§4#2ὁ μὲν γὰρ σμικρός ἐστιν ἡμιτριταῖος, ὁ δὲ μέσος, ὁ δὲ μέγας.
というのも、一方は小(軽症)半三日熱であり、他方は中、もう一方は大だからである。
σμικρὸς μὲν οὖν ἐστιν ὁ παρὰ τὰς εἰκοσιτέσσαρας ὥρας στρεφόμενος·
したがって、小(半三日熱)とは二十四時間にわたって持続するものである。
μέσος δὲ ὁ παρὰ τὰς τριακονταέξ·
中は三十六時間にわたるものである。
μέγας δὲ ὁ παρὰ τὰς τεσσαράκοντα καὶ ὀκτὼ, ὃς δὴ συνεγγίζει τῷ συνεχεῖ πυρετῷ.
大は、四十八時間にわたるものであり、これこそが持続熱に酷似しているものである。
τινὲς δέ φασι τὸν ἡμιτριταῖον οὕτως ὀνομασθῆναι, ὡς τὸ ἡμικύκλιον καὶ ἡμισφραίριον, λέγοντες αὐτὸν ἐλάττονα τοῦ ἡμίσεος τῆς τριταϊκῆς περιόδου.
ある人々は、半三日熱が半円や半球のように名付けられたのだと言い、それが三日熱の周期の半分よりも短いものであると主張している。
ἄλλοι δέ φασι τὸν ἡμιτριταῖον ὀνομασθῆναι, ὡς καὶ τὸν ἡμιόλιον ἀριθμὸν, ὥστε τῆς τριταϊκῆς ἐπισημασίας λόγου χάριν ἐκ δώδεκα ὡρῶν συγκειμένης, τὸν ἡμιτριταῖον μὲν ἐμπεριλαμβάνειν τὰς ιβ΄ ὥρας τοῦ τριταίου, προστιθέναι δὲ ταύταις καὶ τὸ ἥμισυ τῶν ιβ΄ καὶ τὰς πάσας γίγνεσθαι δέκα καὶ ὀκτὼ, ὡς εἶναι ἥμισυ μείζονα τῶν τριῶν κατὰ περίοδον τύπων, ἀμφημερινοῦ, τριταίου καὶ τεταρταίου, ὥστε ὡρῶν αὐτὸν εἶναι εἴκοσι καὶ τεσσάρων.
また別の人々は、半三日熱が一・五倍(ヘーミオリオス)の数のように名付けられたのだと言い、その結果、例えば三日熱の発作が十二時間から構成されているとすれば、半三日熱は三日熱の十二時間を包括し、さらにこれらに十二の半分を加え、全体で十八時間になり、周期ごとの三つの型、すなわち日日熱、三日熱、四日熱よりも半分大きいものとして、その結果それが二十四時間になるのであるとする。
ὁ Ἀγαθῖνος δὲ ἀπὸ τῆς πρὸς τὸν τριταῖον ἐπιφορᾶς φησιν ὀνομασθῆναι τὸν ἡμιτριταῖον·
しかしアガティノスは、三日熱に対する関係(付加)から半三日熱が名付けられたのだと言っている。
διὰ τρίτης γὰρ ἐπισημασίαι ἀμφοτέροις.
というのも、両者において一日おきに発作が起こるからである。
πότερον οὖν ὥραις ἢ διαστήμασι χαρακτηρίζεται ὁ ἡμιτριταῖος;
それでは、半三日熱は時間によって特徴づけられるのか、それとも間隔によって特徴づけられるのか。
κατὰ μὲν τὸν Ἀγαθῖνον, οὔτε ὥραις οὔτε διαστήμασιν·
アガティノスによれば、時間によってでも間隔によってでもない。
ἀμφότερα γὰρ ταῦτα παραγεγραμμένον ἔχει τὸ μέγεθος, ὡς καὶ ἡμιτριταῖον ἀπεριορίστως ἔχειν τὴν σύστασιν ἐν πλάτει, ὥραις τε ὡς παρεπομέναις.
というのも、これら両方がその規模を規定されており、その結果、半三日熱は幅(範囲)において制限なくその形成を持ち、時間は随伴するものとして持っているからである。
τεταρταίῳ δὲ παρακολουθεῖ ῥίγη σύντονα, καὶ φλεγματώδεις ἔμετοι, καὶ σπληνὸς φλεγμονὴ καὶ διόγκωσις, ἔσθ’ ὅτε δὴ καὶ ἀνορεξία καὶ σιελισμὸς παρέπεται, ποτὲ δ’ ἐκ τῶν ἐναντίων ὄρεξις ἐπιτεταμένη, βηχίον τέ ποτε συμπάρεστιν αὐτῷ, καταφθειρομένης τῆς ἕξεως.
四日熱には、激しい悪寒、粘液性の嘔吐、脾臓の炎症と腫大が随伴し、時には食欲不振や流涎が随伴し、時にはそれとは反対に激しい食欲が随伴し、また時には、体質が衰弱するにつれて、軽い咳がこれに随伴する。
διὰ τοῦτο δύσλυτοι καὶ χρονιώτεροι παρὰ πάντας τοὺς τύπους, ὥστε καὶ μέχρι διετοῦς προβαίνειν.
このため、それらはすべての型の中で最も解消しがたく、最も長期化するものであり、二年に及ぶことさえある。
ἐπιπλέκεται δὲ σφοδρυνόμενος αὐτὸς ἑαυτῷ, ὥστε β΄ καὶ γ΄ ἀποτελεῖν τεταρταίους, ἢ καὶ μέχρι τινὸς συνεχείας προβαίνειν, καὶ πάλιν ἐκεῖνος μετριάζων εἰς ἕνα περιίσταται.
そしてそれは、それ自体が激化することによって複雑化し、その結果二重や三重の四日熱を生じさせたり、あるいはある程度の持続性にまで進行したりし、再びそれが穏やかになると、一つの四日熱へと戻る。
γίγνονται δὲ ἐνίοτε καὶ κινδυνώδεις διὰ τὰ πεπλεγμένα αὐτῷ συμπτώματα, ὥστε φθίσιν τὸ τελευταῖον ἢ παρεγχύσεις ὑδρωπικὰς ἀποτελεῖν.
また、それに複雑に絡み合う症状のために、時には危険なものともなり、最終的には肺結核や水腫性の滲出を引き起こすことさえある。
πλεονάζει δὲ μάλιστα φθινοπώρῳ καί ἐστι μάλιστα δύσλυτος· ὁ δὲ θερινὸς εὐλυτώτατος.
これは特に秋に多発し、最も解消しがたいが、夏のものは最も解消しやすい。
καὶ κατὰ πολὺ μὲν ἄλλων προηγησαμένων ἐπιγίνεται ἀτάκτως· σπανίως δ’ ὅτε καὶ αὐτὸς ἀπὸ τῆς ἀρχῆς συνίσταται.
そして多くの場合、他の熱が先行した後に不規則に生じ、それ自体が最初から形成されることは稀である。
σφυγμὸς δὲ τοῖς τριταΐζουσιν οὐκ ἐπὶ τοσοῦτον παρέπεται σμικρὸς τῷ μεγέθει, ἐφ’ ὅσον τοῖς τεταρταΐζουσιν, οὐδὲ μὴν ἐπὶ τοσοῦτον διογκοῦται, ἐφ’ ὅσον τῇ ἀμφημερινῇ νόσῳ τυγχάνει.
三日熱にかかっている人々の脈拍は、四日熱の人々ほどには大きさにおいて小さくならず、また日日熱においてそうであるほどには増大しない。
μεσότης γὰρ τῶν σφυγμῶν ἐν τύπῳ τούτῳ κατὰ τοὺς σφυγμοὺς εὑρίσκεται·
なぜなら、この型においては、脈拍に関して、脈拍の中間的な状態が見出されるからである。
ἔστι δ’ ὅτε καὶ κατ’ ἀρχὰς τῶν ἐπισημασιῶν ἀραιότερος παρὰ τοὺς ἐν τῷ κατὰ φύσιν εὑρίσκεται, οἱ μὲν ἀποσώζοντες τὰ τυπικὰ τῶν ἡμερῶν κινήματα παρὰ τρεῖς, οἱ δὲ ἀτυπώτατοι παρ’ ἕνα.
そして時には、発作の始まりにおいて、自然な状態におけるものよりも緩慢(間隔が広い)であるのが見出されることもある。 あるものは三日ごとに日々の定型的な動きを保ち、他のものは一日おきに極めて定型を欠いている。
οἱ μὲν οὖν ἀποσώζοντες τὰ τυπικὰ τῶν ἡμερῶν κινήματα ἤτοι παρὰ τὴν συνήθη τῶν ὡρῶν προλαμβάνουσιν, ἢ ἐφυστεροῦσιν·
したがって、日々の定型的な動きを保つものは、通常の時間よりも前倒しになるか、あるいは遅れるかである。
ἄτακτοι δὲ γίγνονται καὶ παρὰ τὸ εἶδος τῶν κινήσεων, ὥστε ποτὲ μὲν προλαμβάνουσι, ποτὲ δὲ ἐφυστερίζουσιν, ἀτάκτως δὲ ἑκάτεροι παρὰ τὸ ποτὲ μὲν κινεῖσθαι ἀτάκτως, ποτὲ δὲ ἵστασθαι, μηδέποτε δὲ τεταγμένως, ἔνθα παρ’ οὐδενὸς κεκώλυται, μένοντος τοῦ κατὰ τὰς ἡμέρας σχήματος ἐν ταῖς ἐπὶ μέρει συμφόροις ἀταξίαις μόναις.
しかし、動きの様式に関しても不規則になり、その結果、時には前倒しになり、時には遅れる。 そして、両者は不規則である。 それは、時には不規則に動き、時には静止し、決して秩序正しくは動かないことによる。 そこでは、日々のパターンが、部分的な不規則性の中にのみ留まる限り、何ものによっても妨げられない。
οἱ δὲ ἀτυπώτατοι παρὰ πάντας μὲν τοὺς κατηριθμημένους τρόπους καὶ παρὰ τὴν τάξιν γίγνονται τῶν ἡμερῶν·
しかし、極めて定型を欠くものは、挙げられたすべての様式に反し、また日々の秩序にも反して生じる。
τινὲς μὲν ἐπισημαίνουσι, τινὲς δὲ παντελῶς εἰσιν ἄτακτοι· τὰς δὲ ἐπὶ εἴδους διαφορὰς πλείονας εἶναι συμβέβηκεν.
あるものは発作を示すが、あるものは完全に不規則であり、個別的な形態における差異はより多くなる。
ἔξεστι δὲ σκοπεῖν τῷ προειρημένῳ τρόπῳ καὶ συμπλέκειν ὡς ἂν βούληται τὰ τῶν προειρημένων τύπων ἰδιώματα.
そして、前述の方法に従って観察し、前述の型の特徴を望むように組み合わせることができる。