Humanitext Reader

盖伦 · 论病型 §4#2

拟间三日疟的规模与间四日疟的发作模式

第 3 段,共 4 段 · 希腊语

内容简介

本文讨论了拟间三日疟的三种大小规模(小、中、大)及其词源学解释,随后详细描述了间四日疟的伴随症状、慢性特征以及各种不规则发作模式及其组合。

§4#2ὁ μὲν γὰρ σμικρός ἐστιν ἡμιτριταῖος, ὁ δὲ μέσος, ὁ δὲ μέγας.
因为一者是小拟间三日疟,一者是中,另一者是大。
σμικρὸς μὲν οὖν ἐστιν ὁ παρὰ τὰς εἰκοσιτέσσαρας ὥρας στρεφόμενος· μέσος δὲ ὁ παρὰ τὰς τριακονταέξ· μέγας δὲ ὁ παρὰ τὰς τεσσαράκοντα καὶ ὀκτὼ, ὃς δὴ συνεγγίζει τῷ συνεχεῖ πυρετῷ.
因此,小拟间三日疟是指持续二十四小时左右者;中拟间三日疟是指持续三十六小时者;大拟间三日疟是指持续四十八小时者,这确实非常接近持续热。
τινὲς δέ φασι τὸν ἡμιτριταῖον οὕτως ὀνομασθῆναι, ὡς τὸ ἡμικύκλιον καὶ ἡμισφραίριον, λέγοντες αὐτὸν ἐλάττονα τοῦ ἡμίσεος τῆς τριταϊκῆς περιόδου.
有人则说,拟间三日疟之所以如此得名,就像半圆和半球一样,认为它小于间三日疟周期的一半。
ἄλλοι δέ φασι τὸν ἡμιτριταῖον ὀνομασθῆναι, ὡς καὶ τὸν ἡμιόλιον ἀριθμὸν, ὥστε τῆς τριταϊκῆς ἐπισημασίας λόγου χάριν ἐκ δώδεκα ὡρῶν συγκειμένης, τὸν ἡμιτριταῖον μὲν ἐμπεριλαμβάνειν τὰς ιβ΄ ὥρας τοῦ τριταίου, προστιθέναι δὲ ταύταις καὶ τὸ ἥμισυ τῶν ιβ΄ καὶ τὰς πάσας γίγνεσθαι δέκα καὶ ὀκτὼ, ὡς εἶναι ἥμισυ μείζονα τῶν τριῶν κατὰ περίοδον τύπων, ἀμφημερινοῦ, τριταίου καὶ τεταρταίου, ὥστε ὡρῶν αὐτὸν εἶναι εἴκοσι καὶ τεσσάρων.
而其他人则说,拟间三日疟之所以得名,是像一倍半的数一样,因此,例如,若间三日疟的发作由十二小时组成,则拟间三日疟包含间三日疟的十二小时,并在此基础上再加上十二的一半,总共变为十八小时,就好像比周期性的三种病型(日发疟、间三日疟和间四日疟)大上一半,从而使其为二十四小时。
ὁ Ἀγαθῖνος δὲ ἀπὸ τῆς πρὸς τὸν τριταῖον ἐπιφορᾶς φησιν ὀνομασθῆναι τὸν ἡμιτριταῖον· διὰ τρίτης γὰρ ἐπισημασίαι ἀμφοτέροις.
但阿加西努斯说,拟间三日疟是因其对间三日疟的关系而得名;因为两者都是隔天发作。
πότερον οὖν ὥραις ἢ διαστήμασι χαρακτηρίζεται ὁ ἡμιτριταῖος;
那么,拟间三日疟是通过小时还是通过间隔来特征化的呢?
κατὰ μὲν τὸν Ἀγαθῖνον, οὔτε ὥραις οὔτε διαστήμασιν· ἀμφότερα γὰρ ταῦτα παραγεγραμμένον ἔχει τὸ μέγεθος, ὡς καὶ ἡμιτριταῖον ἀπεριορίστως ἔχειν τὴν σύστασιν ἐν πλάτει, ὥραις τε ὡς παρεπομέναις.
根据阿加西努斯的观点,既不通过小时,也不通过间隔;因为这两者都规定了其大小,以至于拟间三日疟在范围上无限制地具有其形成,而小时则是作为伴随特征而存在的。
τεταρταίῳ δὲ παρακολουθεῖ ῥίγη σύντονα, καὶ φλεγματώδεις ἔμετοι, καὶ σπληνὸς φλεγμονὴ καὶ διόγκωσις, ἔσθ’ ὅτε δὴ καὶ ἀνορεξία καὶ σιελισμὸς παρέπεται, ποτὲ δ’ ἐκ τῶν ἐναντίων ὄρεξις ἐπιτεταμένη, βηχίον τέ ποτε συμπάρεστιν αὐτῷ, καταφθειρομένης τῆς ἕξεως.
伴随间四日疟的是强烈的恶寒、粘液性呕吐、脾脏炎症和肿大,有时确实伴有食欲不振和流涎,但有时相反,伴有亢进的食欲,有时随着体质败坏,轻微的咳嗽也会伴随之。
διὰ τοῦτο δύσλυτοι καὶ χρονιώτεροι παρὰ πάντας τοὺς τύπους, ὥστε καὶ μέχρι διετοῦς προβαίνειν.
因此,它们是所有病型中最难消退且最慢性的,以至于甚至会延续长达两年。
ἐπιπλέκεται δὲ σφοδρυνόμενος αὐτὸς ἑαυτῷ, ὥστε β΄ καὶ γ΄ ἀποτελεῖν τεταρταίους, ἢ καὶ μέχρι τινὸς συνεχείας προβαίνειν, καὶ πάλιν ἐκεῖνος μετριάζων εἰς ἕνα περιίσταται.
它因自身的加剧而变得复杂,以至于形成双重或三重间四日疟,或者甚至延续至某种程度的持续热,而当它再次减轻时,又转归为单一的间四日疟。
γίγνονται δὲ ἐνίοτε καὶ κινδυνώδεις διὰ τὰ πεπλεγμένα αὐτῷ συμπτώματα, ὥστε φθίσιν τὸ τελευταῖον ἢ παρεγχύσεις ὑδρωπικὰς ἀποτελεῖν.
由于与之合并的症状,它们有时也会变得危险,以至于最后导致肺痨或水肿性渗出。
πλεονάζει δὲ μάλιστα φθινοπώρῳ καί ἐστι μάλιστα δύσλυτος· ὁ δὲ θερινὸς εὐλυτώτατος.
它尤多见于秋季,且最难消退;而夏季的则最易消退。
καὶ κατὰ πολὺ μὲν ἄλλων προηγησαμένων ἐπιγίνεται ἀτάκτως· σπανίως δ’ ὅτε καὶ αὐτὸς ἀπὸ τῆς ἀρχῆς συνίσταται.
且在多数情况下,它是在其他热症先发之后不规则地继发;而它自身从一开始就形成则是罕见的。
σφυγμὸς δὲ τοῖς τριταΐζουσιν οὐκ ἐπὶ τοσοῦτον παρέπεται σμικρὸς τῷ μεγέθει, ἐφ’ ὅσον τοῖς τεταρταΐζουσιν, οὐδὲ μὴν ἐπὶ τοσοῦτον διογκοῦται, ἐφ’ ὅσον τῇ ἀμφημερινῇ νόσῳ τυγχάνει.
间三日疟患者的脉搏在大小上并不像间四日疟患者那样细小,但也确实不像在日发疟中那样扩大。
μεσότης γὰρ τῶν σφυγμῶν ἐν τύπῳ τούτῳ κατὰ τοὺς σφυγμοὺς εὑρίσκεται· ἔστι δ’ ὅτε καὶ κατ’ ἀρχὰς τῶν ἐπισημασιῶν ἀραιότερος παρὰ τοὺς ἐν τῷ κατὰ φύσιν εὑρίσκεται, οἱ μὲν ἀποσώζοντες τὰ τυπικὰ τῶν ἡμερῶν κινήματα παρὰ τρεῖς, οἱ δὲ ἀτυπώτατοι παρ’ ἕνα.
因为在这种病型中,关于脉搏,可以发现脉搏的中介性;有时在发作初期,也会发现脉搏比自然状态下的更为稀缓,一些在每三天保持着每日的典型运动,另一些则在每隔一天中表现得最无定型。
οἱ μὲν οὖν ἀποσώζοντες τὰ τυπικὰ τῶν ἡμερῶν κινήματα ἤτοι παρὰ τὴν συνήθη τῶν ὡρῶν προλαμβάνουσιν, ἢ ἐφυστεροῦσιν· ἄτακτοι δὲ γίγνονται καὶ παρὰ τὸ εἶδος τῶν κινήσεων, ὥστε ποτὲ μὲν προλαμβάνουσι, ποτὲ δὲ ἐφυστερίζουσιν, ἀτάκτως δὲ ἑκάτεροι παρὰ τὸ ποτὲ μὲν κινεῖσθαι ἀτάκτως, ποτὲ δὲ ἵστασθαι, μηδέποτε δὲ τεταγμένως, ἔνθα παρ’ οὐδενὸς κεκώλυται, μένοντος τοῦ κατὰ τὰς ἡμέρας σχήματος ἐν ταῖς ἐπὶ μέρει συμφόροις ἀταξίαις μόναις.
因此,保持每日典型运动的那些,要么比通常的小时提前,要么滞后;但在运动的形式上它们也会变得不规则,以至于有时提前,有时滞后,而两者的不规则在于,有时不规则地运动,有时静止,但决非有序,在这一点上,只要每日的模式仅保留在部分相随的不规则性中,便不受任何阻碍。
οἱ δὲ ἀτυπώτατοι παρὰ πάντας μὲν τοὺς κατηριθμημένους τρόπους καὶ παρὰ τὴν τάξιν γίγνονται τῶν ἡμερῶν· τινὲς μὲν ἐπισημαίνουσι, τινὲς δὲ παντελῶς εἰσιν ἄτακτοι· τὰς δὲ ἐπὶ εἴδους διαφορὰς πλείονας εἶναι συμβέβηκεν.
而最无定型者则违反所有列举的方式,且违反日子的秩序而发生;有些确实表现出发作,但有些则是完全不规则的;且在具体类别上的差异恰好更多。
ἔξεστι δὲ σκοπεῖν τῷ προειρημένῳ τρόπῳ καὶ συμπλέκειν ὡς ἂν βούληται τὰ τῶν προειρημένων τύπων ἰδιώματα.
且可以按照前述方式进行观察,并根据意愿将前述病型的特征结合起来。

词汇与语法注释

  1. 471ὁ μὲν γὰρ σμικρός ἐστιν ἡμιτριταῖος, ὁ δὲ μέσος, ὁ δὲ μέγας. — 主语“拟间三日疟”(ἡμιτριταῖος)仅在第一个分句(ὁ μὲν...)中明确出现,在随后的分句“ὁ δὲ μέσος”和“ὁ δὲ μέγας”中被省略。
  2. p.469τὸν ἡμιτριταῖον οὕτως ὀνομασθῆναι, ὡς τὸ ἡμικύκλιον... — “ὡς”表示比较或相似,意为“像半圆一样,拟间三日疟因此得名”。在该“对格与不定式”结构中,“τὸν ἡμιτριταῖον”是不定式“ὀνομασθῆναι”的主语。
  3. p.469ἀμφοτέρα γὰρ ταῦτα παραγεγραμμένον ἔχει τὸ μέγεθος — 这是一个类似于迂回式的结构,将动词“ἔχει”与完美被动分词“παραγεγραμμένον”结合,表明两者的规模均被“规定”或“限制”。
  4. 155ἐπιπλέκεται δὲ σφοδρυνόμενος αὐτὸς ἑαυτῷ — “αὐτὸς ἑαυτῷ”是与格,反身性地表示间四日疟(τεταρταῖος)在自身加剧时与其自身相合并(复杂化)。
  5. p.471οἱ μὲν ἀποσώζοντες... οἱ δὲ ἀτυπώτατοι... — 这是一个主格复数分词和名词性结构,用于对比说明不规则热的分类(一者保持……另一者最无定型……),属于省略了明确主动词的列举句式。

引用这一段

盖伦, 论病型 §4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg048.humanitext-grc1:4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。