§4#1Ἐπεὶ δ’ ἠνάγκασάν μέ τινες τῶν νεωτέρων δεηθέντες, ἣν ἐγὼ παίζων αὐτοὺς ἐδίδαξα μέθοδον εἰς εὕρεσιν τῶν ἐν ταῖς τοιαύταις ὑποθέσεσι τύπων, ἐν γράμμασι καταθέσθαι, δι’ ἐκείνους ἀνέθηκα καὶ τούτῳ τῷ λόγῳ μίαν ἡμέραν οὐχ ἑκών.
然而,由于一些年轻人的请求和强求,要求我将我曾开玩笑地教给他们、用于在这些假设中寻找类型的简易方法写成文字,我因他们的缘故极不情愿地为这一论述花了一天的时间。
ἀρξώμεθα οὖν ἤδη τῆς διδασκαλίας αὐτῶν ἐνθένδε.
那么,现在让我们开始从这里传授。
τύπον οὗτοι καλοῦσιν οὐχ ἅπασαν περίοδον, ἀλλ’ ἥτις ἂν ἐξ ὁλοκλήρων ἡμερῶν τε καὶ νυκτῶν συγκέηται, καὶ καθ’ ἕκαστόν γε πλῆθος ἡμερῶν ἴδιον εἶναι βούλονται τύπον, οὐδὲ κ΄ ἢ λ΄ μόνον ἡμερῶν, ἀλλὰ καὶ τούτων ἐξωτέρω τὰς τῶν τύπων περιόδους ἐκτείνοντες.
这些人并不把所有的周期都称为类型,而只把那些由完整的昼夜组成的周期称为类型,并且他们希望针对每一种天数的数量都有其特有的类型,将类型的周期不仅延伸到20天或30天,甚至延伸到更远。
ἐν δὲ τοῖς τύποις τούτοις ὁ τοῦ παροξυσμοῦ χρόνος ἐπὶ παροξυσμὸν οὐκέτι μὲν τύπος, αὐτὸ δὲ τοῦτο μόνον ὀνομάζεται αὐτοῖς περίοδος.
在这些类型中,一次发作到另一次发作的时间不再被称为类型,而仅被他们称为周期本身。
ἐπυθόμην δή τινα καὶ βιβλίον ὅλον οὐ σμικρὸν γεγραφηκέναι διδάσκοντα, πῶς ἄν τις ἐφ’ ἑκάστῃ περιόδῳ παροξυντικῇ προβληθείσῃ τό τ’ εἶδος εὑρίσκοι καὶ τὸν ἀριθμὸν τῶν τύπων.
我听说有人甚至写了一本相当不小的书,专门传授如何根据所给出的每一个发作周期,找到发热类型的种类和数量。
καὶ νὴ τοὺς θεοὺς ἐθαύμασα, τίνα ποτ’ ἐστὶν ἃ λέγει κατὰ τὸ βιβλίον.
神明在上,我感到惊讶,他在那本书里究竟在说些什么。
ἡ γάρ τοι μέθοδος, ἐξ ὧν ἄν τις εὑρίσκοι τὸ πόσων ἐστὶ τύπων ἐπιπλοκὴ, δι’ ἐλαχίστων ἐπῶν διδαχθῆναι δύναται, τοιαύτη τις οὖσα.
因为要找出是多少个类型重叠的方法,只需极少的文字就可以传授,其内容大致如下。
τὸν ἀριθμὸν τῶν ὡρῶν ἑκάστου τύπου πρόχειρον ἔχειν προσῆκεν ἤτοι διὰ μνήμης, ἢ γεγραμμένον ἐν χαρτίῳ, τοῦ μὲν ἀμφημερινοῦ τὸν τῶν κδ΄, τριταίου δὲ τὸν τῶν ὀκτὼ καὶ τετταράκοντα, καὶ οὕτως ἐφεξῆς, τεταρταίου μὲν οβ΄, πεμπταίου δὲ νστ΄, ἑκταίου ρκ΄, ἑβδομαίου δὲ ρμδ΄ καὶ τῶν ἄλλων, ὡς τοῦτο τὸ διάγραμμα τὸ ὑποτεταγμένον ἔχει.
人们应当将每种类型的发热小时数准备好放在手边,无论是凭记忆还是写在纸上:日日热为24,三日热为48,以此类推,四日热为72,五日热为96,六日热为120,七日热为144,其他热型则如以下所列的图表所示。
ΤΥΠΟΙ ΩΡΑΣ. Ἀμφημερινός κδ΄ Τριταῖος μη΄ Τεταρταῖος οβ΄ Πεμπταῖος לστ΄ Ἑκταῖος ρκ΄ Ἑβδομαῖος ρμδ΄ Ὀγδοαῖος ρξη΄ Ἐνναταῖος ρלβ΄ Δεκαταῖος σιστ΄ Ἑνδεκαταῖος σμ΄ Δωδεκαταῖος σξδ΄ Τρισκαιδεκαταῖος σπη΄ Τεσσαρεσκαιδεκαταῖος τιβ΄ Πεντεκαιδεκαταῖος τλστ΄ Ἑκκαιδεκαταῖος τξ΄ Ἑπτακαιδεκαταῖος τπδ΄ Ὀκτωκαιδεκαταῖος υη΄ Ἐννεακαιδεκαταῖος υλβ΄ Εἰκοσταῖος υνστ΄ Εἰκοστὸς πρῶτος υπ΄ Εἰκοστὸς δεύτερος φδ΄ Εἰκοστὸς τρίτος φκη΄ Εἰκοστὸς τέταρτος φνβ΄ Εἰκοστὸς πέμπτος φοστ΄ Εἰκοστὸς ἕκτος χ΄ Εἰκοστὸς ἕβδομος χκδ΄ Εἰκοστὸς ὄγδοος χμη΄ Εἰκοστὸς ἔννατος χοβ΄ Τριακοστός χלστ΄ Τριακοστὸς πρῶτος ψκ΄ Τριακοστὸς δεύτερος ψμδ΄ Τριακοστὸς τρίτος ψξη΄ Τριακοστὸς τέταρτος ψלβ΄ Τριακοστὸς πέμπτος ωιστ΄ Τριακοστὸς ἕκτος ωμ΄ Τριακοστὸς ἕβδομος ωξδ΄ Τριακοστὸς ὄγδοος ωπη΄ Τριακοστὸς ἔννατος Ϡιβ΄ Τεσσαρακοστός Ϡλστ΄ Τεσσαρακοστὸς πρῶτος Ϡξ΄ Τεσσαρακοστὸς δεύτερος Ϡπδ΄ Τεσσαρακοστὸς τρίτος α͵η΄ Τεσσαρακοστὸς τέταρτος α͵λβ΄ Τεσσαρακοστὸς πέμπτος α͵νστ΄ Τεσσαρακοστὸς ἕκτος α͵π΄ Τεσσαρακοστὸς ἕβδομος α͵ρδ΄ Τεσσαρακοστὸς ὄγδοος α͵ρκη΄ Τεσσαρακοστὸς ἔννατος α͵ρνβ΄ Πεντηκοστός α͵ροστ΄
Τοιοῦτον ἐχέτωσαν ἐν χαρτίῳ διάγραμμα ἐσκευασμένον οἱ μὴ δυνάμενοι ῥᾳδίως λογίζεσθαι.
类型与时间。 日日热 24,三日热 48,四日热 72,五日热 96,六日热 120,七日热 144,八日热 168,九日热 192,十日热 216,十一日热 240,十二日热 264,十三日热 288,十四日热 312,十五日热 336,十六日热 360,十七日热 384,十八日热 408,十九日热 432,二十日热 456,二十一日热 480,二十二日热 504,二十三日热 528,二十四日热 552,二十五日热 576,二十六日热 600,二十七日热 624,二十八日热 648,二十九日热 672,三十日热 696,三十一日热 720,三十二日热 744,三十三日热 768,三十四日热 792,三十五日热 816,三十六日热 840,三十七日热 864,三十八日热 888,三十九日热 912,四十日热 936,四十一日热 960,四十二日热 984,四十三日热 1008,四十四日热 1032,四十五日热 1056,四十六日热 1080,四十七日热 1104,四十八日热 1128,四十九日热 1152,五十日热 1176。 那些无法轻易计算的人,可以在纸上保存一份这样准备好的图表。
μετὰ δὲ τὴν τούτου παρασκευὴν ἐπισκοπείσθωσαν ὁ προβληθεὶς παροξυσμὸς τῶν κατὰ τοὺς παροξυσμοὺς περιοδικῶν ὡρῶν οὗ τινος τῶν πρῶτον γεγραμμένων ἀριθμῶν ἐστι μόριον.
而在准备好图表之后,让他们观察所给出的每次发作的周期小时数,是最初写下的数字中哪一个的约数。
εὑρόντες γὰρ αὐτὸν ἕξουσι τὸ γένος τοῦ τύπου, γένος δὲ, ἢ εἶδος, ἢ ἰδέαν, ἢ φύσιν ἐν τῷ παρόντι λέγειν οὐ διοίσει, τὸν δὲ ἀριθμὸν, τῶν τύπων εὑρεθέντων, κατὰ τὸ μόριον.
因为一旦找到它,他们就会得到类型的属——在目前的情况下,说是属、种、形、还是本性并没有区别——而所找到的类型的数量则与该约数相对应。
εἰ μὲν γὰρ τρίτον εἴη τὸ μόριον ὁ κατὰ τὴν περίοδον ἀριθμὸς τῶν ὡρῶν τοῦ τύπου, τρεῖς ἐρεῖς ἀλλήλοις ἐκείνους περιπεπλέχθαι τοὺς τύπους· εἰ δὲ τέταρτον, τέτταρας· εἰ δὲ πέμπτον, πέντε, παρώνυμον ἀεὶ τὸν ἀριθμὸν τοῦ μέρους ποιούμενος.
因为如果周期中的小时数是某种类型小时数的三分之一,你就可以说这三个类型是相互重叠的;如果是四分之一,就是四个;如果是五分之一,就是五个,总是使数量与其分数的名称相一致。
ἵνα δὲ καὶ διὰ παραδείγματος εὑρεθῇ σαφεστέρα ἡ μέθοδος, ἔστω τινὰ παροξύνεσθαι μὲν ὥραις στ΄, ἐξανίεσθαι δὲ δυοῖν, ὥστε τὴν ὅλην περίοδον ὑπάρχειν ὡρῶν ὀκτώ·
为了通过例子使这一方法更加清楚,假设有人发作6个小时,缓解2个小时,从而整个发作周期为8个小时。
κατὰ ταύτην τὴν ὑπόθεσιν ἐπισκέψῃ, τί μέρος ἐστὶ τὰ η΄ τῶν κδ΄, εἶθ’ εὑρὼν ὅτι τρίτον, ἀμφημερινοὺς ἐρεῖς ἐπιπεπλέχθαι τρεῖς·
在这种假设下,你将检查8是24的几分之几,然后发现它是三分之一,你就会说有三个日日热相互重叠。
ἀμφημερινοὺς μὲν, ὅτι τοῦ τῶν κδ΄ ἀριθμοῦ μόριόν ἐστιν ὁ τῶν ὀκτώ· τρεῖς δὲ, ὅτι τρίτον.
说是日日热,是因为8是数字24的约数;说是三个,是因为它是三分之一。