§5Τύπων δὲ διπλοῦνται οἱ πρῶτοι καλούμενοι, οἷον ἀμφημερινὸς, τριταῖος, τεταρταῖος.
熱の型のうち、いわゆる基本のものが二重化される。 例えば、日日熱、三日熱、四日熱である。
ἀμφημερινὸς μὲν οὖν ἐστι διπλοῦς ὁ καθ’ ἑκάστην ἡμέραν δὶς ἐπισημαίνων ὁμοίως, δίς τε ἐπανιείς·
したがって、二重日日熱とは、毎日同様に二回発作が起こり、二回寛解するものである。
δύο τριταῖοι δὲ τυγχάνουσιν, ὁπότε διαφόρων ἐπισημασιῶν καθ’ ἑκάστην ἡμέραν ἐπιγινομένων ἑαυτοῖς διὰ τρίτης ἀπαντῶσι·
また、二重三日熱が生じるのは、毎日異なる発作が生じる中で、それらが一日おきに互いに合致するときである。
τεταρταῖοι δὲ, ὁπότ’ ἂν μιᾶς ἡμέρας γινομένης καλῆς, ἑξῆς δυσὶν ἡμέραις συμβαίνει πυρέσσειν, τῶν διὰ τεσσάρων σχημάτων καθ’ ἑκάστην τῶν ἐπισημασιῶν τῶν ὡρῶν ἀποσωζομένων.
そして、二重四日熱が生じるのは、一日が無事な日であり、続く二日間にわたって熱発することが起こり、かつ四日ごとのパターンが各発作の時間に関して保持されているときである。
ἐπιπλέκεται δὲ ἀμφημερινὸς τριταίῳ, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν δὶς ἐπισημαίνῃ καὶ δὶς ἀνίῃ· ἡ δ’ ἑξῆς ἅπαξ· τρίτη δὲ πάλιν ὁμοίως πρώτῃ.
日日熱が三日熱に合併するのは、第一日目には二回発作があり二回寛解し、続く第二日目には一回発作があり、第三日目には再び第一日目と同様であるときである。
ἐπιπλέκεται δὲ ἀμφημερινὸς τεταρταίῳ, ὅταν τῇ μὲν α΄ δὶς ἐπισημαίνῃ· ταῖς δ’ ἑξῆς δυσὶν ἅπαξ· τῇ δ΄ ὁμοίως δίς.
また、日日熱が四日熱に合併するのは、第一日目には二回発作があり、続く二日間には一回発作があり、第四日目には同様に二回発作があるときである。
συμπλέκονται δὲ ἀλλήλοις ἀμφημερινὸς, τριταῖος καὶ τεταρταῖος, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν τρεῖς ἐπισημασίας ἔχῃ καὶ τρεῖς ἐπανέσεις· ἡ δὲ β΄ μίαν· ἡ δὲ γ΄ δύο, καὶ ἡ δ΄ τρεῖς, καὶ ἡ ε΄ μίαν, ἡ στ΄ δὲ δύο, ἑβδόμη δὲ πάλιν τρεῖς, καὶ αἱ λοιπαὶ τὴν αὐτὴν ταῖς πρώταις τάξιν φυλάττουσι, καὶ καθ’ ἕτερον τρόπον συμβάλλουσιν οἱ τύποι, καὶ εἰς τὸ αὐτὸ σχῆμα παραγίγνονται.
日日熱、三日熱、四日熱が互いに交錯するのは、第一日目が三回の発作と三回の寛解を持ち、第二日目が一回、第三日目が二回、そして第四日目が三回、第五日目が一回、第六日目が二回、第七日目が再び三回であり、残りの日も最初の日々と同じ秩序を維持し、また別の方法でもそれらの型が合流して同じパターンへと至るときである。
ἐπιπλέκεται δὲ τριταῖος τεταρταίῳ, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν δύο ἐπισημασίας ἐνέγκῃ καὶ δύο ἀνέσεις· ἡ δὲ β΄ μηδ’ ὅλως· τρίτη δὲ ἅπαξ· καὶ τετάρτη πάλιν ὁμοίως, ὡσαύτως καὶ αἱ ἑξῆς.
三日熱が四日熱に合併するのは、第一日目が二回の発作と二回の寛解をもたらし、第二日目は全くなく、第三日目は一回、第四日目も再び同様であり、それ以降も同様であるときである。
ἐπιπλέκεται δὲ τριταῖος, τεταρταῖος καὶ πεμπταῖος, ὅταν τῇ μὲν α΄ τῶν ἡμερῶν ἐπισημανθῆναι συμβῇ, τῇ β΄ δ’ ἀναστῆναι· καὶ πάλιν τῇ τρίτῃ τριταῖος, καὶ τῇ τετάρτῃ τεταρταῖος, καὶ τῇ πέμπτῃ ἅμα ἅπαξ.
三日熱、四日熱、五日熱が合併するのは、第一日目に発作が起こり、第二日目には回復し、再び第三日目には三日熱、第四日目には四日熱、そして第五日目には同時に一回発作が起こるときである。
καὶ ἄλλως δέ πως τούτου τοῦ τύπου ἡ εἰσβολὴ γίγνεται, οὐδὲν ἧττον εἰς τὸν αὐτὸν τύπον τῆς τάξεως ἐμπιπτούσης τῆς τριταίου πρὸς τὸν ἡμιτριταῖον συμπλοκῆς, καθάπερ ἐπὶ τῆς ὑπογραφῆς ἔχει ταύτης.
また、この型の襲来は他のようにも生じるが、それは、以下の記載に示されているように、三日熱の半三日熱に対する交錯が、同じ秩序の型に帰着することにほかならない。
τῇ α΄ ἤρξατο ἀπὸ ἑσπέρας μετὰ ῥίγους καὶ ἔλυσεν ἕως πρωῒ, παρέμεινε δὲ ἕως ὥρας ὀγδόης·
第一日目、熱は悪寒を伴って夕方から始まり、朝までには解熱し、第八時まで続いた。
εἶτα ἐμπίπτει ἐπισημασία μετὰ περιψύξεως, καὶ μένει τὴν ἐρχομένην νύκτα καὶ τῆς ἡμέρας ἕως ὥρας η΄ καὶ, πάλιν ἄνεσις ἀκολουθεῖ, εἶτα εἰς τὴν νύκτα πάλιν ἐπισημασία μετὰ ῥίγους, καὶ εἰς ἡμέραν πάλιν ἄνεσις ὁμοία τῇ ἀναλόγῳ, καὶ ἑξῆς κύκλος ὁμοίως.
その後、冷感を伴う発作が起こり、来る夜と翌日の第八時まで持続し、そして再び寛解が続き、その後、夜になると再び悪寒を伴う発作が起こり、そして翌日になると再び、対応するものと同様の寛解があり、以降、同様に循環する。