Humanitext Reader

盖伦 · 驳论病型作者 §4#2

依发作周期的整除关系判定重叠热型

第 6 段,共 11 段 · 希腊语

内容简介

作者通过发作周期(16小时、18小时、5小时等)的具体例子,解释了如何根据它们整除图表中何种热型的小时数来计算重叠发热的种类和数量,并最终将这一计算方法简要总结为数学上的除法关系。

§4#2ὑποκείσθω δὲ πάλιν ἑκκαίδεκα ὡρῶν εἶναι τὴν κατὰ τοὺς παροξυσμοὺς περίοδον.
假设发作周期再次为十六小时。
ἐπεὶ τοίνυν τὰ δεκαὲξ τῶν κδ΄ οὐδέν ἐστι μόριον, τῶν τε μή τρίτον ἐστί· τὰ δὲ μη΄ τριταίης ἐστὶν ἀριθμὸς περιόδου· τριταίους ἐρεῖς πυρετοὺς τρεῖς ἀλλήλοις ἐπιπεπλέχθαι.
由于十六并非二十四的任何约数,而四十八是三日热周期的数量[且十六是四十八的三分之一],因此你将说有三个三日热相互重叠。
ὑποκείσθω πάλιν ἡ τῶν παροξυσμῶν περίοδος ὡρῶν ὑπάρχειν ὀκτωκαίδεκα.
假设发作周期再次为十八小时。
μέρος δέ ἐστιν οὗτος οὔτε τῶν κατὰ τὸν ἀμφημερινὸν ὡρῶν ἀριθμοῦ, οὔτε τῶν κατὰ τὸν τριταῖον, ἀλλὰ τοῦ κατὰ τὸν τεταρταῖον, ὅς ἐστιν οβ΄.
这一数值既非日日热小时数的约数,亦非三日热小时数的约数,而是四日热小时数(即七十二)的约数。
φήσεις οὖν ἐπιπεπλέχθαι τεταρταίους ἀλλήλοις τέτταρας· τεταρταίους μὲν, ὅτι ἐκ τοῦ τῶν οβ΄ ὡρῶν ἀριθμοῦ· τέτταρας δὲ, ὅτι τέταρτόν ἐστι μέρος ὁ τῶν ὀκτωκαίδεκα ὡρῶν ἀριθμὸς τοῦ τῶν οβ΄.
因此,你将说有四个四日热相互重叠:说是四日热,因为其源于七十二小时这一数值;说是四个,因为十八小时这一数值是七十二的四分之一。
ὑποκείσθω πάλιν ἡ τῶν παροξυσμῶν περίοδος ὡρῶν εἶναι ε΄.
假设发作周期再次为五小时。
μέρος δέ εἰσιν αἱ ε΄ τῶν ρη΄ εἰκοστοτέταρτον· ἐρεῖς οὖν εἶναι τύπους  ἑκταίους ἐπιπεπλεγμένους ἀλλήλοις κδ΄.
而五是一百零八的二十四分之一;因此你将说有二十四个六日热类型重叠在一起。
ὑποκείσθω πάλιν ἡ τῶν κατὰ τοὺς παροξυσμοὺς ὡρῶν περίοδος ζ΄.
假设发作的小时周期再次为七。
μέρος δέ εἰσιν αὗται τῶν ρξη΄, τουτέστιν ὀγδοαίου τύπου, τὸ εἰκοστὸν τέταρτον.
而七是一百六十八(即八日热类型)的二十四分之一。
ἐρεῖς οὖν εἶναι τύπους ὀγδοαίους εἰκοσιτέτταρας.
因此你将说有二十四个八日热类型。
ὑποκείσθω πάλιν ἡ τῶν κατὰ τοὺς παροξυσμοὺς περίοδος ὡρῶν θ΄.
假设发作周期再次为九小时。
μέρος δέ εἰσιν αὗται τῶν σιστ΄ εἰκοστοτέταρτον.
而九是二百一十六的二十四分之一。
αὗται δὲ αἱ σιστ΄ περίοδός ἐστι δεκάτου τύπου.
而这二百一十六是十日热类型的周期。
γενήσονται γοῦν ἐπὶ τῆς ὑποθέσεως ταύτης δεκαταῖοι τύποι τέτταρες καὶ εἴκοσιν.
因此,在这种假设下,将产生二十四个十日热类型。
ὑποκείσθω πάλιν κατὰ τοὺς παροξυσμοὺς περίοδος ὡρῶν δέκα.
假设发作周期再次为十小时。
δωδέκατον δέ ἐστι μέρος ἀριθμὸς οὗτος τῶν ρκ΄, ὅστις ἐστιν ἑκταίας περιόδου, διὰ ταῦτα οὖν ἑκταῖοι γενήσονται δώδεκα.
这一数值是一百二十(即六日热周期)的十二分之一,因此这些原因将产生十二个六日热。
ὑποκείσθω πάλιν ἡ κατὰ τοὺς παροξυσμοὺς περίοδος ὡρῶν ὑπάρχειν ἕνδεκα, μετρεῖται δὲ ὁ τῶν σξδ΄ ἀριθμὸς ὑπὸ τῶν ἕνδεκα κατὰ τὸν κδ΄.
假设发作周期再次为十一小时,而二百六十四这一数值能被十一以二十四之商整除。
ἔσονται οὖν κδ΄ ἀλλήλοις ἐπιπλεκόμενοι τύποι δωδεκαταῖοι, διότι κατὰ τὸν τῶν κδ΄ ἀριθμὸν ὁ τῶν ια΄ μετρεῖ τὸν τοῦ δωδεκαταίου τύπου τῶν ὡρῶν ἀριθμὸν, ὅστις ἐστιν ὁ τῶν σξδ΄.
因此,将有二十四个相互重叠的十二日热类型,因为十一在二十四这一数量上整除十二日热类型的小时数(即二百六十四)。
ἀεὶ τοίνυν εὑρεθήσεταί σοι τὸ μὲν εἶδος τῶν τύπων ἐκ τῶν ἐν τῷ διαγράμματι γεγραμμένων ἀριθμῶν· τὸ δὲ πλῆθος αὐτῶν ἐκ τοῦ γνῶναι πόστον ἐστὶ τὸ τοῦ ἀριθμοῦ μέρος ὁ τῶν κατὰ τοὺς παροξυσμοὺς ὡρῶν ἀριθμὸς, ὅπερ ταὐτόν ἐστι τῷ γνῶναι κατὰ τίνα τῶν ἀριθμῶν ὁ κατὰ τοὺς παροξυσμοὺς μετρεῖ τὸν τοῦ τύπου·
因此,你总是能通过图表中写出的数值找到类型的种类,而通过了解发作小时数是该数值的几分之一来找到它们的数量。
παρονομάζονται γὰρ ἀλλήλοις ὅ τ’ ἀριθμὸς οὗτος καὶ τὸ μόριον.
这与了解发作[小时数]以哪个数整除该类型的数值是同一回事;因为这个数值(商)和该分数是相互同名派生的。
οὐδὲν γοῦν διαφέρει τρίτον εἶναι μέρος φάναι τῶν ιβ΄ τὸν τῶν δ΄ ἀριθμὸν, ἢ μετρεῖσθαι πρὸς τοὺς τέσσαρας τὸν δώδεκα κατὰ τὸν τρία.
实际上,说四这一数值是十二的三分之一,与说十二相对于四以三而被整除,毫无二致。
ταὐτὸν δέ ἐστι τούτῳ κᾂν οὕτως εἴπωμεν, ὁ τέσσαρα τὸν δώδεκα μετρεῖ κατὰ τὸν τρία.
即使我们这样说:『四以三整除十二』,也是同样的意思。
γράψας οὖν πάλιν ἐν κεφαλαίοις βραχέσι τὴν μέθοδον, ἐφ’ ἕτερον ἐφεξῆς μεταβήσομαι λόγον.
因此,在以简短的要点再次写下这一方法后,我将依次转入另一个论题。
ἔσονται δ’ ὥσπέρ τινες αὐτῆς ἀφορισμοὶ τοιοίδε.
其规则大概如下。
ἐπισκέπτεσθαι χρὴ τῶν κατὰ τοὺς παροξυσμοὺς περιόδων τὰς ὥρας, πόστον μέρος εἰσὶ τῶν κατὰ τοὺς τύπους ὡρῶν.
应当考察发作周期的各小时,看它们是各类型小时数的几分之一。
ὁ μὲν γὰρ τῷ μέρει παρονομαζόμενος ἀριθμὸς τὸ πλῆθος ἔσται τῶν τύπων· ὁ δ’ ὑπὸ τούτων μετρούμενος αὐτὸς ὁ τύπος.
因为与该分数同名派生的数值将是类型的数量,而被其整除的数值则是该类型本身。
ἑτέρᾳ δὲ λέξει ταὐτὸν ἑρμηνευθήσεται οὕτως· τῆς κατὰ τοὺς παροξυσμοὺς περιόδου τὸν ἀριθμὸν τῶν ὡρῶν ἐπισκέπτου, κατὰ τίνα μετρεῖ τῶν ἐκ τοῦ διαγράμματος ὁντιναοῦν.
用另一种说法,同样的意思将如此解释:考察发作周期的小时数以哪个数整除图表中的任意一个数值。
αὐτὸς μὲν γὰρ ὁ ἐκ τοῦ διαγράμματος ἀριθμὸς τὸ εἶδος τῶν τύπων δηλώσει· καθ’ ὃν δὲ τοῦτον ἐμέτρησεν ὁ τῆς περιόδου, τὸ πλῆθος αὐτῶν.
因为图表中的数值本身将表明类型的种类,而周期的数值整除这一数值时的商则表明其数量。
ἄλλῃ δὲ λέξει ταὐτὸν οὕτως ἑρμηνευθήσεται.
用另一种说法,同样的意思将如此解释。
ὁ κατὰ τοὺς παροξυσμοὺς ἀριθμὸς τῶν περιοδικῶν ὡρῶν ὁσάκις ἂν μετρῇ τινα τῶν κατὰ τοὺς τύπους, τοσαυτάκις ὁ τύπος ἐκεῖνος ἑαυτῷ συμπλέκεται.
只要发作的周期小时数整除任何一个属于各类型的数值多少次,该类型就与其自身重叠多少次。
συμπλέκεται δὲ ἢ ἐπιπλέκεται λέγειν οὐ διοίσει.
至于说sympleketai(结合)还是epipleketai(重叠),并没有区别。

词汇与语法注释

  1. 163τῶν τε μη΄ τριταίης ἐστὶν ἀριθμὸς περιόδου — 在“16不是24的约数,而是48(三日热周期数)的约数”的语境中,在μη΄(48)之后省略了“约数(μορίον,具体为三分之一)”一词。补全这一省略可以阐明,16小时的周期是48小时周期(三日热)的三分之一,因此得出三个三日热重叠的结论。
  2. p.495τῶν ρη΄ — 希腊数字ρη΄代表108。然而,鉴于文中称5小时是其二十四分之一,且其属于六日热类型(其小时数为120),此处的ρη΄极有可能是抄写员将ρκ΄(120)误写所致。108的二十四分之一是4.5而非5,而120的二十四分之一正好是5。
  3. p.496μετρεῖσθαι πρὸς τοὺς τέσσαρας τὸν δώδεκα κατὰ τὸν τρία — 在古希腊数学术语中,“A以C(商)度量(整除)B”表达为“ὁ A τὸν B μετρεῖ κατὰ τὸν C”,其被动形式表达为“μετρεῖται ὁ B ὑπὸ τοῦ A κατὰ τὸν C”或使用“πρός”。此处解释了12(被除数)、4(除数)和3(商)之间的关系与分数表达(三分之一)是等价的。

引用这一段

盖伦, 驳论病型作者 §4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg049.humanitext-grc1:4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。