§5Τύπων δὲ διπλοῦνται οἱ πρῶτοι καλούμενοι, οἷον ἀμφημερινὸς, τριταῖος, τεταρταῖος.
在诸热型中,被称作首要的那些会双重化,例如日发疟、间三日疟和间四日疟。
ἀμφημερινὸς μὲν οὖν ἐστι διπλοῦς ὁ καθ’ ἑκάστην ἡμέραν δὶς ἐπισημαίνων ὁμοίως, δίς τε ἐπανιείς·
因此,双重日发疟是指每天同样发作两次且缓解两次者。
δύο τριταῖοι δὲ τυγχάνουσιν, ὁπότε διαφόρων ἐπισημασιῶν καθ’ ἑκάστην ἡμέραν ἐπιγινομένων ἑαυτοῖς διὰ τρίτης ἀπαντῶσι·
而双重间三日疟发生于每天有不同发作发生的情况下,它们每隔一天彼此相遇。
τεταρταῖοι δὲ, ὁπότ’ ἂν μιᾶς ἡμέρας γινομένης καλῆς, ἑξῆς δυσὶν ἡμέραις συμβαίνει πυρέσσειν, τῶν διὰ τεσσάρων σχημάτων καθ’ ἑκάστην τῶν ἐπισημασιῶν τῶν ὡρῶν ἀποσωζομένων.
双重间四日疟则发生于在一天无热的情况下,接连两天发生发热,且关于每次发作的小时数,四天周期的模式得以保持。
ἐπιπλέκεται δὲ ἀμφημερινὸς τριταίῳ, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν δὶς ἐπισημαίνῃ καὶ δὶς ἀνίῃ· ἡ δ’ ἑξῆς ἅπαξ· τρίτη δὲ πάλιν ὁμοίως πρώτῃ.
日发疟与间三日疟合并发生于第一天发作两次且缓解两次,第二天发作一次,第三天再次与第一天同样。
ἐπιπλέκεται δὲ ἀμφημερινὸς τεταρταίῳ, ὅταν τῇ μὲν α΄ δὶς ἐπισημαίνῃ· ταῖς δ’ ἑξῆς δυσὶν ἅπαξ· τῇ δ΄ ὁμοίως δίς.
日发疟与间四日疟合并发生于第一天发作两次,接连两天发作一次,第四天同样发作两次。
συμπλέκονται δὲ ἀλλήλοις ἀμφημερινὸς, τριταῖος καὶ τεταρταῖος, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν τρεῖς ἐπισημασίας ἔχῃ καὶ τρεῖς ἐπανέσεις· ἡ δὲ β΄ μίαν· ἡ δὲ γ΄ δύο, καὶ ἡ δ΄ τρεῖς, καὶ ἡ ε΄ μίαν, ἡ στ΄ δὲ δύο, ἑβδόμη δὲ πάλιν τρεῖς, καὶ αἱ λοιπαὶ τὴν αὐτὴν ταῖς πρώταις τάξιν φυλάττουσι, καὶ καθ’ ἕτερον τρόπον συμβάλλουσιν οἱ τύποι, καὶ εἰς τὸ αὐτὸ σχῆμα παραγίγνονται.
日发疟、间三日疟和间四日疟彼此交错发生于第一天有三次发作和三次缓解,第二天一次,第三天两次,第四天三次,第五天一次,第六天两次,第七天再次三次,且其余日子保持与前述日子相同的秩序,并且在其他方式下这些病型也会合流并呈现出相同的模式。
ἐπιπλέκεται δὲ τριταῖος τεταρταίῳ, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν δύο ἐπισημασίας ἐνέγκῃ καὶ δύο ἀνέσεις· ἡ δὲ β΄ μηδ’ ὅλως· τρίτη δὲ ἅπαξ· καὶ τετάρτη πάλιν ὁμοίως, ὡσαύτως καὶ αἱ ἑξῆς.
间三日疟与间四日疟合并发生于第一天带来两次发作和两次缓解,第二天完全没有,第三天一次,第四天再次同样,随后的日子也以此类推。
ἐπιπλέκεται δὲ τριταῖος, τεταρταῖος καὶ πεμπταῖος, ὅταν τῇ μὲν α΄ τῶν ἡμερῶν ἐπισημανθῆναι συμβῇ, τῇ β΄ δ’ ἀναστῆναι· καὶ πάλιν τῇ τρίτῃ τριταῖος, καὶ τῇ τετάρτῃ τεταρταῖος, καὶ τῇ πέμπτῃ ἅμα ἅπαξ.
间三日疟、间四日疟和五日热合并发生于第一天刚好发生发作,第二天恢复,且在第三天再次为间三日疟,第四天为间四日疟,第五天则同时发作一次。
καὶ ἄλλως δέ πως τούτου τοῦ τύπου ἡ εἰσβολὴ γίγνεται, οὐδὲν ἧττον εἰς τὸν αὐτὸν τύπον τῆς τάξεως ἐμπιπτούσης τῆς τριταίου πρὸς τὸν ἡμιτριταῖον συμπλοκῆς, καθάπερ ἐπὶ τῆς ὑπογραφῆς ἔχει ταύτης.
并且,此病型的袭来也会以其他某种方式发生,这不外乎是因为间三日疟与拟间三日疟的交错归入了相同的秩序类型,正如在如下记录中所呈现的那样。
τῇ α΄ ἤρξατο ἀπὸ ἑσπέρας μετὰ ῥίγους καὶ ἔλυσεν ἕως πρωῒ, παρέμεινε δὲ ἕως ὥρας ὀγδόης· εἶτα ἐμπίπτει ἐπισημασία μετὰ περιψύξεως, καὶ μένει τὴν ἐρχομένην νύκτα καὶ τῆς ἡμέρας ἕως ὥρας η΄ καὶ, πάλιν ἄνεσις ἀκολουθεῖ, εἶτα εἰς τὴν νύκτα πάλιν ἐπισημασία μετὰ ῥίγους, καὶ εἰς ἡμέραν πάλιν ἄνεσις ὁμοία τῇ ἀναλόγῳ, καὶ ἑξῆς κύκλος ὁμοίως.
在第一天,热症在傍晚伴有恶寒而开始,至清晨解热,并持续至第八小时;随后伴有冷感的发作袭来,并持续至即将来临的夜晚以及第二天的第八小时,接着再次出现缓解;随后入夜再次出现伴有恶寒的发作,入白昼再次出现与相应者相似的缓解,此后的循环同样。