§4#1Ἀμφημερινὸς δέ ἐστιν ὁ καθ’ ἑκάστην ἡμέραν μίαν ἐπισημασίαν καὶ τὴν αὐτὴν ἔμμετρον ἐν τῷ μήκει καὶ μίαν καὶ τὴν αὐτὴν ἄνεσιν ποιούμενος.
日发疟是指每天产生一次且在时间长度上合度的相同发作,以及一次且相同的缓解。
τριταῖος δέ ἐστιν ὁ διὰ τρίτης μίαν καὶ τὴν αὐτὴν ἐπισημασίαν σύμμετρον ἐν τῷ μήκει καὶ μίαν καὶ τὴν αὐτὴν ἄνεσιν ποιούμενος.
间三日疟是指隔天(每三天)产生一次且在时间长度上对称的相同发作,以及一次且相同的缓解。
τεταρταῖος δέ ἐστιν ὁ διὰ τετάρτης μίαν καὶ τὴν αὐτὴν ποιούμενος ἄνεσιν.
间四日疟是指每隔两天(每四天)产生一次相同的缓解(与发作)。
τὰ αὐτὰ δὲ νοείσθω περὶ πεμπταίου καὶ ἑβδομαίου καὶ εἴ τις ἄλλη τύπων εὑρίσκεται τάξις.
关于五日疟、七日疟,以及如果发现任何其他病型秩序,也应作如是观。
ἀμφημερινῷ δὲ παρέπεται ὑγρότης ἕξεως, καὶ φλεγματώδεις ἔμετοι, καὶ δίψος οὐκ ἐπιτεταμένον, καὶ βαρυσμὸς τοῦ σώματος ὅλου, καὶ ὕπνος καρώδης καὶ καταφορικὸς, καὶ σφυγμὸς μέγας καὶ ἀραιὸς καὶ χαῦνος, τὸ πρόσωπον ὑποῖδον καὶ χαῦνον καὶ πεπονῶδες καὶ πολλὴν ἐμφαῖνον τὴν τῆς ὕλης καχεξίαν καὶ τροπήν.
伴随日发疟的是体质湿润、粘液性呕吐、并不剧烈的口渴、全身沉重感、昏迷性和嗜眠性睡眠、大而稀缓且松弛的脉搏,面部微肿、虚松且呈熟透状,显出大量的物质恶液质和变性。
καὶ σπλὴν δὲ ἐν τύπῳ τούτῳ παρακολουθήσει σκληρώδης.
在这种病型中,脾脏变硬也随之而来。
χρονίζοντος δ’ αὐτοῦ, τρομώδεις καὶ ληθαργώδεις καταφοραὶ καὶ θώρακος ῥευματισμοὶ καὶ παρεγχύσεις ὑδερικαί.
当其拖延日久时,则会出现颤抖性和嗜眠性的昏迷、胸部流注以及水肿性渗出。
συνίσταται δὲ μάλιστα ἐπὶ στομάχῳ κακοπραγοῦντι.
它尤其在胃部失调时形成。
παρέπεται δὲ τριταίῳ δίψος ἐπιτεταμένον, ἔγκαυσις, δριμεῖς καὶ χολώδεις ἔμετοι, ἀσιτίαι, καὶ ῥιπτασμοί.
伴随间三日疟的是剧烈口渴、灼热感、辛辣和胆汁性呕吐、不进食以及辗转反侧。
κατὰ πολλὰ μὲν τῷδε ῥίγη προηγοῦνται, ποτὲ δὲ καὶ περίψυξις.
在大多数情况下,恶寒先于此发作,有时甚至出现全身冷厥。
σφυγμὸς δὲ τοῖς τριταΐζουσι μικρὸς καὶ πυκνὸς παρέπεται.
间三日疟患者伴有细小而频数的脉搏。
αἱ νύκτες αἱ πρὸ τῶν παροξυντικῶν ἡμερῶν δύσφοροι γίγνονται, ἐπιτεινομένης δὲ τῆς νόσου οὐκέτι γίγνονται δύσφοροι, ἀλλὰ καὶ πυρετὸν ἱστᾶσι, καὶ οὕτω πυρέττοντες μεταβάλλουσί ποτε τὸν τριταῖον εἰς ἡμιτριταῖον.
在发作日前夜会变得难受,但随着疾病加剧,便不再难受,反而确立了持续的热症,并在此发热状态下,有时将间三日疟转化为拟间三日疟。
ἔστι δὲ πάντων τύπων εὐλυτώτερος ὁ τύπος οὗτος, καὶ μάλιστα εἰ συσταίη ἐν θέρει.
这种病型是所有病型中最易消退的,尤其是如果在夏天形成的话。
παρασεσημείωται δὲ ὁ Ἱπποκράτης λέγων· τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον.
希波克拉底曾作注说:“精确的间三日疟最迟在七个周期内解决。
σπανίως δὲ χρονίζει, καὶ μάλιστα εἰ μὴ συσταίη φθινοπώρου λήγοντος ἤδη καὶ τῷ χειμῶνι προσάπτοντος.
”它很少拖延,特别是如果不是在秋末冬初时形成的话。
ἔστι δὲ καὶ τὰ οὖρα ξανθὰ, πάρεστι δὲ τούτοις καὶ ἀγρυπνία.
尿液也呈黄色,且伴有失眠。
πάντα δὲ ὅσα παρακολουθεῖ τῷ τριταίῳ, καὶ ἡμιτριταίῳ ταῦτα συμβέβηκε· καὶ γὰρ καὶ τοῦ αὐτοῦ κεκοινωνήκασι γένους, διὰ τρίτης ποιούμενοι τάς τε τῶν ἀνέσεων καὶ τῶν παροξυσμῶν ἀνταποδόσεις· ἴδιον δὲ περὶ τῶν τύπων τῶν ἡμιτριταίων συμβέβηκεν ἡ παρέκτασις τῶν ἐπισημασιῶν, καὶ τὸ μετὰ περιψύξεως ἐπὶ τὸ πλεῖστον καὶ ταῖς ἀκμαῖς μηδέπω συντετελεσμέναις προσεδρεύειν ἃς ἰδίως ἐπαναδιπλώσεις καλοῦμεν.
凡是伴随间三日疟的所有特征,也都发生在拟间三日疟上;因为它们共享同一个属,都是隔天进行缓解和发作的交替;但拟间三日疟病型的特有特征是发作期的延长,且大抵伴随冷厥,在极期尚未结束时,我们特称为“重叠”的现象便已驻留。
ἔστι δὲ κινδυνώδης ὁ ἡμιτριταῖος οὐ μόνον τοῦ στομάχου καὶ τοῦ νευρώδους καθαπτόμενος καὶ καθόλου τῶν μέσων, ἀλλὰ καὶ ληθαργικὰς ἐπιφέρων καταφορὰς καὶ παρακρουστικὰς ἀγρυπνίας, ἔστι δ’ ὅτε καὶ συγκοπτικὰς διαφορήσεις, γλῶσσάν τε ἰσχυρῶς ξηραίνει, καὶ λειποθυμίαν ἀπεργάζεται, σφοδρῶς κινῶν τὰ ἐν τῷ βάθει, καὶ καθόλου ἄγριός τέ ἐστι καὶ κινδυνοδέστατος οὗτος ὁ τύπος.
拟间三日疟是危险的,它不仅侵袭胃部和神经系统,且普遍侵袭中枢,还会带来嗜眠性昏迷和谵妄性失眠,有时甚至引起虚脱性大汗,使舌头强烈干燥,并导致晕厥,剧烈扰动深层之物,总的来说,这种病型是狂暴且最为危险的。
ἔσθ’ ὅτε μὲν δὲ ἀπὸ τῆς πρώτης ἡμέρας συνίσταται, καθάπερ καὶ οἱ λοιποὶ τύποι· ποτὲ δ’ ἀπὸ τῆς δευτέρας καὶ τρίτης ἡμέρας ἄρχεται, ὥστε μεγίστη αἰτία ἀπάτης γίγνεται τοῖς ἰατροῖς τῇ τοιαύτῃ εἰσβολῇ.
有时它确实从第一天起就形成,就像其他病型一样;但有时它从第二天和第三天开始,以至于这种侵袭成为医生们受欺骗(误诊)的最大原因。
γεννᾶται δὲ καὶ ἀπὸ τριταίου παρεκταθέντος, καὶ λυόμενος ἐνίοτε εἰς τριταῖον ὑποστρέφει, ποτὲ δὲ καὶ διακόπτεται τοῦ μήκους τοῦ κατὰ τὴν ἐπισημασίαν εἰς β΄ τριταίους καὶ ἀμφημερινούς.
它也由延长的间三日疟产生,消退时有时会退回到间三日疟,有时其发作期的长度会中断并分裂为两个间三日疟和日发疟。
πλεονάζει δὲ ἐπὶ μὲν τῆς φύσεως τῆς κατὰ τοὺς ἄνδρας, ἡλικίας δὲ τῆς κατὰ τοὺς ἀκμάζοντας, ὥρας δὲ μᾶλλον τῆς φθινοπωρινῆς, ὅτε καὶ λίαν κινδυνώδης τυγχάνει.
它多见于男性的体质、处于鼎盛时期的年龄,以及更见于秋季,此时它也极为危险。
ἔστι δὲ οὐ πάντοτε συνεχὴς, ἀλλὰ καὶ διαλείπων εὑρίσκεται.
它并不总是持续的,也被发现有间歇的情况。
παραδίδοται δὲ ὑφ’ Ἱπποκράτους τὸ μὴ μόνον αὐτὸν ἐν τοῖς ὀξέσι καταριθμεῖσθαι, ἀλλὰ καὶ ἐν τοῖς χρονίζουσιν.
据希波克拉底传述,它不仅被列入急性病中,也被列入慢性病中。
ἔχει δὲ καὶ τὰς κατὰ τὸ μέγεθος διαφορὰς τρεῖς.
且它根据大小(严重程度)也有三种差异。