← ガレノス

病型について

§5

基本熱型の二重化と複雑な合併病型

熱病の基本型である日日熱、三日熱、四日熱の二重化や、これらが様々に合併・交錯して現れる複雑な病型の周期と経過スケジュールを、具体的な臨床例を交えて説明している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5

Τύπων1 δὲ διπλοῦνται οἱ πρῶτοι καλούμενοι, οἷον ἀμφημερινὸς, τριταῖος, τεταρταῖος. ἀμφημερινὸς μὲν οὖν ἐστι διπλοῦς ὁ καθ’ ἑκάστην ἡμέραν δὶς ἐπισημαίνων ὁμοίως, δίς τε ἐπανιείς· δύο τριταῖοι δὲ τυγχάνουσιν, ὁπότε διαφόρων ἐπισημασιῶν καθ’ ἑκάστην ἡμέραν ἐπιγινομένων2 ἑαυτοῖς3 διὰ τρίτης ἀπαντῶσι· τεταρταῖοι δὲ, ὁπότ’ ἂν μιᾶς ἡμέρας γινομένης καλῆς, ἑξῆς δυσὶν ἡμέραις συμβαίνει πυρέσσειν, τῶν διὰ τεσσάρων σχημάτων καθ’ ἑκάστην τῶν ἐπισημασιῶν τῶν ὡρῶν ἀποσωζομένων. ἐπιπλέκεται δὲ ἀμφημερινὸς τριταίῳ, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν δὶς ἐπισημαίνῃ καὶ δὶς ἀνίῃ· ἡ δ’ ἑξῆς ἅπαξ· τρίτη δὲ πάλιν ὁμοίως πρώτῃ. ἐπιπλέκεται δὲ ἀμφημερινὸς τεταρταίῳ, ὅταν τῇ μὲν α΄ δὶς ἐπισημαίνῃ· ταῖς δ’ ἑξῆς δυσὶν ἅπαξ· τῇ δ΄ ὁμοίως δίς. συμπλέκονται δὲ ἀλλήλοις ἀμφημερινὸς, τριταῖος καὶ τεταρταῖος, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν τρεῖς ἐπισημασίας ἔχῃ καὶ τρεῖς ἐπανέσεις· ἡ δὲ β΄ μίαν· ἡ δὲ γ΄ δύο, καὶ ἡ δ΄ τρεῖς, καὶ ἡ ε΄ μίαν, ἡ στ΄ δὲ δύο, ἑβδόμη δὲ πάλιν τρεῖς, καὶ αἱ λοιπαὶ τὴν αὐτὴν ταῖς πρώταις τάξιν φυλάττουσι, καὶ καθ’ ἕτερον τρόπον συμβάλλουσιν οἱ τύποι, καὶ εἰς τὸ αὐτὸ σχῆμα παραγίγνονται. ἐπιπλέκεται δὲ τριταῖος τεταρταίῳ, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν δύο ἐπισημασίας ἐνέγκῃ καὶ δύο ἀνέσεις· ἡ δὲ β΄ μηδ’ ὅλως· τρίτη δὲ ἅπαξ· καὶ τετάρτη πάλιν ὁμοίως, ὡσαύτως καὶ αἱ ἑξῆς. ἐπιπλέκεται δὲ τριταῖος, τεταρταῖος καὶ πεμπταῖος, ὅταν τῇ μὲν α΄ τῶν ἡμερῶν ἐπισημανθῆναι συμβῇ, τῇ β΄ δ’ ἀναστῆναι· καὶ πάλιν τῇ τρίτῃ τριταῖος, καὶ τῇ τετάρτῃ τεταρταῖος, καὶ τῇ πέμπτῃ ἅμα ἅπαξ. καὶ ἄλλως δέ πως τούτου τοῦ τύπου ἡ εἰσβολὴ γίγνεται, οὐδὲν ἧττον εἰς τὸν αὐτὸν τύπον τῆς τάξεως ἐμπιπτούσης4 τῆς τριταίου πρὸς τὸν ἡμιτριταῖον συμπλοκῆς, καθάπερ ἐπὶ τῆς ὑπογραφῆς ἔχει ταύτης. τῇ α΄ ἤρξατο ἀπὸ ἑσπέρας μετὰ ῥίγους καὶ ἔλυσεν5 ἕως πρωῒ, παρέμεινε δὲ ἕως ὥρας ὀγδόης· εἶτα ἐμπίπτει ἐπισημασία μετὰ περιψύξεως, καὶ μένει τὴν ἐρχομένην νύκτα καὶ τῆς ἡμέρας ἕως ὥρας η΄ καὶ, πάλιν ἄνεσις ἀκολουθεῖ, εἶτα εἰς τὴν νύκτα πάλιν ἐπισημασία μετὰ ῥίγους, καὶ εἰς ἡμέραν πάλιν ἄνεσις ὁμοία τῇ ἀναλόγῳ, καὶ ἑξῆς κύκλος ὁμοίως.

熱の型のうち、いわゆる基本のものが二重化される。例えば、日日熱、三日熱、四日熱である。したがって、二重日日熱とは、毎日同様に二回発作が起こり、二回寛解するものである。また、二重三日熱が生じるのは、毎日異なる発作が生じる中で、それらが一日おきに互いに合致するときである。そして、二重四日熱が生じるのは、一日が無事な日であり、続く二日間にわたって熱発することが起こり、かつ四日ごとのパターンが各発作の時間に関して保持されているときである。日日熱が三日熱に合併するのは、第一日目には二回発作があり二回寛解し、続く第二日目には一回発作があり、第三日目には再び第一日目と同様であるときである。また、日日熱が四日熱に合併するのは、第一日目には二回発作があり、続く二日間には一回発作があり、第四日目には同様に二回発作があるときである。日日熱、三日熱、四日熱が互いに交錯するのは、第一日目が三回の発作と三回の寛解を持ち、第二日目が一回、第三日目が二回、そして第四日目が三回、第五日目が一回、第六日目が二回、第七日目が再び三回であり、残りの日も最初の日々と同じ秩序を維持し、また別の方法でもそれらの型が合流して同じパターンへと至るときである。三日熱が四日熱に合併するのは、第一日目が二回の発作と二回の寛解をもたらし、第二日目は全くなく、第三日目は一回、第四日目も再び同様であり、それ以降も同様であるときである。三日熱、四日熱、五日熱が合併するのは、第一日目に発作が起こり、第二日目には回復し、再び第三日目には三日熱、第四日目には四日熱、そして第五日目には同時に一回発作が起こるときである。また、この型の襲来は他のようにも生じるが、それは、以下の記載に示されているように、三日熱の半三日熱に対する交錯が、同じ秩序の型に帰着することにほかならない。第一日目、熱は悪寒を伴って夕方から始まり、朝までには解熱し、第八時まで続いた。その後、冷感を伴う発作が起こり、来る夜と翌日の第八時まで持続し、そして再び寛解が続き、その後、夜になると再び悪寒を伴う発作が起こり、そして翌日になると再び、対応するものと同様の寛解があり、以降、同様に循環する。

構文注5 件
  1. 5Τύπων

    全体属格(部分属格)であり、主語である οἱ πρῶτοι καλούμενοι (基本と呼ばれるもの)にかかる。「諸型(熱型)のうち、基本と呼ばれるものが二重化される」の意。

  2. 5διαφόρων ἐπισημασιῶν ... ἐπιγινομένων

    独立属格(genitive absolute)構文。状況あるいは時の説明を表す。「毎日異なる発作が生じる中で」の意。

  3. 5ἑαυτοῖς

    三人称再帰代名詞の複数与格。自動詞 ἀπαντῶσι(出会う、合致する)の与格補語。「互いに」出会う、あるいは二重化された発作が「互いに」一日おきに重なることを示す。

  4. 5τῆς τριταίου πρὸς τὸν ἡμιτριταῖον συμπλοκῆς ... ἐμπιπτούσης

    独立属格構文で、主名詞は συμπλοκῆς (交錯、合併)、動詞部分は分詞 ἐμπιπτούσης (帰着する、陥る)。前文の「この型の襲来は他方でも生じるが、それは…と同じ型に帰着することにほかならない(οὐδὲν ἧττον)」という論理を補足する。

  5. 5ἔλυσεν

    動詞 λύω のアオリスト能動態三人称単数。ここでは自動詞的に(あるいは「熱が」などの主語を補って)「(熱が)解熱した、引いた、緩んだ」という医学的な意味で使われている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0057.tlg048.humanitext-grc1:5