Humanitext Reader

盖伦 · 驳论病型作者 §6#1

长周期热型假说的内在矛盾与五日热

第 8 段,共 11 段 · 希腊语

内容简介

作者通过数学论证揭示了对手假设十五日热及更长周期的理论是如何自相矛盾的。此外,他以五日热为例,开始具体展示如果按照对手的逻辑,必然会产生无数种复杂的发热交织重叠模式。

§6#1Ἐπεὶ δ’ ἠνάγκασαν ἡμᾶς ἐάσαντας χρήσιμα τὸν χρόνον εἰς τὴν πρὸς αὐτοὺς ἀντιλογίαν ἀναλίσκειν, ἐπιδείξωμεν αὐτοῖς, εἰς ὅσον ἀναισθησίας ἥκουσιν αὐτοί τε καὶ οἱ προσέχοντες αὐτοῖς, ὥς τι διδάσκουσι χρήσιμον.
但是,既然他们强迫我们搁置有益的事情,把时间花在对他们的反驳上,那我们就向他们展示,他们自身以及那些听从他们的人,在自以为传授了什么有益知识的时候,已经达到了何等愚蠢的程度。
ὁμολογήσαντες  γὰρ αὐτοὶ περὶ πράγματος ἀδυνάτου γίγνεσθαι σφίσι τοὺς λόγους, ὅμως ὥς τι γυμνάσιον αὐτοὺς μεταχειριζόμενοι, τί δή ποτε τῆς ὅλης θεραπείας οὐδ’ αὐτῷ χιλιοστῷ μέρει γυμνάζονται, πρὸς τῷ καὶ μάχεσθαι τὰς ὑποθέσεις αὐτῶν ἀλλήλαις, ἃς καὶ πρώτας σοι δίειμι;
因为,虽然他们自己也承认他们的讨论是针对不可能实现的事情,但他们仍然把这些当作某种训练来处理,那么,除了他们的假说彼此矛盾(我将首先向你详细说明这些矛盾)之外,他们究竟为什么甚至不在整个治疗方法的千分之一部分中进行训练呢?
τινὲς μὲν αὐτῶν ἄχρι τῶν ε΄ καὶ ι΄ ἡμερῶν τύπων ὑποτίθενται προέρχεσθαι τὰς περιόδους· ἔνιοι δὲ μέχρι τῶν μηνιαίων· εἰσὶ δὲ καὶ οἵ μέχρι δυοῖν ἢ τριοῖν μηνοῖν.
他们中的一些人假设周期可以延伸到十五日热的类型;另一些人则认为可以达到按月计算的类型;甚至还有人认为可以达到两三个月之久。
ἐγὼ δὲ τίνα μὲν ἔχω γνώμην ὑπὲρ ὧν Ἱπποκράτης εἶπεν ἐξωτέρω τῆς τοῦ τεταρταίου περιόδου, ἐν ἑτέροις ἐδήλωσα, δι’ ὧν ἐδίδασκον, ὡς ἐμαυτὸν πείθω, θεωρίαν χρήσιμον τῇ τέχνῃ· νυνὶ δὲ, οὐ γὰρ διδάξαι μοί τι πρόκειται κατὰ τόνδε τὸν λόγον, ἀλλ’ ἐξελέγξαι τοὺς μήτε τὰ χρήσιμα γράφοντας ἐπαινοῦντάς τε θεωρίαν ἀχρηστοτάτην, ἐπὶ πρώτους τρέψομαι τοὺς ἄχρι τοῦ πεντεκαιδεκαταίου τύπου γυμνασίας ἕνεκα προϊέναι φάσκοντας.
至于我,对于希波克拉底所说的超出四日热周期之外的事情持有什么看法,我已在其他著作中予以表明,在那里,正如我自信的那样,我传授了对医术有益的理论;但现在——因为在这篇论述中,我的目的不是要传授什么,而是要反驳那些既不写有益之事却又赞美极无用理论的人——我将首先转向那些声称为了训练而推进到第十五种热型的人。
ἀνατρέποντες γάρ οὗτοι τὴν ἑαυτῶν ὑπόθεσιν ἑτέραις ὑποθέσεσιν, ἃς προστιθέασιν, οὐκ αἰσθάνονται.
因为他们没有意识到,他们用自己添加的其他假说推翻了他们自己的假说。
εἰ γὰρ ὁ διὰ κ΄ καὶ γ΄ ὡρῶν παροξυνόμενος πυρετὸς οὐκ ἔστιν ἀμφημερινὸς προληπτικὸς, ἀναγκαῖον αὐτὸν εἶναι τέτταρας καὶ εἴκοσιν εἰκοστοτεταρταίους· ὥσπερ οὖν καὶ τὸν ὑστεροῦντα μίαν ὥραν εἰκοστοεκταίους εἶναι καὶ τοῦτο κ΄ τε καὶ τέτταρας.
因为,如果每23小时发作一次的高热不是前移型日日热,那么它必然是二十四个二十四日热;正如延迟一小时的也必然是二十六日热,而且这也是二十四个。
οὔκουν ἀληθεύουσιν εἰς ε΄ καὶ ι΄ ἡμέρας ἐκτείνεσθαι τοὺς τύπους ὑποτιθέμενοι.
因此,假设热型延伸到十五天的他们并没有说真话。
πολὺ δὲ μᾶλλον ὅταν ἤτοι τριταίαν ἢ τεταρταίαν ἢ δὴ πεμπταίαν περίοδον, ὥραις ἤτοι δυοῖν, ἢ τρισὶν ὑστερίζουσαν, ἢ προλαμβάνουσαν, εἰς ἐπιπλοκὰς τύπων ἄγωσιν ὁμοίως τοῖς εἰκοσιτέσσαρσιν εἰκοσιεκταίοις.
更不用说,当他们把无论是三日热、四日热还是五日热的周期(延迟或提前两到三小时)引入到热型的重叠中时,就像那二十四个二十六日热一样,情况更是如此。
ἵνα γὰρ ἐάσας τὴν πεντεκαίδεχ’ ἡμερῶν αὐτῶν περίοδον, ἐπὶ τὴν τοῦ πεμπταίου παραγένωμαι, κατὰ τοῦτον τὸν τύπον, ἐὰν μὲν προλάβῃ μίαν ὥραν ὁ παροξυσμὸς, εἴκοσι καὶ τέτταρες ἐννενηκονθεκταῖοι γενήσονται· ἐὰν δὲ ὑστερίζῃ, ἐννενηκοστοογδαῖοι πάλιν κδ΄, εἰ δ΄ αὐτὰ δὴ ὑποτίθενταί τινας ἤδη προλαμβάνοντας καὶ ὑστερίζοντας, ἀναιροῦσιν ἄρδην ἑαυτῶν τὴν ὑπόθεσιν.
因为,姑且不论他们那十五天的周期,而转到五日热的周期:在这种热型下,如果发作提前一小时,就会产生二十四个九十六日热;而如果延迟,则再次是二十四个九十八日热;如果他们假设这些本身就已经在提前和延迟,他们就会彻底摧毁自己的假说。
ὥστε τὸ μὲν ὁλοκλήροις ἡμέραις τε καὶ νυξὶ περιγράφεσθαι τοὺς τύπους ἀναγκαῖον αὐτοὺς ὑποτίθεσθαι, ἢ οὐκ ἔστιν τί ληροῦσιν· ὑποκειμένου δ’ αὐτοῦ, προήξουσιν εἰς μακρὸν ἀριθμὸν ἡμερῶν οἱ τύποι, κᾂν ἐκεῖνοι μὴ θέλωσι.
因此,他们必须假设热型是由完整的昼夜来界定的,否则他们的胡言乱语就毫无意义;但在这一假设下,即便他们不愿意,热型也将推进到极大的天数。
κάλλιον οὖν ἴσως ποιοῦσιν οἱ κατ’ ἀρχὰς εὐθέως ὑποτιθέμενοι τὸν ἀριθμὸν τῶν κατὰ τύπους ἡμερῶν ἀπερίληπτον ὑπάρχειν.
因此,那些从一开始就直接假设对应于热型的天数是无限的人,或许做出了更明智的选择。
εἰ γὰρ καὶ μηδὲν ἄλλο λέγουσι, καλῶς γε ἐκφεύγουσι τὴν πρὸς αὐτοὺς ἀντιλογίαν, οὐχ ὥσπερ οἱ πρόσθεν ὑπὸ σφῶν αὐτῶν καταβάλλονται, μέχρι πεντεκαίδεχ’ ἡμερῶν ὑποτιθέμενοι προϊέναι τοὺς τύπους, ἀναγκαζόμενοι δὲ χρῆσθαι μὴ μόνοις τοῖς ἐκ πολλῶν δεκάδων συγκειμένοις, ἀλλὰ καὶ τοῖς ἐξ ἑκατοντάδων.
因为,哪怕他们没说别的,至少也很好地避免了针对他们自己的反驳,而不像先前那些人那样自食其果——他们一方面假设热型只进行到十五天,另一方面却不得不使用不仅由数十、而且由数百构成的天数。
ἐπεὶ τοίνυν ἀδύνατόν ἐστιν αὐτοῖς φυγεῖν τὸ πλῆθος τῶν τύπων, ἀδύνατον δήπου καὶ τὰς ἐπιπλοκὰς ἀλλήλοις ἐπιπλέκοντας φεύγειν· ἀλλὰ καθάπερ οἱ τοὺς τρεῖς τύπους ὑποθέμενοι μόνους ὑπάρχειν, ἀμφημερινὸν καὶ τριταῖον καὶ τεταρταῖον, ὅμως ἐκ τῆς ἐπιπλοκῆς αὐτῶν συζυγίας ἀποτελοῦσι πολλὰς, οὕτως ἀναγκαῖον ἔσται καὶ τούτοις ἐπιπλέκειν ἀλλήλοις ἅπαντας τοὺς τύπους.
既然如此,由于他们无法避免热型的繁多,自然也无法避免将这些热型相互交织重叠;相反,正如那些假设仅存在三种热型(日日热、三日热和四日热)的人,仍能从它们的重叠中制造出许多配对,那么对于这些人来说,也同样必须将所有热型相互交织在一起。
ὡς οὖν ἐπιπλέκουσι τοὺς τρεῖς, λέγοντες ἑαυτῷ μὲν πρῶτον ἕκαστον, ἔπειτ’ ἀλλήλοις, οὕτως ἀναγκαῖον ἔσται καὶ τούτους ἐπιπλέκειν.
因此,正如他们将这三种热型交织起来,首先让每一种与自身重叠,然后再与彼此重叠,这些人同样必须将这些热型也交织起来。
ἀρξώμεθα οὖν ἀπὸ τοῦ πεμπταίου, καὶ δείξωμεν αὐτοῖς, ὅπως ἐπιπλεκόμενος τῷδε παμπόλλας ποιήσει συζυγίας, οὐδὲν διαφέροντος, εἰ μὴ συζυγίας, ἀλλ’ ἐπιπλοκὰς ὀνομάζοι τις αὐτάς.
那么,让我们从五日热开始,向他们展示它如何通过与自身交织而产生极多的配对,即便不称它们为“配对”而称其为“重叠”,也毫无差别。
μία μὲν γὰρ ἡ συζυγία τοιαύτη· τῇ πρώτῃ τῶν ἡμερῶν ἀρχέσθω πεμπταῖος, εἶθ’ ἡ τρίτη τε καὶ τετάρτη καθαρευέτω πυρετοῦ παντός· ἡ πέμπτη μὲν τοῦ κατὰ τὴν πρώτην ἡμέραν ἀρξαμένου πεμπταίου τὸν δεύτερον ἐχέτω παροξυσμὸν, ἡ δ’ ἕκτη τοῦ κατὰ τὴν δευτέραν· εἶτα τῆς ζ΄ καὶ τῆς η΄ καθαρευουσῶν, ἡ μὲν ἐννάτη τὸν τρίτον ἐχέτω παροξυσμὸν τοῦ πρώτου τῶν πεμπταίων, ἡ δὲ δεκάτη τοῦ δευτέρου καὶ αὐτὴ τὸν τρίτον ἐφεξῆς· καὶ κατὰ τὴν αὐτὴν ἀναλογίαν ὁ τέταρτος πεμπταῖος προερχέσθω, διαφέροντος οὐδὲν εἰς τὰ παρόντα, διπλοῦν πεμπταῖον ἢ δύο πεμπταίους λέγειν, ὅπερ οὐδ’ αὐτὸ συγχωροῦσιν ἅπαντες.
因为,其中一个配对是这样的:在第一天让五日热开始,然后让第三天和第四天都免于任何发热;第五天伴随着在第一天开始的五日热的第二次发作,而第六天则伴随着在第二天开始的那种五日热的第二次发作;然后在第七天和第八天退热的情况下,第九天伴随着第一个五日热的第三次发作,第十天则伴随着第二个五日热的连续的第三次发作;并且按照同样的比例,五日热的第四次发作继续进行——在目前看来,说是“双重五日热”还是“两个五日热”并无分别,尽管这本身也并非所有人均表示赞同。
ἑτέρα συζυγία δυοῖν πεμπταίων. ἡ πρώτη τῶν ἡμερῶν ἕνα παροξυσμὸν ἑνὸς ἐχέτω πεμπταίου (μέθοδον), δευτέρα δὲ καθαρευέτω, κᾄπειθ’ ἡ τρίτη τὸν ἕτερον πεμπταῖον ἀρχόμενον ἐχέτω, σωζομένης τῆς ἀναλογίας ἐν ταῖς ἐφεξῆς ἡμέραις.
两个五日热的另一个配对:第一天伴随着一个五日热的一次发作,第二天退热,然后第三天伴随着另一个五日热的开始,在接下来的日子里其比例得以保持。
ἄλλη συζυγία δυοῖν πεμπταίοιν. ἡ μὲν πρώτη τῶν ἡμερῶν τὸν ἕτερον αὐτῶν, ἡ δὲ τετάρτη τὸν ἕτερον ἀρχόμενον ἐχέτω, τῶν ἑξῆς ἡμερῶν τὴν ἀναλογίαν φυλαττουσῶν.
两个五日热的又一个配对:第一天伴随着它们之中的一个,第四天伴随着另一个的开始,接下来的日子则保持其比例。
τετάρτη συζυγία δυοῖν πεμπταίοιν. ὁ μὲν ἕτερος αὐτῶν εἰσβαλλέτω κατὰ τὴν πρώτην νύκτα.
两个五日热的第四个配对:它们之中的一个在第一个夜晚侵袭。
πέμπτη συζυγία δυοῖν πεμπταίοιν.
两个五日热的第五个配对。

词汇与语法注释

  1. 165ὡς — 此处的接续词 `ὡς` 连同直陈式一起,表达了一种主观的以为或假装(“仿佛”、“好像”)。它讽刺地描述了对手们自认为正在传授某种有益知识的心态。
  2. p.500ὁμολογήσαντες — 句子的主要动词是 `γυμνάζονται`(第三人称复数),分词 `ὁμολογήσαντες` 和 `μεταχειριζόμενοι` 作为主格复数阳性与其主语保持一致。分词 `ὁμολογήσαντες` 具有让步意味(“虽然承认……”),构成了以下结构:“虽然承认他们的讨论是关于不可能的事情,但仍将它们视为……”。
  3. p.501εἰκοστοτεταρταίους — 这些术语分别指“二十四日热”和“二十六日热”。在希腊医学术语中,周期计算是包括两端在内的。每23小时发作一次(提前1小时)的烧,在24重叠下会产生 23 * 24 = 552小时(23天),包容性地被称为二十四日热(`εἰκοστοτεταρταῖος`)。相反,每25小时发作一次(延迟1小时)的烧会产生 25 * 24 = 600小时(25天),包容性地被称为二十六日热(`εἰκοστοεκταῖος`)。
  4. p.503ὁ τέταρτος πεμπταῖος — 原文直译为“第四个五日热”,但这在解释由“两个五日热”(`δύο πεμπταίους`)构成的特定重叠模式的语境中非常不自然。这极有可能是“五日热的第四次发作”(`ὁ τέταρτος παροξυσμός`)的抄写错误或文本错乱。

引用这一段

盖伦, 驳论病型作者 §6#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg049.humanitext-grc1:6%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。