§5Πολλαῖς δὲ καὶ ἄλλαις λέξεσιν ἔστιν ἑρμηνεῦσαι τὴν αὐτὴν μέθοδον, ἀλλ’ ἀρκεῖ καὶ μέχρι τοσούτου προεληλυθέναι τῆς ματαιοτεχνίας αὐτῶν, ἵνα καὶ διὰ βραχέων κεφαλαίων ἐπιδεῖξαι δυνηθῶμεν ἕκαστον τῶν ἑπομένων ἁμαρτημάτων, ἀρξάμενοι πάλιν ἀπὸ τῶν προχειροτέρων.
也可以用许多其他措辞来解释这同一方法,但将他们这种无益之术的研究进行到此程度已然足够,以便我们能够通过简短的要点来展示接下来的每一个错误,并再次从较易着手的内容开始。
ἐπειδὴ γὰρ ὅταν ἡ κατὰ τοὺς παροξυσμοὺς περίοδος ὡρῶν ᾖ δώδεκα, δύνανται μὲν εἶναι καὶ δύο ἀμφημερινοὶ, δύνανται δὲ καὶ τριταῖοι τέτταρες, καὶ τεταρταῖοι δ’ οὐδὲν ἧττον ἓξ, καὶ ὀκτὼ πεμπταῖοι, καὶ δέκα ἑκταῖοι, καὶ δώδεκα ἑβδομαῖοι, καὶ δεκατέσσαρες ὀγδοαῖοι, καὶ δεκαὲξ ἐνναταῖοι, καὶ δεκαοκτὼ δεκαταῖοι.
因为,当发作周期为十二小时的时候,既可以有两个日日热,也可以有四个三日热,且同样可以有六个四日热、八个五日热、十个六日热、十二个七日热、十四个八日热、十六个九日热、以及十八个十日热。
πάλιν οὖν κατὰ τόνδε τὸν τρόπον ὁδὸς εὑρίσκεται φλυαρίας οὐ σμικρὰ, στῆναι μὴ δυναμένη, μηδέ τινα σκοπὸν ὡρισμένον ἔχειν, ἔνθα περιγράφειν αὐτὴν ἀναγκαῖον ἔσται.
因此,再次通过这种方式,发现了一条不小的废话之路,它无法止步,也没有任何明确界定的目标作为必须对其进行限制的终点。
τί γὰρ μᾶλλον ἄχρι τῶν ὀκτωκαίδεκα δεκαταίων, ἢ τῶν εἴκοσι δωδεκαταίων, ἢ τῶν εἰκοσιδύο δωδεκαταίων προαίρεσθαι προσῆκεν, ἤ τινος τῶν ἐφεξῆς περιόδων;
因为,为什么选择推进到十八个十日热,或者二十个十二日热,或者二十二个十二日热,会比选择接下来的任何一个周期更为合适呢?
ἔξεστι γὰρ λέγειν εἰκοσιτέσσαρας μὲν εἶναι τρισκαιδεκαταίους, ἓξ δὲ καὶ εἴκοσι τεσσαρεσκαιδεκαταίους, ὀκτὼ δὲ ἐπὶ ταῖς εἴκοσι πεντεκαιδεκαταίους.
因为我们完全可以说有二十四个十三日热、二十六个十四日热、二十八个十五日热。
ὁμοίως τε τούτοις ἔξεστι δὴ προστιθέναι.
而且,确实可以照此同样地累加。
διάκορον μὲν γὰρ ἤδη τοῦτο καὶ κατὰ τοὺς ἀμφημερινούς ἐστιν, ἔτι δὲ ληρωδέστερον ἐπὶ τῶν τριταίων καὶ τεταρταίων, καὶ πολὺ μᾶλλον ἁπάντων τῶν ἐφεξῆς.
因为这即使在日日热的情况下也已经令人厌烦,在三日热和四日热中则更加荒谬,而在接下来的所有情况中则更是如此。
ἡ γοῦν τῶν ἑκκαίδεκα ὡρῶν περίοδος οὐδὲν μᾶλλόν ἐστι τριῶν τριταίων, ἢ ἓξ πεμπταίων, ἢ ἑβδομαίων θ΄.
例如,十六小时的周期,说是三个三日热,并不比说是六个五日热或九个七日热更为合理。
δύναται δὲ αὕτη δώδεκα μὲν ἐνναταίων εἶναι, πεντεκαίδεκα δὲ δεκαταίων, ὀκτωκαίδεκα τρισκαιδεκαταίων, ἑνὸς δὲ ἐπὶ τῶν κ΄ πεντεκαιδεκαταίων, ἀνάλογόν τε τῶν ἐφεξῆς ἁπάντων.
而它也可以是十二个九日热、十五个十日热、十八个十三日热、二十一个十五日热,并且接下来的所有情况均依此类推。
ἀλλ’ ἐμοὶ τὴν ὁδὸν ἀρκεῖ μόνον ἐνδεδεῖχθαι τῆς περὶ τὰ τοιαῦτα ἀπωλείας τοῦ χρόνου.
但对我来说,仅仅指出在这些事情上浪费时间的道路就足够了。
καὶ γάρ τοι καὶ ἡ τῶν η΄ καὶ ι΄ ὡρῶν περίοδος, ἐνδειξάμενος γὰρ ἔτι καὶ τὴν ταύτης ὁδὸν ἐπ’ ἄλλο τι μεταβήσομαι, τεττάρων μέν ἐστι τεταρταίων, ὀκτὼ δὲ ἑβδομαίων, δεκαταίων δὲ δώδεκα.
事实上,十八小时的周期——因为在指出这一周期的方式之后,我将转入其他内容——是四个四日热、八个七日热和十二个十日热。
καὶ τούτων ἁπάντων ἐστὶν ἑκάστου μέθοδος, ὥστε ἐπὶ δακτύλων λογίσασθαι μὴ δεηθέντα διαγράμματος.
而对于所有这些,每一个都有其方法,以至于无需图表即可用手指进行计算。
ἀλλ’ ἐγὼ μὲν ἀντὶ παιδείας ἕκαστον τούτων ἀποκρίνομαι τοῖς προλαβοῦσι παραχρῆμα, διὰ τὸ γεγυμνάσθαι τὴν παιδικὴν ἡλικίαν ἐν ἀριθμοῖς· ἀγύμναστος δὲ ἄνθρωπος οὐ μηνῶν, ἀλλ’ ἐτῶν ὅλων εἰς αὐτοὺς δεῖται χάριν τοῦ γενέσθαι σοφὸς ἐν ἀχρήστοις πράγμασιν, ἃ μετὰ σπουδῆς τινες ἀλλήλοις προβάλλοντες οὐκ αἰδοῦνται.
但我出于童年时期在数字方面受过训练,面对先前的提问者,非但不用显摆学问,反而能立即回答这些问题中的每一个;然而一个未受过训练的人,为了在这些无用的事情上变得聪明,需要的不是几个月,而是整整几年的时间,而某些人竟然毫不羞愧地热切地将这些问题互相向对方提出。
ὅτι μὲν οὖν ἁμαρτάνουσι διττὰ πάντες οἱ τὰ περὶ τύπων ὑπομνήματα γράψαντες, οὔτε τὰς ἰδέας τῶν νοσημάτων διδάσκοντες οὔτε τοῖς εὐχρήστοις τρίβοντες τὸν χρόνον, αὐτάρκως ἡγοῦμαι δεδεῖχθαι.
因此,我认为已经充分地证明了,所有撰写关于发热类型注解书的人都犯了双重的错误,他们既不传授疾病的形式(本质),也不把时间花在有用的事情上。