← ガレノス

病型について書いた者たちへの反論

§6#1

長周期の熱型を想定する論理の自己矛盾と五日熱

著者は、熱のタイプを細分化して15日熱やそれ以上を想定する論敵たちの理論がいかに自己矛盾を孕んでいるかを数理的に暴露する。さらに、彼らの論理に従えば発熱の複雑な重複パターン(ペア)が無数に生じることを、五日熱を例にして具体的に示し始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6#1

Ἐπεὶ δ’ ἠνάγκασαν ἡμᾶς ἐάσαντας χρήσιμα τὸν χρόνον εἰς τὴν πρὸς αὐτοὺς ἀντιλογίαν ἀναλίσκειν, ἐπιδείξωμεν αὐτοῖς, εἰς ὅσον ἀναισθησίας ἥκουσιν αὐτοί τε καὶ οἱ προσέχοντες αὐτοῖς, ὥς τι διδάσκουσι χρήσιμον. ὁμολογήσαντες1  γὰρ αὐτοὶ περὶ πράγματος ἀδυνάτου γίγνεσθαι σφίσι τοὺς λόγους, ὅμως ὥς τι γυμνάσιον αὐτοὺς μεταχειριζόμενοι, τί δή ποτε τῆς ὅλης θεραπείας οὐδ’ αὐτῷ χιλιοστῷ μέρει γυμνάζονται, πρὸς τῷ καὶ μάχεσθαι τὰς ὑποθέσεις αὐτῶν ἀλλήλαις, ἃς καὶ πρώτας σοι δίειμι; τινὲς μὲν αὐτῶν ἄχρι τῶν ε΄ καὶ ι΄ ἡμερῶν τύπων ὑποτίθενται προέρχεσθαι τὰς περιόδους· ἔνιοι δὲ μέχρι τῶν μηνιαίων· εἰσὶ δὲ καὶ οἵ μέχρι δυοῖν ἢ τριοῖν μηνοῖν. ἐγὼ δὲ τίνα μὲν ἔχω γνώμην ὑπὲρ ὧν Ἱπποκράτης εἶπεν ἐξωτέρω τῆς τοῦ τεταρταίου περιόδου, ἐν ἑτέροις ἐδήλωσα, δι’ ὧν ἐδίδασκον, ὡς2 ἐμαυτὸν πείθω, θεωρίαν χρήσιμον τῇ τέχνῃ· νυνὶ δὲ, οὐ γὰρ διδάξαι μοί τι πρόκειται κατὰ τόνδε τὸν λόγον, ἀλλ’ ἐξελέγξαι τοὺς μήτε τὰ χρήσιμα γράφοντας ἐπαινοῦντάς τε θεωρίαν ἀχρηστοτάτην, ἐπὶ πρώτους τρέψομαι τοὺς ἄχρι τοῦ πεντεκαιδεκαταίου τύπου γυμνασίας ἕνεκα προϊέναι φάσκοντας. ἀνατρέποντες γάρ οὗτοι τὴν ἑαυτῶν ὑπόθεσιν ἑτέραις ὑποθέσεσιν, ἃς προστιθέασιν, οὐκ αἰσθάνονται. εἰ γὰρ ὁ διὰ κ΄ καὶ γ΄ ὡρῶν παροξυνόμενος πυρετὸς οὐκ ἔστιν ἀμφημερινὸς προληπτικὸς, ἀναγκαῖον αὐτὸν εἶναι τέτταρας καὶ εἴκοσιν εἰκοστοτεταρταίους·3 ὥσπερ οὖν καὶ τὸν ὑστεροῦντα μίαν ὥραν εἰκοστοεκταίους εἶναι καὶ τοῦτο κ΄ τε καὶ τέτταρας. οὔκουν ἀληθεύουσιν εἰς ε΄ καὶ ι΄ ἡμέρας ἐκτείνεσθαι τοὺς τύπους ὑποτιθέμενοι. πολὺ δὲ μᾶλλον ὅταν ἤτοι τριταίαν ἢ τεταρταίαν ἢ δὴ πεμπταίαν περίοδον, ὥραις ἤτοι δυοῖν, ἢ τρισὶν ὑστερίζουσαν, ἢ προλαμβάνουσαν, εἰς ἐπιπλοκὰς τύπων ἄγωσιν ὁμοίως τοῖς εἰκοσιτέσσαρσιν εἰκοσιεκταίοις. ἵνα γὰρ ἐάσας τὴν πεντεκαίδεχ’ ἡμερῶν αὐτῶν περίοδον, ἐπὶ τὴν τοῦ πεμπταίου παραγένωμαι, κατὰ τοῦτον τὸν τύπον, ἐὰν μὲν προλάβῃ μίαν ὥραν ὁ παροξυσμὸς, εἴκοσι καὶ τέτταρες ἐννενηκονθεκταῖοι γενήσονται· ἐὰν δὲ ὑστερίζῃ, ἐννενηκοστοογδαῖοι πάλιν κδ΄, εἰ δ΄ αὐτὰ δὴ ὑποτίθενταί τινας ἤδη προλαμβάνοντας καὶ ὑστερίζοντας, ἀναιροῦσιν ἄρδην ἑαυτῶν τὴν ὑπόθεσιν. ὥστε τὸ μὲν ὁλοκλήροις ἡμέραις τε καὶ νυξὶ περιγράφεσθαι τοὺς τύπους ἀναγκαῖον αὐτοὺς ὑποτίθεσθαι, ἢ οὐκ ἔστιν τί ληροῦσιν· ὑποκειμένου δ’ αὐτοῦ, προήξουσιν εἰς μακρὸν ἀριθμὸν ἡμερῶν οἱ τύποι, κᾂν ἐκεῖνοι μὴ θέλωσι. κάλλιον οὖν ἴσως ποιοῦσιν οἱ κατ’ ἀρχὰς εὐθέως ὑποτιθέμενοι τὸν ἀριθμὸν τῶν κατὰ τύπους ἡμερῶν ἀπερίληπτον ὑπάρχειν. εἰ γὰρ καὶ μηδὲν ἄλλο λέγουσι, καλῶς γε ἐκφεύγουσι τὴν πρὸς αὐτοὺς ἀντιλογίαν, οὐχ ὥσπερ οἱ πρόσθεν ὑπὸ σφῶν αὐτῶν καταβάλλονται, μέχρι πεντεκαίδεχ’ ἡμερῶν ὑποτιθέμενοι προϊέναι τοὺς τύπους, ἀναγκαζόμενοι δὲ χρῆσθαι μὴ μόνοις τοῖς ἐκ πολλῶν δεκάδων συγκειμένοις, ἀλλὰ καὶ τοῖς ἐξ ἑκατοντάδων. ἐπεὶ τοίνυν ἀδύνατόν ἐστιν αὐτοῖς φυγεῖν τὸ πλῆθος τῶν τύπων, ἀδύνατον δήπου καὶ τὰς ἐπιπλοκὰς ἀλλήλοις ἐπιπλέκοντας φεύγειν· ἀλλὰ καθάπερ οἱ τοὺς τρεῖς τύπους ὑποθέμενοι μόνους ὑπάρχειν, ἀμφημερινὸν καὶ τριταῖον καὶ τεταρταῖον, ὅμως ἐκ τῆς ἐπιπλοκῆς αὐτῶν συζυγίας ἀποτελοῦσι πολλὰς, οὕτως ἀναγκαῖον ἔσται καὶ τούτοις ἐπιπλέκειν ἀλλήλοις ἅπαντας τοὺς τύπους. ὡς οὖν ἐπιπλέκουσι τοὺς τρεῖς, λέγοντες ἑαυτῷ μὲν πρῶτον ἕκαστον, ἔπειτ’ ἀλλήλοις, οὕτως ἀναγκαῖον ἔσται καὶ τούτους ἐπιπλέκειν. ἀρξώμεθα οὖν ἀπὸ τοῦ πεμπταίου, καὶ δείξωμεν αὐτοῖς, ὅπως ἐπιπλεκόμενος τῷδε παμπόλλας ποιήσει συζυγίας, οὐδὲν διαφέροντος, εἰ μὴ συζυγίας, ἀλλ’ ἐπιπλοκὰς ὀνομάζοι τις αὐτάς. μία μὲν γὰρ ἡ συζυγία τοιαύτη· τῇ πρώτῃ τῶν ἡμερῶν ἀρχέσθω πεμπταῖος, εἶθ’ ἡ τρίτη τε καὶ τετάρτη καθαρευέτω πυρετοῦ παντός· ἡ πέμπτη μὲν τοῦ κατὰ τὴν πρώτην ἡμέραν ἀρξαμένου πεμπταίου τὸν δεύτερον ἐχέτω παροξυσμὸν, ἡ δ’ ἕκτη τοῦ κατὰ τὴν δευτέραν· εἶτα τῆς ζ΄ καὶ τῆς η΄ καθαρευουσῶν, ἡ μὲν ἐννάτη τὸν τρίτον ἐχέτω παροξυσμὸν τοῦ πρώτου τῶν πεμπταίων, ἡ δὲ δεκάτη τοῦ δευτέρου καὶ αὐτὴ τὸν τρίτον ἐφεξῆς· καὶ κατὰ τὴν αὐτὴν ἀναλογίαν ὁ τέταρτος πεμπταῖος4 προερχέσθω, διαφέροντος οὐδὲν εἰς τὰ παρόντα, διπλοῦν πεμπταῖον ἢ δύο πεμπταίους λέγειν, ὅπερ οὐδ’ αὐτὸ συγχωροῦσιν ἅπαντες. ἑτέρα συζυγία δυοῖν πεμπταίων. ἡ πρώτη τῶν ἡμερῶν ἕνα παροξυσμὸν ἑνὸς ἐχέτω πεμπταίου (μέθοδον), δευτέρα δὲ καθαρευέτω, κᾄπειθ’ ἡ τρίτη τὸν ἕτερον πεμπταῖον ἀρχόμενον ἐχέτω, σωζομένης τῆς ἀναλογίας ἐν ταῖς ἐφεξῆς ἡμέραις. ἄλλη συζυγία δυοῖν πεμπταίοιν. ἡ μὲν πρώτη τῶν ἡμερῶν τὸν ἕτερον αὐτῶν, ἡ δὲ τετάρτη τὸν ἕτερον ἀρχόμενον ἐχέτω, τῶν ἑξῆς ἡμερῶν τὴν ἀναλογίαν φυλαττουσῶν. τετάρτη συζυγία δυοῖν πεμπταίοιν. ὁ μὲν ἕτερος αὐτῶν εἰσβαλλέτω κατὰ τὴν πρώτην νύκτα. πέμπτη συζυγία δυοῖν πεμπταίοιν.

しかし、彼らが我々に、有益な事柄を放っておいて彼らに対する反論に時間を費やすことを強いたのであるから、彼ら自身と彼らに耳を傾ける者たちが、何か有益なことを教えているかのように思い込んで、どれほどの愚鈍さに達しているかを彼らに示してやろう。彼ら自身、自分たちの議論が不可能な事柄についてなされていると認めながらも、それらを何か訓練であるかのように扱っているのに、彼らの仮定が互いに矛盾し合っていることに加えて(それらの矛盾をまずあなたに詳しく説明しよう)、なぜ一体、治療全体の千分の一の部分においてさえ訓練しないのだろうか。彼らのうちのある者たちは、周期が15日熱のタイプまで進むと仮定し、またある者たちは月単位の熱まで、さらにある者たちは二ヶ月または三ヶ月の熱にまで及ぶとする。一方、ヒッポクラテスが四日熱の周期を超えたものについて語ったことに関して、私がどのような意見を持っているかについては、他の著作で明らかにしておいた。そこにおいて私は、自負するところによれば、医術にとって有益な理論を教えたのである。しかし現在は――というのも、この議論において私に課されているのは何かを教えることではなく、有益なことを書くこともせず極めて無益な理論を称賛している者たちを論駁することだからである――訓練のために15日熱のタイプまで進むと主張する者たちに、まず矛先を向けよう。なぜなら彼らは、自分たち自身が付け加える別の仮定によって、自分たちの仮定を覆していることに気づいていないからである。実際、もし23時間ごとに発作の起こる熱が、前倒しになる日日熱ではないとするなら、それは24の24日熱でなければならなくなる。同様に、1時間遅れるものも26日熱でなければならず、これもまた24となる。したがって、タイプが15日間に及ぶと仮定する彼らは、真実を語っていない。ましてや彼らが、三日熱や四日熱、あるいは五日熱の周期で、2時間か3時間遅れるか、あるいは前倒しになるものを、24の26日熱の場合と同様に、タイプの重複へと導く場合はなおさらそうである。なぜなら、彼らの言う15日周期を放っておいて五日熱の周期に移るとして、このタイプにおいて、もし発作が1時間前倒しになるなら、24の96日熱が生じることになるからである。そして、もし遅れるなら、再び24の98日熱となる。もし彼らが、まさにこれら自体がすでに前倒しになったり遅れたりすると仮定するなら、自分たちの仮定を根底から覆すことになる。したがって、彼らはタイプが丸一昼夜によって制限されると仮定せざるを得ないか、さもなければ彼らの戯言は何の意味も持たない。しかしこれが仮定されるなら、彼らが望まなくても、タイプは膨大な数の日数へと進んでしまうだろう。それゆえ、最初から直ちに、タイプに応じた日数は無限に存在すると仮定する者たちの方が、おそらく賢明なことをしている。なぜなら、彼らは他に何も言わないとしても、自分たちに対する反論をうまく逃れているからであり、それは、タイプが15日間に及ぶと仮定しながら、数十からなる数だけでなく、数百からなる数をも用いざるを得なくなり、自分自身によって打ち倒される前者の者たちのようではないからである。そうなると、彼らにとってタイプの多さを避けることが不可能である以上、それらを互いに複雑に絡み合わせる重複を避けることも当然不可能である。むしろ、日日熱、三日熱、四日熱の三つのタイプだけが存在すると仮定する者たちが、それでもそれらの重複から多くのペアを作り出すように、彼らにとっても、すべてのタイプを互いに絡み合わせることが必要となるだろう。したがって、彼らがその三つを、まずそれぞれ自身と、次いで互いに絡み合わせるように、これらのタイプも同様に絡み合わせることが必要となる。それでは、五日熱から始めて、それがこれと絡み合うことで、どれほど多くのペアを作り出すかを示してやろう。それらをペアと呼ばずに重複と呼んだところで、何の違いもない。なぜなら、一つのペアは次のようなものである。すなわち、1日目に五日熱が始まり、次いで3日目と4日目はあらゆる熱から免れているとする。そして、5日目は1日目に始まった五日熱の2回目の発作を伴い、6日目は2日目に始まった五日熱の2回目の発作を伴う。次いで7日目と8日目が熱を免れた上で、9日目は最初の五日熱の3回目の発作を伴い、10日目は二番目の五日熱の、これまた連続する3回目の発作を伴う。そして同じ割合で4回目の発作が進んでいく。現在においては、「二重五日熱」と言うか「二つの五日熱」と言うかは何の違いもないが、これ自体、すべての者が合意しているわけではない。二つの五日熱のもう一つのペア。1日目は一つの五日熱の一つの発作を伴い、2日目は熱がなく、その後に3日目はもう一つの五日熱の開始を伴い、続く日々においてもその割合が保たれる。二つの五日熱のまた別のペア。1日目はそれらのうちの一方を伴い、4日目は他方の開始を伴い、続く日々は割合を維持する。二つの五日熱の四つ目のペア。それらのうちの一方が最初の夜に襲いかかる。二つの五日熱の五つ目のペア。

構文注4 件
  1. 6ὁμολογήσαντες

    文全体の主動詞は γυμνάζονται(三人称複数)であり、分詞 ὁμολογήσαντες と μεταχειριζόμενοι はその主語に対する主格主語呼応(nom. pl. masc.)として係る。譲歩的な意味「自分たちの議論が不可能な事柄についてであると認めながらも」を持ち、文構造は「認めながらも、〜を訓練と扱いながら、なぜ治療の千分の一も訓練しないのか」となる。

  2. 6ὡς

    接続詞 ὡς が直説法を伴って、「〜であるかのように」という主観的な思惑や見せかけを表す。ここでは、論敵たちが「有益なものを何か教えている」と自惚れている様子を皮肉混じりに描写している。

  3. 6εἰκοστοτεταρταίους

    24日熱(24日周期)や26日熱(26日周期)を表す。ギリシア語の病熱周期は包括カウント(両端を含む)で行われるため、23時間周期(24時間より1時間前倒し)の熱が24個重複すると、23 24 = 552時間(23日間)となり、包括的に「24日熱」と呼ばれ、逆に1時間遅れる25時間周期は25 24 = 600時間(25日間)となり、包括的に「26日熱」と呼ばれる。

  4. 6ὁ τέταρτος πεμπταῖος

    原文は「4番目の五日熱」を意味するが、前文で「二つの五日熱(δύο πεμπταίους)」を伴う特定の重複パターン(ペア)を説明している文脈からは不自然である。これは「4回目の発作(ὁ τέταρτος παροξυσμός)」の誤記、あるいはテキストの乱れである可能性が極めて高い。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0057.tlg049.humanitext-grc1:6#1