス独自の表現様式を分析する。
Σκόπει οὖν, ἐπί τινος ἀῤῥώστου γυναικὸς ἃ λέγει. ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, οἰκέτεω γυναῖκα, πῦρ ἔλαβεν, ἀρχομένη δὲ κωματώδης, καὶ πάλιν ἄγρυπνος. φαίνεται γὰρ διαστέλλων1 κατ’ ἀντίθεσιν τὸ κῶμα τῆς ἀγρυπνίας, ὡς ἐναντία. αὖθις δ’ ἐν τῇ λοιμώδει καταστάσει, κωματώδεές, φησιν, ἐπὶ πολὺ, καὶ πάλιν ἄγρυπνοι. καὶ μετ’ ὀλίγα· κωματώδεες δὲ μάλιστα οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες ἦσαν. ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασι, τοῖσι μεγίστοισιν, ὅτι μετὰ πυρετοῦ γίνοιτο. διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο, ἢ λεπτοὺς καὶ μικροὺς ὕπνους κοιμᾶσθαι. καὶ πάλιν· ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξὺς, κατ’ ἀρχὰς συνεχὴς, καυσώδης, διψώδης, ἀρχόμενος κωματώδης, καὶ πάλιν ἄγρυπνος. ἐν ἅπασι γὰρ τούτοις ἀντιτίθησι τὴν ἀγρυπνίαν τῷ κώματι. συνήθως γοῦν οὕτως ἑρμηνεύων, μυριάκις εὑρήσεις αὐτὸν, ὅταν ἐναντίων πραγμάτων μνημονεύῃ, τὸν τρόπον τοῦτον γράφοντα, μᾶλλον δὲ οὐδέποτ’ ἄλλως, οἷον ἐκ πολλῶν ὀλίγα παραγράψω ἐκ τοῦ αὐτοῦ βιβλίου. κάλλιον γὰρ ἐξ ἑνὸς εἶναι δοκεῖ πάντα τὰ παραδείγματα λαβεῖν. δύο γυναῖκας ἀναγράφων πρὸ τῆς λοιμώδους καταστάσεως, ἐπὶ μὲν τῆς προτέρης φησὶν, ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, οἰκέτεω γυναῖκα, πῦρ ἔλαβεν, ἀρχομένη δὲ κωματώδης, καὶ πάλιν ἄγρυπνος. ἐπὶ δὲ τῆς δευτέρας φησί· γυναῖκα, ἥτις κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τότε τεκοῦσαν πρῶτον ἐπιπόνως ἄρσεν, πῦρ ἔλαβεν· καὶ πάλιν εἰς νύκτα ἐπεῤῥίγωσεν, ἄκρεα οὐκ ἀνεθερμαίνοντο, οὐκ ὕπνωσε, σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει· η΄ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, διψώδης, κωματώδης, ἀσώδης. ἑξῆς δ’ ἐν τῷ λοιμῷ πολλοὺς ἀῤῥώστους γράφει, πρῶτόν θ’ ἁπάντων, οὗ μικρὸν πρόσθεν ἐμνημόνευσα, ποικίλως τε καὶ ἀνωμάλως νοσήσαντα, καὶ πολλὰς πολλάκις (ἀπιότ. καὶ ἀχειρόπ.)2 εἰς τἀναντία μεταβολὰς ποιησάμενον. ἄρχεται δὲ τοῦτον τὸν τρόπον· ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξύς. ἀλλ’ οὐδὲν εἰς τὸν παρόντα λόγον χρεία πρώτων ἡμερῶν, ὧν δὲ χρῄζω, τούτων μνημονεύσω. ἑνδεκάτῃ ἵδρωσεν οὐ δι’ ὅλου, περιέψυξε μὲν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. σαφῶς γὰρ ἂν τῷ περιέψυξε τὸ ἀνεθερμάνθη ἐναντίον. ἔπειτα δωδεκάτῃ πυρετὸς ὀξὺς, διαχωρήματα χολώδεα, λεπτὰ, πολλὰ, οὔροισιν ἐναιώρημα, παρέκρουσεν. ἑπτακαιδεκάτῃ ἐπιπόνως. οὔτε γὰρ ὕπνοι, ὅ τε πυρετὸς ἐπέτεινεν. εἰκοστῇ ἵδρωσεν δι’ ὅλου, ἄπυρος, διαχωρήματα χολώδεα, ἀπόσιτος, κωματώδης. εἰκοστῇ τετάρτῃ ὑπέστρεψεν. τριακοστῇ τετάρτῃ ἄπυρος, κοιλίη οὐ ξυνίστατο, καὶ πάλιν ἀνεθερμάνθη. τεσσαρακοστῇ ἄπυρος, κοιλίη ξυνέστη χρόνον οὐ πολὺν, ἀπόσιτος, σμικρὰ πάλιν ἐπύρεξε. πάλιν· εἰ γάρτοι διαλείποι καὶ διακουφίσαιεν, πάλιν ταχὺ ὑπέστρεφεν. ἐναντίον γὰρ τῷ διακουφίσαι τὸ ὑποστρέψαι. καὶ τὰ κατὰ κοιλίην, φησὶ, συνιστάμενα, καὶ πάλιν διαλυόμενα. τὸ γὰρ συνίστασθαι τῷ διαλύεσθαι ἐναντίον. ἑξῆς δ’ ἑτέραν ἄῤῥωστον ἐκτιθέμενος, ὀγδόῃ, φησὶ, πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας, καὶ ταχὺ πάλιν κατενόει. καὶ πάλιν ἑξῆς· εἰκοστῇ μικρὰ περιέψυξε, καὶ ταχὺ πάλιν ἀνεθερμάνθη. καὶ αὖθις· ἑβδόμῃ καὶ εἰκοστῇ ἄπυρος, κοιλία ξυνέστη. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ χρόνον πολὺν, πυρετοὶ δὲ πάλιν παρείποντο. εἶτ’ ἐφεξῆς· καὶ τὰς ἑπομένας ἄφωνος, καὶ πάλιν κατενόει καὶ διελέγετο. ἀλλὰ τί δεῖ μακρολογεῖν ἁπάντων μνημονεύοντα μυρίων μυριάκις ὄντων; οὕτω πολλὰ παρ’ αὐτοῦ τοῦ τοιούτου εἴδους τῆς ἑρμηνείας. ὡς ὅταν λέγῃ, κωματώδης καὶ πάλιν ἄγρυπνος, ἐναργῶς ἀντιτίθησι τῇ ἀγρυπνίᾳ τὸ κῶμα. καὶ μὴν ἀγρυπνίᾳ καταφορὰν εἰς ὕπνον ἔχεις ἀντιτιθέναι, καὶ οὐδὲν ἄλλο τοίνυν θάτερον ἀναφαίνεται πάλιν ἐκ τοῦ κώματος σημαινόμενον. τί δ’ ὅταν λέγῃ, κατεῖχε δ’ ἢ τὸ κῶμα συνεχὲς οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι.3 καὶ γὰρ ἂν καὶ τὸ τοιοῦτο εἶδος τῆς ἑρμηνείας ἴδιον Ἱπποκράτει, ἐπισημαίνεσθαι τὰ συνέπεσθαι μὲν εἰωθότα, νῦν δ’ οὐχ ἑπόμενα παρὰ λόγον. οἷον ὅταν εἴπῃ, οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο, καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὔτε γὰρ αἱμοῤῥαγίη, εἰ μὲ πάνυ τι σμικρὰ καὶ ὀλίγοισιν, οὔτε παράληροι. καὶ μετὰ ὀλίγα· οὐδ’ ἀποθανόντα οὐδένα οἶδα τότε καύσῳ, οὐδὲ φρενιτικὰ τότε γενόμενα. δι’ ἅ λάβρον ἐκ ῥινῶν αἱμοῤῥαγεῖν,4 ἅπτεσθαι τῆς διανοίας, ὀξεῖς σχεῖν κινδύνους, μηδὲν ἀπαντῆσαν τηνικαῦτα, ὁμοίως ἐπισημαίνεται. καὶ τὸ ἐπιφερόμενον δ’, οὐδὲ φρενιτικὰ οἶδα τότε γενόμενα, κατὰ τὸν αὐτὸν εἴρηται λόγον. ἐπὶ γὰρ ταῖς αὐταῖς καταστάσεσι καὶ τοῖς αὐτοῖς αἰτίοις οἵ τε καῦσοι καὶ φρενίτιδες, ἀμέλει κατὰ τὴν ὥραν πλεονάζουσι τὴν θερινὴν, καὶ ἐν χωρίοις θερμοτέροις, καὶ ἐν ἡλικίᾳ τῇ τῶν ἀκμαζόντων, καὶ ἐν φύσεσι θερμοτέραις, καὶ διαιτήμασιν ὡσαύτως, καὶ ἐπιτηδεύμασιν. καὶ τὰ φρενιτικὰ πλεονάζειν ἀξιοῦν ἦν, ὡς παράλογον ἐπισημήνασθαι τὸ ἀπαντῆσαν, φρενίτιδες μὲν οὐδ’ ὅλως ἐγένοντο, καῦσοι δὲ πολλοί. κατὰ τὴν αὐτὴν γνώμην εἴρηται καὶ ταῦτ’· ἦν δ’ ἡ κατάστασις τῶν γενομένων καύσων. ἀρχόμενοι κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς οὐκ ὀξὺς, οὐδὲ διψώδεες λίην, οὐδὲ παράληροι.
それゆえ、ある病気の女性について彼が述べていることを見てみるがよい。「別の、ある召使いの妻は、妊娠五ヶ月頃の流産から熱発し、初期にはコーマ状態となり、そしてまた不眠であった。」なぜなら、彼はコーマを不眠から対比によって、相反するものとして区別しているように見えるからである。また、疫病の全身状態において、彼はこう述べている。「多くの場合にコーマ状態となり、そしてまた不眠であった。」そして少し後に、「とりわけ狂躁病患者と稽留熱の患者がコーマ状態であった。しかし実に、発熱を伴って生じる他の最大の病気についても同様であった。しかし終始、ほとんどの患者に重いコーマが随伴するか、あるいは浅く短い眠りにとどまるかのどちらかであった。」また、次のようにある。「タソスにおいて、アルテミス神殿の上手に臥せっていたパロス出身の男が、急性の、初期には持続的な、稽留性の、渇きを伴う熱に襲われ、初期にはコーマ状態となり、そしてまた不眠であった。」なぜなら、これらすべての箇所において、彼は不眠をコーマと対置しているからである。ともかくこのように表現するのが彼の習慣であり、彼が相反する事柄に言及するときには、彼がこの方法で書いているのを、あるいはむしろ他の方法では決して書いていないのを、数え切れないほど見出すであろう。多くのうちから少しだけ、同じ書物から書き抜いてみよう。なぜなら、すべての例を一つの書物から取る方が良いと思われるからである。疫病の全身状態の前に二人の女性を記録しているが、先の方についてはこう述べている。「別の、ある召使いの妻は、妊娠五ヶ月頃の流産から熱発し、初期にはコーマ状態となり、そしてまた不眠であった。」また、後の方についてはこう述べている。「偽市場の近くに臥せっていた女性で、そのとき初めて難産の末に男児を出産した者が熱発した。そしてまた夜に向けて悪寒がし、四肢は温まらず、眠れず、わずかに譫妄状態になったが、そしてまたすぐに正気に戻った。八日目の正午頃に温まり、渇き、コーマ状態となり、悪心があった。」続いて、彼は疫病において多くの病人を記述しているが、何よりもまず、私が少し前に言及した、多様で不規則な病気にかかり、解決もなく治療も施されないまま(ἀπιόντων καὶ ἀχειροποιήτων)何度も相反する状態へと変化を繰り返したあの患者から始めている。そして彼はこのように始める。「タソスにおいて、アルテミス神殿の上手に臥せっていたパロス出身の男が、急性の熱に襲われた。」しかし、現在の議論にとって最初の数日間の記録は必要ないので、私が必要とするものだけを言及しよう。「十一日目に、全身ではないが汗をかいた。冷え込んだが、すぐにまた温まった。」なぜなら、明らかに「冷え込んだ」に対して「温まった」は相反するからである。その後、十二日目に急性の熱、胆汁性の便、薄く、多く、尿に浮遊物があり、譫妄状態になった。十七日目には困難な状態であった。というのも、眠りもなく、熱が増悪したからである。「二十日目に全身に汗をかき、熱はなくなり、胆汁性の便、食欲がなく、コーマ状態であった。二十四日目に再発した。」「三十四日目に熱はなくなり、腹は下っていたが、そしてまた温まった。」「四十日目に熱はなくなり、腹は短い間だけ固まったが、食欲がなく、またわずかに発熱した。」また、「というのも、もし熱が間欠し、彼らが快方に向かっても、またすぐに再発したからである。」なぜなら、「快方に向かう」に対して「再発する」は相反するからである。そして、「腹の状態について、」と彼は言う。「固まり、そしてまた緩む。」なぜなら、「固まる」に対して「緩む」は相反するからである。続いて、別の病気の女性を提示しつつ、彼はこう述べている。「八日目に、彼女はひどく譫妄状態になり、続く数日もそうであったが、そしてまたすぐに正気に戻った。」また続いて、「二十日目にわずかに冷え込んだが、そしてまたすぐに温まった。」そして再び、「二十七日目に熱はなくなり、腹は固まった。それから間もなく、右の腰に激しい痛みが長い間続き、熱がまた随伴した。」それから続いて、「続く数日は言葉を失っていたが、そしてまた正気に戻って対話した。」しかし、無数にあるすべてのものを言及して、長々と語る必要がどこにあろうか。彼にはこの種の表現様式がそれほど多いのである。したがって、彼が「コーマ状態となり、そしてまた不眠であった」と言うとき、彼は明らかに不眠とコーマを対置しているのである。そして実に、不眠に対しては眠りへの沈み込みを対置させることができるのであり、したがって、コーマによって再び意味されているのは、これ(眠りへの沈み込み)にほかならないことが明らかになる。では、彼が「あるいは、眠気を伴わない持続的なコーマが彼らを捉えていたか、あるいは苦痛を伴って不眠であった」と言うときはどうだろうか。というのも、通常ならば随伴するはずの事柄が、今は予想に反して随伴していないことを特記するというのは、ヒポクラテスに独特の表現様式だからである。例えば、彼が次のように言うときである。「稽留熱は極めて少数の人々にしか生じず、これらの患者たちの苦痛は最も少なかった。なぜなら、極めてわずかで少数の人々に生じたものを除けば、鼻出血もなく、うわ言(譫妄)もなかったからである。」そして少し後に、「また、そのとき稽留熱で死亡した者を私は一人も知らず、そのとき狂躁病状態が生じたことも知らなかった。」それゆえ、鼻からの激しい出血、精神への影響、急性の危険に陥ることなどが、そのときまったく生じなかったということを、彼は同様に特記しているのである。そして、それに続く「また狂躁病状態が生じたことも知らなかった」という言葉も、同じ論理に従って語られている。というのも、同じ気候状態(カタスタシス)において、また同じ原因から、稽留熱と狂躁病(フレニティス)は、当然ながら夏季に、また温暖な地域において、また血気盛んな年齢(青年期)において、また熱い体質において、また同様に食事や日々の活動において、多発するからである。そして狂躁病の症状も多発することが期待される状況であったため、生じた事態(すなわち、狂躁病は全く生じなかったが、稽留熱は多く生じたこと)を彼は予想外なこととして特記したのである。これらも同じ意図に従って語られている。「そして、発生した稽留熱の状態は次のようなものであった。初期にはコーマ状態となり、悪心があり、悪寒がし、熱は急性ではなく、ひどく渇くこともなく、譫妄状態にもならなかった。」
- 2διαστέλλων
分詞 διαστέλλων(区別して、対比して)は、主動詞 φαίνεται の補足分詞として機能しており、「区別しているように見える」という意味を表す。
- 2ἀπιότ. καὶ ἀχειρόπ.
写本上の略記で、通常は ἀπιόντων καὶ ἀχειροποιήτων(症状が引き、治療が施されないまま)と復元される。属格独立構文として機能し、人為的な治療を伴わずに病気が自然に変化した様子を表している。
- 2κατεῖχε δ’ ἢ τὸ κῶμα... ἢ μετὰ πόνων ἄγρυπνοι
主語の文法的な不一致(破格、anacoluthon)が見られる。前半は中性単数名詞 τὸ κῶμα が主語であるのに対し、後半は形容詞の男性複数形 ἄγρυπνοι が主語のようになり、患者たち(οἱ κάμνοντες)が暗黙のうちに主語として想定されている。
- 2δι’ ἅ λάβρον ἐκ ῥινῶν αἱμοῤῥαγεῖν
前置詞句 δι’ ἅ(それらの理由で)に導かれ、対格不定詞構文(αἱμοῤῥαγεῖν, ἅπτεσθαι, σχεῖν)が続いている。これらは、後続する動詞 ἐπισημαίνεται の実質的な主語、あるいはその特記される内容を示している。
